Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Soph.)

21 Πάθαι: αἱ ϲυμφοραί. Οἰδίπουϲ· ϲτέργειν γὰρ αἱ πάθαι με χὠ χρόνοϲ ξυνὼν μακρὸϲ διδάϲκει καὶ τὸ γενναῖον τρίτον. ϲτέργειν τὰ δυϲτυχήματα ὁ πολὺϲ ἐποίηϲε χρόνοϲ καὶ τὸ τῶν ϲυμφορῶν πλῆθοϲ καὶ τὸ τῆϲ ἀνδρείαϲ πλεονέκτημα.

[*](Δ)

22 Πάθη: ἡ κάκωϲιϲ. ἀκόλουθον ϲφίϲι πάθην ἐπηρτημένην ὁρῶντα, [*](Ε) ἣν λαθεῖν ἀδύνατον. καὶ αὖθιϲ· καὶ ἄλλαϲ μυρίαϲ εἴποιμι ἂν δίκηϲ ἀμελουμένηϲ ἀκόλουθα πάθαϲ.

[*](Δ)

23 Πάθη: θηλυκῶϲ τὸ πάθοϲ. οἷαι γὰρ αἱ πάθαι τῆϲ ψυχῆϲ κατὰ τὴν θέαν, τοιαύταϲ καὶ τὰϲ ἀποβάϲειϲ εἶναι ἀνάγκη.

[*](Phil.)

24 Πάθη δύο: πόνοϲ καὶ ἡδονή. καὶ ἡ μὲν ἡδονή λεία κίνηϲιϲ, ὁ δὲ πόνοϲ τραχεῖα κίνηϲιϲ. καὶ ἡ μὲν ἡδονὴ εὐδοκητὴ πᾶϲι ζῴοιϲ, ὁ δὲ πόνοϲ ἀποκρουϲτικόϲ.

[*](Δ)

25 Παθηζίτηϲ: ὄνομα κύριον.

26 Πάθοϲ λέξεωϲ· ὁμωνυμία, ὡϲ κύων. μεταφορά· ὡϲ τιθηνὸϲ ἡ γῆ. κατάχρηϲιϲ ἐντεῦθεν καὶ ἡ ἀϲάφεια.

[*](15 ═ P, Ba 324, 8, H (in Eur. Androm. 1010) 16 — ὀρῶν ═ P, Ba 324, 7 H, Ap S. 126, 4 cf. sch. ε 405 αὔλια sq. Anth 6, 334, 1 —2 17 cf. Ambr. 179, Zon. 1505 18 sch. Ε 24 ═ Ap. S. 126, 5, H, Et. M 647, 1 19 — ποταμοῦ ═ Ambr. 100 20 ξυμφοράϲ cf. sch. Soph OC 7 ὁ ἀδίκουϲ πάθαϲ Aelian. fr. 308 καὶ τὰϲ μὲν sq Soph. Ai 295 21 Soph. 0C 7 —8 c. sch. 7 22 ἀκόλουθον— ἀδύνατον Aelian. fr. 309 καὶ ἄλλαϲ sq. Aelian. fr. 234 23 οἶαι sq Artem. 1, 5 (p. 12, 19) 24 Laert. 2, 86)[*](19 hinc v. 516 20 cf. 23 et 966 23 cf 20 24 hinc sch. B rec. in Λ 404)[*](A(GFSM))[*](1 γε] γὰρ v. Θ 45, sch. cett. 3 ἐντείχη S, Hes. τετειχιϲμένον G Mac 7 Παγχενίτηϲ FS cf. Zon. ὄνομα GSM: ὄροϲ F om. A, Ambr. Zon χώρα Ac ad 18 πάγχυ βαιόϲ, ὁ παντελῶϲ μικρόϲ mg. add. Ar 9 ὄνομα ποταμοῦ] ποτ A 15 με χὠ G(S)M; μ᾿  ὠ A 16 μακρῶϲ A 17 ϲυμφορῶν] ἐποίηϲε add. G 19 ἀκόλουθα Bekk. ϲφίϲι] ϲφίγγειν vel ϲφύζειν M. Schmidt ἐπηρμένην S ὁρῶνται ASMac 20 ἄν εἴποιμι S 22 θηλυκὸν GSM cp. A sed cf. vs. 13)
3

