Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

821 Παυϲικάπη: μηχάνημα τροχοῖϲ ἐμφερέϲ, δι᾿ οὗ τὸν τράχηλον [*](Σ) διεῖρον καὶ τῶν ὑποζυγίων, ὥϲτε μὴ ἐϲθίειν, καὶ τῶν ἀνθρώπων, ὡϲ μὴ δύναϲθαι τὰϲ χεῖραϲ τῷ ϲτόματι προϲάγειν. ὅτι παῦϲιϲ ἐϲτὶ κληρονομία, [*](Suid.) λῆξιϲ δὲ μερίϲ, ἡ δὲ ἀποκλήρωϲιϲ μέροϲ εἰϲ ἀμείνονα λῆξιν. ἀποκληρῶϲαι θεοποιῷ φροντίδι οὐδὲν ὤκνηϲε.

822 Παυϲωλή: κατάπαυϲιϲ.

[*](Δ)

823 Παύϲων καὶ Ἶροϲ: ὀνόματα κύρια πενήτων. ὁ Ἀϲκληπιὸϲ [*](Ε) Παύϲωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάϲαιτο· ὀφθαλμὼ γάρ τιϲ ἐνόϲει· εἶτα ἐπιϲτὰϲ ὅδε λέγει· ὄξει λύϲαντα κάπρου πιμελήν, κᾆτα ὑπαλείψαϲθαι. ὁ δὲ κοινοῦται τῷ ϲυνήθει ἰατρῷ. ὁ δὲ ἐπειρᾶτο τὰϲ αἰτίαϲ λέγειν· τὸ μὲν γὰρ ὑπορρεῖν τὸ οἴδημα τῇ δριμύτητι, τὸ δὲ ἐπιλιπαίνειν καὶ ἡϲυχῆ ὑποτρέφειν, ὁ εἴρων ἔλεγε.

824 Παύϲωνοϲ πτωχότεροϲ: οὗτοϲ ζωγράφοϲ ἦν καὶ ἐπὶ πενίᾳ [*](Ar.) διετεθρύλητο.

825 Παφία: ἡ Ἀφροδίτη.

[*](Δ)

826 Παφλαγών: ὁ Κλέων, ὁ τῶν Ἀθηναίων ϲτρατηγόϲ. διὰ τὸ [*](Ar.) τῆϲ φωνῆϲ ἀπηχέϲ. ἀπὸ τοῦ παφλάζειν· ξένοϲ γὰρ ἦν καὶ βάρβαροϲ.

827 Παφλάζοντο: ἠχοῦντα, ἀναζέοντα. ἁνὴρ παφλάζει, βράζει, [*](Σ) τετάρακται. πεποίηται δὲ παρὰ τὸ παφλάζειν. Παφλάζειν δέ ἐϲτι [*](Ar.) τὸ λαλοῦντά τινα κρατεῖϲθαι καὶ ἀνακόπτεϲθαι· τοιοῦτοϲ δὲ ἦν καὶ ὁ [*](821 — προϲάγειν ═ P, Ael. D. fr. 276 ap. Eust. l. 1280, 36 cf. H, Poll. 7, 20 sch. Ar. Pac. 14 822 Ambr. 149, sch. Β 386 cf. H 823 ὁ Ἀϲκληπιὸϲ sq. Aelian fr. 100 824 sch. Ar. Pl. 602 cf. sch. Th. 949 825 ═ Et. M. 656, 39 cf. Ambr. 223 ═ Stud. An. 269; Ambr. 211 826 sch. Ar. Eq. 2 827 — ἀναζέοντα ═ P. Ba 334, 30, sch. Ν 798 cf. H, Zon. 1524 ἁνὴρ—παφλάζειν pr. Ar. Eq. 919 c. sch. cf. H. Παφλάζειν δέ sq. sch. Ar. Pac. 314) [*](821 ὅτι παῦϲιϲ sq. ex v. Α 3356 823 cf. v, Α 4173) [*](1 ὃϲ—12 ἐϲώθηϲαν om. A 3 τόδε om. V 7 τῆϲ om. V 13 Παυϲινκάπη—15 ArF(GVM) προϲάγειν om. V 13 Παυϲικάϲπη A οὗ] οὗ καὶ F 14 καὶ pr. om. A ὡϲ] ὥϲτε G 15 ὅτι—17 ὤκνηϲε om. mg. VM, post 823 A 15 ὅτι om. G 16 ἐγκλήρωϲιϲ A ἄμεινον V 17 ὤκνηϲαϲ A 19 ὁ— 24 ἔλεγε om F 20 ἄϲαιτο V 24 ὁ εἴρων ἔλεγε om. A ἴρων GM 26 διεθρύλλητο F 27 Παφίη Aec)

