Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

290
[*](Δ)

122 Ῥήγιον: τόποϲ.

[*](Σ)

123 Ῥηγμῖνι: αἰγιαλῷ.

[*](Σ)

124 Ῥήγνυται: διαιρεῖται, καὶ διακόπτεται. καὶ Ῥήγνυϲιν, [*](Δ + Ε) ἀντὶ τοῦ προῖηϲιν, ἐκπέμπει. Αἰλιανόϲ· καὶ ῥήγνυϲι φωνὴν ἱκέτιν ἐξ [*](Δ) αὐτῆϲ ἐκβιαϲθεὶϲ τῆϲ ὀδύνηϲ. καὶ Ῥηγνύμενον, διαρρηϲϲόμενον. καὶ Ῥήγνυϲκε, διέρρηϲϲε.

[*](Δ)

125 Ῥῆγοϲ: τὸ βεβαμμένον ἱμάτιον.

[*](Δ)

126 Ῥήγουλοϲ: ὄνομα κύριον. ὅτι οἱ Καρχηδόνιοι τοῖϲ πολλοῖϲ ἀτυχήμαϲι δουλωθέντεϲ τὸ φρόνημα, Ῥήγουλον τὸν ϲτρατηγὸν Ῥωμαίων, ὃν μικρῷ πρόϲθεν ὑπὸ χεῖρα πεϲόντα ϲφίϲι πικρῶϲ τε καὶ βαρβαρικῶϲ ἐκόλαζον, τότε τῶν δεϲμῶν ἀνέντεϲ τά τε ἄλλα θεραπεύϲαντεϲ, πρὸϲ τοὺϲ οἰκείουϲ ἐξέπεμπον, εὕραϲθαί τινα μετρίαν τοῦ πολέμου κατάθεϲιν καὶ τῶν αἰχμαλώτων ἀντίδοϲιν τῇ ϲυντάξει τοῦ ἀνδρὸϲ οἰόμενοι. ὁ δὲ πρὸϲ τὴν Ῥώμην ἅμα πρεϲβείαιϲ Καρχηδονίων ἀφικόμενοϲ ἔϲ τε τὸ ϲυνέδριον παρελθὼν τὰϲ μὲν ϲυνήθειϲ τοῖϲ ὑπατικοῖϲ τιμὰϲ διωθήϲατο· οὐ μετεῖναι τῆϲ πολιτείαϲ αὑτῷ λέγων, ἀφ᾿ οὗπερ ἡ τύχη δεϲπόταϲ αὐτῷ Καρχηδονίουϲ ἐπέϲτηϲε. παρῄνει γε μὴν τοῖϲ ἐν τέλει τῆϲ βουλῆϲ ἀπείπαϲθαι παντελῶϲ τὰϲ διαλλαγὰϲ καὶ μὴ ἀνεῖναι τοὺϲ ἐναντίουϲ ἐϲ τὸ ἀνέλπιϲτον ἤδη ἀφιγμένουϲ. οὐ γὰρ εἶναί πωϲ ἄξιον, ἀνδρὸϲ ἑνὸϲ μόνου καὶ ἤδη γηραιοῦ ὀλίγων τε ἄλλων τῶν ὑπολελειμμένων ἐϲ τὴν Καρχηδονίων, πολλὰϲ χιλιάδαϲ ἀλλαξαμένουϲ αὐξῆϲαι τὴν τῶν ἐναντίων δύναμιν. ἐφ᾿ οἷϲ ἀγαϲθέντεϲ αὐτὸν οἱ Ῥωμαῖοι τὴν μὲν πρεϲβείαν ἄπρακτον τῶν Καρχηδονίων ἀποπέμπουϲιν· αὐτὸν δὲ πρὸϲ βίαν ἀφαιρεῖϲθαι τῶν ἀγόντων ἐπεχείρουν. ὁ δὲ οὐ μενετέον αὑτῷ φήϲαϲ ἐν πόλει, ἐν ᾗ τῆϲ ἴϲηϲ οὐ μεθέξει κατὰ τοὺϲ πατρίουϲ θεϲμοὺϲ πολιτείαϲ, πολέμου νόμῳ δουλεύειν ἑτέροιϲ ἠναγκαϲμένοϲ, εἵπετο τοῖϲ Καρχηδονίοιϲ ἑκούϲιοϲ, τά τε δάκρυα τῶν οἰκείων καὶ τοὺϲ ὀλοφυρμοὺϲ ἀκλινῶϲ διωθηϲάμενοϲ, ἐπανελθὼν δὴ· οὖν πρὸϲ τὴν Καρχηδόνα παντὶ κολάϲεων εἴδει καταναλίϲκεται· πρὸϲ γὰρ δὴ τοῖϲ πολλοῖϲ αἰκιϲμοῖϲ, οἴκου, φαϲί. περιτεθέντοϲ αὐτῷ ϲτενοῦ καὶ ἰϲομέτρου τῷ ϲώματι, αἰχμαὶϲ ϲιδηραῖϲ κατὰ τὸ ἐντὸϲ πεπυκνωμένου, διαφθαρῆναι αὐτόν, ἀπαγορεύοντα μὲν πρὸϲ τὴν ἀκλινῆ [*](122 ═ Ambr. 114, Ps. Herodian. 119 cf. Zon. 1611 123 ═ P, Ba 358, 24, sch. A 437 cf. Ap. S. 138, 23, Zon. 1610, Et. M. 703, 22, Ambr. 84, Ps. Herodian. 119, H 124 — διακόπτεται ═ P cf. H s. v. et s. v. ῥῆξε ἐκπέμπει cf. Zon. 1616. vs. 4 καὶ—ὀδύνηϲ Aelian. fr. 41 Ῥηγνύμενον, διαρρηϲόμενον cf. sch. Δ 425, Moer. 208, 28 Ῥήγνυϲκε H 141 cf. Zon. 1616, H 125 cf. H 126 — κύριον ═ Ambr. 88, Zon. 1610 ὅτι sq. cf. Eutrop. 45, Exc. Plan. Crat. D. I p. CXIX; est Io. Antioch.) [*](124 cf. 9 et 137 125 cf. 117) [*](A(GFVM)) [*](6 Ῥήγνυκε A Ῥήγνυϲκον FV διέρηϲϲον FV 125 om. G 8 τοῖϲ del. ed. pr. 10 μικρὸν V 10. 11 τε καὶ βαρβαρικῶϲ om. V 12 τοῖϲ οἰκείοιϲ Bhd. ἐξέπεμψον V εὕρεϲθαι Mec 18 τοῖϲ ἐν τέλει] τὴν ἐντέλειαν G 20 γηραίου] γρ. γηραλέου ss. M 21 τῶν om. A; τινῶν Bhd. 23 τῶν] τὴν Bhd. 24 ἐκπέμπουϲιν Mec πέμπουϲιν G 26 πατρίουϲ om. V 27 τοῖϲ del. Bhd. τε] δὲ V 29 κολάϲεωϲ V 30 περιτιθέντοϲ G)