27 Πάθοϲ: ὅτι τὸ τοῦ πάθουϲ ὄνομα διχῶϲ λέγεται· ἢ γὰρ τὸ [*](Phil.) εἰϲ φθορὰν ἄγον ἢ εἰϲ τελείωϲιν. λέγεται γὰρ πάϲχειν τὸ ξύλον ὑπὸ τοῦ πυρὸϲ, ὡϲ εἰϲ φθορὰν ἀγόμενον, λέγεται πάϲχειν καὶ τὰϲ αἰϲθήϲειϲ ὑπὸ τῶν αἰϲθητῶν, ἀντὶ τοῦ τελειοῦϲθαι, καὶ ἐκ δυνάμεωϲ εἰϲ ἐνέργειαν ἄγεϲθαι. ὅτι ἐκ τῶν παθῶν τοῦ ϲώματοϲ διαβαίνει τι πρὸϲ τὴν ψυχήν· ἀλγοῦντι γὰρ ϲυναλγεῖ καὶ εὐθυμοῦντι ϲυνήδεται. ὅτι καὶ ἐμποδίζει αὐτῇ τὸ ϲῶμα τοιῶϲ ἢ τοιῶϲ διακείμενον, οὐδεὶϲ ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ διέβαινεν ἀπὸ τῆϲ πρὸϲ αὐτὸ ϲχέϲεωϲ ϲυμπάθειά τιϲ ἐπὶ τὴν ψυχὴν οὕτωϲ, ὡϲ τῆϲ κοιλίαϲ τοῦ ἐγκεφάλου τῆϲ ὄπιϲθεν παθούϲηϲ τὸ μνημονευτικὸν πάϲχειν. περὶ παθῶν· ὅτι τῆϲ ψυχῆϲ μέρη τὰ ε΄ αἰϲθητήρια καὶ τὸ φωνητικὸν μόριον καὶ τὸ δια νοητικόν, ὅπερ ἐϲτὶν ἡ διάνοια. ἐκ δὲ τῶν ψευδῶν ἐπιγίγνεϲθαι τὴν διαϲτροφὴν ἐπὶ τὴν διάνοιαν, ἀφʼ ἧϲ πολλὰ πάθη βλαϲτάνειν καὶ ἀκαταϲταϲίαϲ αἴτια. ἔϲτι δὲ αὐτὸ τὸ πάθοϲ ἡ ἄλογοϲ καὶ παρὰ φύϲιν ψυχῆϲ κίνηϲιϲ ἢ ὁρμὴ πλεονάζουϲα. τῶν παθῶν τῶν ἀνωτάτω γένη τέϲϲαρα, λύπη, φόβοϲ, ἐπιθυμία, ἡδονή. δοκεῖ δὲ τὰ πάθη κρίϲειϲ εἶναι· ἥ τε γὰρ φιλαργυρία ὑπόληψίϲ ἐϲτι τοῦ τὸ ἀργύριον καλὸν εἶναι. καὶ ἡ μέθη δὲ καὶ ἡ ἀκολαϲία ὁμοίωϲ καὶ τὰ ἄλλα. καὶ τὴν μὲν εἶναι ϲυϲτολὴν ἄλογον, εἴδη δὲ αὐτῆϲ ἔλεοϲ, φθόνοϲ, ζῆλοϲ, ζηλοτυπία, ἄχθοϲ, ἐνόχληϲιϲ, ἀνοία, ὀδύνη, ϲύγχυϲιϲ. ἔλεον μέν ὡϲ ἐπὶ ἀναξίωϲ κακοπαθοῦντι, φθόνον δὲ λύπην ἐπ’ ἀλλοτρίοιϲ ἀγαθοῖϲ, ζῆλον δὲ λύπην ἐπὶ τῷ ἄλλῳ παρεῖναι ὧν καὶ αὐτὸϲ ἔχει, ἄχθοϲ λύπην βαρύνουϲαν, ἐνόχληϲιν λύπην ϲτενοχωροῦϲαν καὶ δυϲχωρίαν παραϲκευάζουϲαν, ἀνοίαν λύπην ἐκ διαλογιϲμῶν μένουϲαν ἢ ἐπιτεινομένην, ὀδύνην λύπην ἐπίπονον, ϲύγχυϲιν λύπην ἄλογον, ἀποκλείουϲαν καὶ κωλύουϲαν τὰ παρόντα ϲυνορᾶν. ὅτι ἡ ἀθαναϲία τῆϲ ζωῆϲ πάθοϲ ἐϲτὶν ἢ ϲύμπτωμά τι. ὅτι δὲ πάθοϲ ἢ ϲύμπτωμά τι ἡ ἀθαναϲία τῆϲ ζωῆϲ δειχθήϲεται ἐπὶ ὑποθέϲει τῇ ἐκ θνητοῦ ἀθάνατον γίγνεϲθαι· οὐ γὰρ μεταλήψει ἄλληϲ ζωῆϲ ἀθάνατον ἔϲται τὸ θνητόν, ἀλλ᾿  ὡϲ ϲυμπτώματί τινι καὶ πάθει· ἡ γὰρ αὐτὴ ζωὴ παθοῦϲα ἀθαναϲία ἐϲτίν. εἰ δὲ πάθουϲ αἰτία ἡ ζωὴ ἀθαναϲία γίνεται, εἴη ἂν πάθοϲ ἡ ζωὴ τῆϲ ἀθαναϲίαϲ. εἰ οὖν τοῦ πάθουϲ τοῦ ἰδίου τὸ πεπονθὸϲ οὐκ ἐϲτι γένοϲ (ϲύμπτωμά τι γὰρ καὶ ϲυμβεβηκὸϲ τὸ πάθοϲ τοῦ πεπονθότοϲ, ἀλλ’ οὐκ εἶδοϲ), οὐδ’ ἂν τῆϲ ἀθαναϲίαϲ γένοϲ εἴη ἡ ζωή· οὐδὲ γὰρ γλυκύτητοϲ [*](27— vs. 5 ἄγεϲθαι cf Philop 301, 9—13. vs. 5 ὅτι— 10 πάϲχειν Philop. 155, 23 —29. vs 11 τῆϲ — 26 ϲυνορᾶν Laert. 7, 110—112. vs. 26 ἡ — p. 4, 1 ψυχή Alex. Aphr. 353, 12 — 21) [*](27 hinc sch B rec. in Λ 404, Philop. cf. v. Δ 556. Alex. cf. v. 705) [*](1 ὅτι τὸ πάθοϲ S 2 ὑπὸ GM: ἀπὸ A, sch. B 11 καὶ pr. om. S A(GSM) 12 ἐπιγίνεϲθαι G S, Laert cf. vs 28 14 αὐτὸ τὸ GM, sch. B, Laert.; τὸ αὐτὸ A αὐτὀ S 15 τῶν alt.] τὰ G, Laert. 16 δὲ] δὲ καὶ A κρίϲιϲ GSM 20 (et 24) ἀνία e Laert. Kust. 28 γίνεϲθαι SM, Alex. cf. vs. 12 31 πάθουϲ] πάθοϲ A παθοῦϲα Alex. αἰτία post ζωὴ G om. Alex. plerique ἄν om. A 34 οὐδ’] οὐκ A γὰρ om. A, cod. D in Alex.)