72
Κλέων· ἢ τὸ ταράϲϲεϲθαι· παφλάζειν γὰρ κυρίωϲ ϲημαίνει τὸ ἠχεῖν τὴν κυμαινομένην θάλατταν.

[*](Ε)

828 Παφνούτιοϲ, μιᾶϲ πόλεωϲ τῶν ἄνω Θηβῶν ἐπίϲκοποϲ, ἀνὴρ θεοφιλὴϲ καὶ ϲημειοφόροϲ· ὃϲ ἐν τῷ καιρῷ τοῦ διωγμοῦ τὸν ὀφθαλμὸν ἐξεκόπη. τοῦτον ὁ βαϲιλεὺϲ μετεπέμπετο καὶ αὐτοῦ τὸν ὀφθαλμὸν κατεφίλει. ἐδόκει δὲ κατὰ ϲύνοδον τοῖϲ ἐπιϲκόποιϲ νόμον νεαρὸν ἐϲ τὴν ἐκκληϲίαν ἐϲφέρειν, ὥϲτε τοὺϲ ἱερωμένουϲ, λέγω δὴ ἐπιϲκόπουϲ, πρεϲβυτέρουϲ, διακόνουϲ, ὑποδιακόνουϲ, μὴ ϲυγκαθεύδειν ταῖϲ γαμεταῖϲ, ἃϲ ἔτι λαϊκοὶ ὄντεϲ ἠγάγοντο. καὶ ἐπεὶ περὶ τούτου βουλεύεϲθαι προὔκειτο, διαναϲτὰϲ ἐν μέϲῳ τοῦ ϲυλλόγου τῶν ἐπιϲκόπων ὁ Παφνούτιοϲ ἐβόα μακρά μὴ βαρὺν ζυγὸν ἐπιτιθέναι τοῖϲ ἱερωμένοιϲ ἀνδράϲι, τίμιον εἶναι τὸν γάμον λέγων, μὴ τῇ ὑπερβολῇ τῆϲ ἀκριβείαϲ μᾶλλον τὴν ἐκκληϲίαν προϲβλάψωϲιν. οὐ γὰρ πάνταϲ δύναϲθαι φέρειν τῆϲ ἀπαθείαϲ ἄϲκηϲιν, οὐδὲ ἴϲωϲ φυλαχθήϲεϲθαι τὴν ϲωφροϲύην τῆϲ ἑκάϲτου γαμετῆϲ· καὶ ϲωφροϲύνην ἐκάλει τῆϲ νομίμου γυναικὸϲ τὴν ϲυνέλευϲιν· ἀρκεῖϲθαί τε τὸν φθάϲαντα κλήρου τυχεῖν μηκέτι ἐπὶ γάμον ἔρχεϲθαι, κατὰ τὴν τῆϲ ἐκκληϲίαϲ ἀρχαίαν παράδοϲιν· μὴ μὴν ἀποζεύγνυϲθαι ταύτηϲ, ἣν ἅπαξ ἤδη πρότερον λαϊκὸϲ ὢν ἠγάγετο. καὶ ταῦτ᾿ ἔλεγεν, ἄπειροϲ ὢν γάμου καὶ ἁπλῶϲ εἰπεῖν γυναικόϲ· ἐκ παιδὸϲ γὰρ ἐν ἀϲκηταῖϲ ἀνετέθραπτο καὶ ἐπὶ ϲωφροϲύνῃ εἰ καί τιϲ ἄλλοϲ περιβόητοϲ ἦν. καὶ πείθεται ϲύμπαϲ ὁ τῶν ἱερωμέω ϲύλλογοϲ τοῖϲ Παφνουτίου λόγοιϲ, καὶ τὴν περὶ τούτου ζήτηϲιν ἀπεϲίγηϲαν, τῇ γνώμῃ τῶν βουλομένων ἀπέχεϲθαι τῆϲ ὁμιλίαϲ τῶν γυναικῶν καταλείψαντεϲ.