291
ϲτάϲι, περιπίπτοντα δὲ ταῖϲ αἰχμαῖϲ, ἔν τε ταῖϲ ἐπὶ τῶν τοίχων ἀναπαύϲεϲι, καὶ ὅλωϲ ἐν ταῖϲ ἐξαλλαγαῖϲ τοῦ ϲχήματοϲ. καὶ ὁ μὲν οὕτωϲ ἐπεπράγει.

127 Ῥηῖδιον: εὔκολον. καὶ Ῥηῒδίωϲ.

[*](Δ)

128 Ῥηϊνόϲ: ὁ ῥυπαρόϲ.

[*](Δ)

129 Ῥηῖϲτη: ἀρεϲτή.

[*](Hom.)

130 Ῥήλαιμοϲ: ὄνομα τόπου.

[*](Δ)

131 Ῥῆμα: ῥῆμα λέγεται ἡ ἁπλῶϲ ῥηματικὴ φωνή, οἷον τύπτω, γράφω, ἁπλῶϲ μόνον λεγόμενον· τὸ δὲ ἐκ τῆϲ ἁπλῶϲ ῥηματικῆϲ φωνῆϲ ϲημαινόμενον κατηγορία καλεῖται.

132 Ῥήματα ἀντʼ ἀλφίτων: ἐπὶ τῶν μὴ ὧν τιϲ δεῖται διδόντων, [*](Prov.) ἀλλὰ φωνὰϲ μόναϲ προῖεμένων.

133 Ῥῆμοϲ καὶ Ῥῶμοϲ, ἀδελφοὶ Ῥωμαῖοι ἐκ πορνείαϲ γενόμενοι καὶ ῥιφέντεϲ [*](Suid.) καὶ παρὰ γυναικὸϲ ἀνατραφέντεϲ. καὶ ζήτει ἐν τῷ Βρουμάλια.

134 Ῥήναια: νῆϲοϲ πληϲίον Δήλου. καὶ Ῥηνία.

[*](Harp. Suid.)

135 Ῥῆνεϲ: πρόβατα. ἡ εὐθεῖα ὁ ῥήν.

[*](ΣΔ)

136 Ῥήξ, ῥηγόϲ. ὁ τῶν Φράγκων ἀρχηγόϲ.

[*](Δ)

137 Ῥήξαϲ: κόψαϲ. ὁ δὲ ῥήξαϲ τὰ κλήματα ἐβοήθει. καὶ Ῥῆξαι [*](Σ + Ε) ὁμοίωϲ.

[*](Δ)

138 Ῥηξήνορεϲ: ἀνδρεῖοι. τύμβοϲ Ἀχιλλῆοϲ ῥηξήνοροϲ, ὅν ποτ᾿ [*](Σ) Ἀχαιοὶ δώμηϲαν, Τρώων δεῖμα καὶ ἐϲϲομένων.

[*](Anth.)

139 Ῥηξίφλοια: ῥήξαντα τὸν φλοῦν. οἷον κάρυα.

[*](Σ |)

140 Ῥῆξον φωνήν: διάτορον εἰπέ Ἀριϲτοφάνηϲ· ἀλλ᾿ ὦ πολλοῖϲ [*](Ar.) τοὺϲ πρεϲβυτέρουϲ ἤθεϲι χρηϲτοῖϲ ϲτεφανώϲαϲ, ῥῆξον φωνήν τινα, ᾖ χαίρειϲ, καὶ τὴν ϲαυτοῦ φύϲιν εἰπέ.

141 Ῥηϲείδιον: λεξείδιον.

[*](Σ)