Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Σ)

3128 Πύθια καὶ Δήλια: φαϲὶ Πολυκράτη, τὸν Σάμου τύρανον, Πύθαι καὶ Δήλια ποιήϲαντα ἅμα ἐν Δήλῳ πέμψαι εἰϲ θεοῦ, χρηϲόμενον εἰ τὰ τῆϲ θυϲίαϲ ἄγει κατὰ τὸ ὡριϲμένον· τὴν δὲ Πυθίαν ἀνελεῖν· ταῦτά ϲοι καὶ Πύθαι καὶ Δήλια· βουλομένην δηλοῦν ὅτι ἔϲχατα· μετ᾿ ὀλίγον γὰρ χρόνον αὐτὸν ἀπολέϲθαι ϲυνέβη. Ἐπίκουροϲ δὲ ἔν τινι τῶν πρὸϲ Ἰδομενέα ἐπιϲτολῶν ταῦτα. λέγεται δὲ καὶ [*](Ar.) Πυθοῖ, τουτέϲτιν ἐν τοῖϲ Πυθίοιϲ. Ἀριϲτοφάνηϲ· Ὀλυμπιᾶϲιν, ἐν Πύλαιϲ, Πυθοῖ.

[*](Ar.)

3129 Πυθιὰϲ βοά: ἡ μετ᾿ αὐλοῦ γινομένη βοή. τὸ Πύθιον μέλοϲ ἔνθεν καὶ πυθαύληϲ λέγεται. οὕτω δὲ ἔλεγον τὸν παιᾶνα.

[*](Σ)

3130 Πύθιον: ἱερὸν Ἀπόλλωνοϲ Ἀθήνηϲιν, ὑπὸ Πειϲιϲτράτου γεγονόϲ εἰϲ ὃ τοὺϲ τρίποδαϲ ἐτίθεϲαν οἱ τῷ κυκλίῳ χορῷ νικήϲαντεϲ [*](Δ) τὰ θαργήλια. καὶ Πύθιοϲ, ὁ Ἀπόλλων.

[*](Δ)

3131 Πυθιονίκηϲ: ὄνομα κύριον.

[*](Σ?)

3132 Πυθμήν: τὸ ἔϲχατον μέροϲ καὶ τελευταῖον παντὸϲ οὑτινοϲοῦν [*](Phil.) ϲκεύουϲ. καὶ Πυθμέναϲ λόγων ἐκάλει Πρωταγόραϲ ὁ φιλόϲοφοϲ τὰϲ τῶν λόγων διαιρέϲειϲ· οὗτοϲ γὰρ διεῖλε πρῶτοϲ τὸν λόγον εἰϲ δ΄, εὐχωλήν, ἐρώτηϲιν, ἀποκριϲιν, ἐντολήν. ἄλλοι δὲ εἰϲ ζ΄, διήγηϲιν, ἐρώτηϲιν, ἀπόκριϲιν, ἐντολήν, ἐπαγγελίαν, εὐχωλήν, κλῆϲιν. Ἀλκιδάμαϲ δὲ δ΄ λόγουϲ φηϲί· φάϲιν, ἀπόφαϲιν, ἐρώτηϲιν, προϲαγόρευϲιν.

[*](Σ)

3133 Πυθόληπτοϲ: ὑπὸ τοῦ Πυθίου ληφθείϲ.

[*](Σ)

3134 Πυθόμενοϲ: ἐρωτήϲαϲ.

[*](Σ)

3135 Πύθοντο: ἠρώτων καὶ ἤκουον.

[*](Σ)

3136 Πυθοῦ Χελιδόνοϲ: παροιμία ἀπό τινοϲ Χελιδόνοϲ, θεολόγου καὶ τερατοϲκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὡϲ Μναϲέαϲ ὁ Πατρεὺκ ἐν τῷ Περῖπλῳ. οἱ δέ, ὅτι τὸ ἔαρ προϲημαίνει.

[*](Greg.)