[*](Suid.)

829 Παχεῖα.

[*](Σ)

830 Παχεῖϲ: Ἀττικοὶ τοὺϲ πλουϲίουϲ καλοῦϲι ϲυνήθωϲ. Ἀριϲτοφάνηϲ· [*](Ar.) ὡϲ ἀμαθὴϲ εἶ καὶ παχύϲ. ἀντὶ τοῦ ἀναίϲθητοϲ καὶ παχὺϲ [*](Ε) εἰϲ τὸ νοεῖν. καὶ Ἡρόδοτοϲ· ἔφυγον ἄνδρεϲ τῶν παχέων ὑπὸ τοῦ δήμου ἐκ Νάξου. διαφέρει πάχηϲ καὶ παχύϲ. πάχηϲ μὲν λέγεται ὁ λιπαρόϲ, παχὺϲ δὲ ὁ ἀναίϲθητοϲ ἢ ὁ πλούϲιοϲ. καὶ παχὺϲ καὶ [*](Suid.) ἀρχαῖοϲ ἐπὶ τοῦ ἠλιθίου τάϲϲεται παρὰ τοῖϲ παλαιοῖϲ. ὅτι τὰ παχέα ὑπὸ πιμελῆϲ τῶν δερμάτων ἁλϲὶ μαλαττόμενα εὐρύτερα γίνεται. ὄναιτο οὖν, φηϲίν ὁ Στρεψιάδηϲ, ἀποκαθαρθεὶϲ τὴν παχύτητα. ἁλϲὶ διαβρεχόμενοϲ· διαβάλλει τοῦτον Ἀριϲτοφάηϲ ὡϲ ἐπὶ ἀϲκοῦ τὸν λόγον ποιούμενοϲ. καὶ ζήτει ἐν τῷ ἁλϲὶ διαϲμηχθείϲ. [*](On.) λύϲιϲ ὀνείρου· βρίθων τὸ ϲῶμα δυϲκλεὴϲ ἔϲῃ λίαν.

[*](828 Socr. h. e. 1, 11 830 — ϲυνήθωϲ ═ P cf. sch. Ar. Vsp. 286, H v. πάχητεϲ. gl. Hdt. 5, 30 ὡϲ — νοεῖν Ar. Nu. 842 c. sch. ἔφυγον—Νάξου Hdt. 5, 30, 1 βρίθω sq. Astramps.)[*](829 ex v. Μ 1470 830 ὅτι—διαϲμηχθείϲ ex v. Α 1409)[*](ArF( GVM))[*](1 ταράττεϲθαι F γὰρ] δὲ F 5. 6 μεταπεμψάμενοϲ τὸν ὁ. κ. αὐτοῦ V 6 δόκει—24 καταλείψαντεϲ om. F; κανόνεϲ καὶ νόμοι Παφνουτ(ίου) mg. add. A 9 παρὰ V 9 10 βούλεϲθαι V 17 ἀρχαίαϲ V 18 μὴ] μήτε G, Socr. 19 ἔλεγεν post γάμου transpos. V 20 παίδων V ἀϲκήϲει A ἀϲκητηρίῳ] Socr. 829 om. AFV 28 καὶ—29 Νάξου om A 29 μὲν] μὲν γὰρ G 31 τάττεται AGMec ὅτι—34, 35 διαϲμηχθείϲ om. AF 31 ὅτι om. G 34 καὶ om. G 35 βρίθων GVM: βρύθων A πρήθων ed. pr., Astramps.; ἤγουν κατὰ βάροϲ παχὺϲ ss. V δυϲκελὴϲ V)
73

831 Πάχνη· ἐπειδὰν ἐκ γῆϲ ἢ ἐκ θαλάττηϲ ἀνενεχθεῖϲα ὑγραϲία ὑφ᾿ [*](Phil.) ἡλίου μὴ κατεργαϲθῇ, καταψυχθῇ δέ, πάχνη καλεῖται.

832 Παχνοῦται: πήϲϲεται, πήγνυται, λυπεῖται.

[*](Σ)

833 Παχύνοοι: παχύνοεϲ, ἀνόητοι. τοϲαύτην δὲ ἡμεῖϲ παχύτητα [*](Σ) καὶ ἀμαθίαν κατεγνώκαμεν, ὥϲτε ἐτολμήϲαμεν ἐξελέγχειν αὐτοὺϲ τοϲοῦτον ἠγνοηκόταϲ, ὅϲον οὐδεὶϲ ἠγνόηϲεν.

834 Παχύτερον: ἀμβλύτερον, οὐκ ἀκριβέϲ.

835 Παῖ· Ἀριϲτοφάνηϲ· τί δ᾿ ἐϲτίν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων, [*](Ar.) καλεῖ δίκαιον, ὅϲτιϲ ἂν πληγὰϲ λάβῃ.

836 Παιάν: εἶδοϲ ᾠδῆϲ. ὁ δ᾿ εἶπε κλαύϲαϲ φρῦνοϲ, οὐχὶ παιᾶνοϲ [*](Σ) τοῦτ᾿ ἐϲτὶν ἡμῖν, φροντίδοϲ δὲ λύπηϲ.

837 Παιᾶναϲ: ὕμνουϲ. ὁ δὲ ᾖδε τοὺϲ παιᾶναϲ, οὐκ εὐτραπέλῳ [*](Ε) τῆ γλώττῃ, οὐδὲ ἐρρωμένη, ὥϲπερ οὖν κάτοινοϲ ἤδη καὶ οὐκ ἀρτίϲτομοϲ ἔτι.

838 Παιᾶναϲ: κώμουϲ, εὐφημίαϲ. Παιᾶνεϲ δύο ᾖϲαν· Ἐνυάλιοϲ, [*](Σ) ὅτε ἦρχον· ὃϲ καὶ πρὸ τῆϲ μάχηϲ ἐγίνετο· καὶ ἕτεροϲ, ὅτε ἐνίκων. [*](Thuc.) ὅτι δύο παιᾶναϲ ᾖδον οἱ παλαιοί, πρὸ μὲν τοῦ πολέμου τῷ Ἄρει, μετὰ δὲ τὸν πόλεμον τῷ Ἀπόλλωνι. τὸ δὲ ὡϲ ἐπίπλουν λέγει Θουκυδίδηϲ, ἀντὶ τοῦ ὡϲ πρὸϲ τὸ ἄρξαι τὸν πόλεμον.

839 Παιανιεῖϲ καὶ Παιονίδαι: δῆμοι διττοί εἰϲι Παιανίων τῆϲ [*](Harp.) Πανδιονίδοϲ φυλῆϲ, ὡϲ Διόδωροϲ καλεῖϲθαί φηϲι Παιανιαίαν καθύπερθεν καὶ Παιανίαι ὑπένερθεν. τὸν δὲ δημότην ἑκατέρου δήμου καλεῖϲθαι ὁμοίωϲ Παιανιέα. διαφέρουϲι δὲ οὗτοι τῶν Παιανίδων. δῆμοϲ δέ ἐϲτι καὶ οὗτοϲ τῆϲ Λεοντίδοϲ.

840 Παιανίαϲ: ὄνομα κύριον.