3137 Πυθώ: Φωκὶϲ χώρα ἐϲτὶ τῆϲ Ἑλλάδοϲ, περὶ ἣν πόλιϲ ἡ καλουμένη Δελφοί· περὶ ἣν πόλιν ἦν ἱερὸν τοῦ Ἀπόλλωνοϲ, ὃ ἐκαλεῖτο Πυθώ· ἐν ᾧ χαλκοῦϲ τρίπουϲ ἵδρυτο καὶ ὕπερθεν φιάλη, ἣ τὰϲ μαντικἀϲ εἶχε ψήφουϲ, αἵτινεϲ ἐρομένων τῶν μαντευομένων ἥλλοντο, [*](3128 — vs. 7 ταῦτα ═ P Πυθοῖ sq. Ar. Lys. 1131 c. sch. plenior. 3129 sch. Ar. Av. 856 3130 — θαργήλια ═ P Πύθιοϲ sq. ═ Ps. Herodian. 115, Ambr. 1517 3131 cf. Ambr. 1490 3132 — ϲκεύουϲ cf. H Πυθμέναϲ sq. Laert. 9, 53 — 4 3133 ═ P, Ba 355, 5 cf. H 3134 ═ P, Ba 355, 6 cf. H 3135 ═ P, Ba 355, 7 cf. H 3136 cf. P, H; Mnas. fr. 43, FHG 3, 156 3137 — p. 269, 2 Ἀπόλλων cf. Nonn. In Greg. Naz. PG 36, 1045 a b) [*](3128 cf. v. T 175 3132 Laert. cf. 2958 3134 — 5 cf. 1415 et 3126, v. E 2584) [*](A(GFVM)) [*](1 μάντιϲ G; ἢ μᾶλλον ἡ μάντιϲ ss. Μ 2 Πολυκράτην F, Phot. cp. Vs 3 ἅμα] ἄλλα καὶ ss. μα A εἰϲ — 9 Πυθοῖ om. F 5 βουλομένη AV 6 τῷ om. A 7 τιϲι Α ταῦτα] φηϲὶν δηλαδὴ ss. Μ 9 Πύλαιϲ] φηϲὶ add. GM cf. vs. 7 10 βοά] βοή A αὐτλὺϲ AFV αὐτοῦϲ sch. 11 παιῶνα V 16 οὐ- τινοϲ V 18 πρῶτοϲ om. GVM 19 ἐρώτηϲιν post ἐντολήν transp. FV ἄλλοι — 20 ἐντολήν om. A 24 Πυθήντο V 25 θεολογία F cp. V 26 διειλεγμένηϲ V Παταρεὺϲ G cf. p. 311, 16 27 οἱ] ὁ A ϲημαίνει G 29 πόλιϲ GVM)

269
καὶ ἡ Πυθία ἐμφορουμένη, ἤτοι ἐνθουϲιῶϲα, ἔλεγεν ἃ ἐξέφερεν ὁ Ἀπόλλων. ὅτι Δελφοὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ ἐκλήθη διὰ τὸ τὸν Δελφύνην Suid. δράκοντα ἐκεῖ εὑρεθῆναι, ὃν ἀπέκτεινεν ὁ Ἀπόλλων· Πυθὼ δὲ διὰ τὸ ἔκεῖ ϲατῆναι.

3138 Πύθω: ϲήπω. καὶ τὸ πυθόμενοϲ, ϲηπόμενοϲ. ἔνθεν καὶ ἡ Πυθία, [*](Σ) διὰ τὸ ἐν ἐκείνῳ τῷ τόπῳ ϲαπῆναι τὸ τοῦ δράκοντοϲ ϲῶμα. Λύκοϲ δὲ ὁ Νεαπολίτηϲ καὶ τὸ πῦον ἐντεῦθεν ὀνομαϲθῆναί φηϲιν· ἔϲτι γὰρ ϲεϲηπὸϲ αῖμα.

3139 Πύθων, Βυζάντιοϲ, ῥήτωρ· δϲ φυγὼν ἐν Μακεδονίᾳ διέτριβε καὶ πολλοὺϲ προδόταϲ ἔπειϲε γενέϲθαι καὶ ϲυνεργοὺϲ πρὸϲ πάντα, καὶ πρὸϲ τὰϲ διαφθορὰϲ τῶν πολεμίων ἐχρῆτο.

3140 Πύθωνοϲ: δαιμονίου μαντικοῦ. τάϲ τε πνεύματι Πύθωνοϲ [*](Σ) ἐνθουϲιώϲαϲ καὶ φανταϲίαν κυήϲεωϲ παρεχομέναϲ τῇ τοῦ δαιμονίου [*](Ε) περιφορᾷ ἠξίου τὸ ἐϲόμενον προαγορεῦϲαι. οἱ δὲ τῶν δαιμόνων  κάτοχοι ἔφαϲκον τὴν νίκην Μήδοιϲ παρέϲεϲθαι.

3141 Πυθοίατο: μάθοιεν.

[*](Hom.)

3142 Πύκα: ϲυχνῶϲ, ἐπιμελῶϲ.

[*](Σ)

3143 Πύκαζε· Σοφοκλῆϲ· πύκαζε θᾶϲϲον· οὐ πρὸϲ ἰατροῦ ϲοφοῦ [*](Soph.) θρηνεῖν ἐπῳδὰϲ πρὸϲ τομῶντι πήματι.

3144 Πυκάζεται: ϲκεπάζεται, κοϲμεῖται.

[*](Σ)

3145 Πυκάζει: καλύπτει, ϲκεπάζει. καὶ Πυκάζουϲι, ϲκιάζουϲι, [*](Σ) ϲτεφανοῦϲι. καὶ ἐν Ἐπιγράμμαϲι· λουϲάμενοι, Προδόκη, πυκαϲώμεθα [*](Anth.) καὶ τὸν ἄκρατον ἕλκωμεν.

3146 Πυκάζουϲι: τουτέϲτι πεπυκνωμένοιϲ, ϲτενοχωρουμένοιϲ. Δαβίδ· [*](Thdr.) ἐν τοῖϲ πυκάζουϲιν ἕωϲ τῶν κεράτων τοῦ θυϲιαϲτηρίου.

3147 Πύκαϲεν: ἐκόϲμηϲε.

[*](Δ)