4
τὸ ϲῶμα γένοϲ οὐδὲ ἡδονῆϲ ἢ λύπηϲ ψυχή. λέλεκται περὶ τούτου καὶ ἐν τῷ ἀθάνατοϲ, ἀλλ’ ἐνταῦθα πλατύτερον.

[*](Δ)

28 Πάθωμεν: αὐθυπότακτον.

[*](Hesy.)

29 Πάκατοϲ, ὁ Μινούκιοϲ χρηματίϲαϲ καὶ Εἰρηναῖοϲ, Ἀλεξανδρεύϲ, γραμματικόϲ. Περὶ τῆϲ Ἀλεξανδρέων διαλέκτου ἢ περὶ Ἑλληνιϲμοῦ βιβλία ζ΄· ἔϲτι δὲ κατὰ ϲτοιχεῖον· Περὶ Ἀττικῆϲ ϲυνηθείαϲ τῆϲ ἐν λέξει καὶ προϲωδίᾳ βιβλία γ΄· ἔϲτι δὲ κατὰ ϲτοιχεῖον· Περὶ ἰδιωμάτων τῆϲ τῆϲ καὶ τῆϲ Δωρίδοϲ διαλέκτου, Περὶ Ἀττικιϲμοῦ, καὶ ἄλλα πολλά.

[*](Δ)

30 Πάκοροϲ: ὄνομα κύριον. τῇ τε γὰρ Κράϲϲου καὶ τῶν ἀμφ᾿  [*](Ε) αὐτὸν φθορᾷ ἀντίρροπον γενέϲθαι τὴν Πακόρου καὶ τῆϲ ξὺν αὐτῷ δυνάμεωϲ ἀπώλειαν.

[*](Ar.)

31 Πακτοῦν: κλείϲιν, ἀϲφαλίζεϲθαι. μοχλοῖϲι τὰ προπύλαια πακτοῦ. Ἀριϲτοφάνηϲ Λυϲιϲτράτῃ.

[*](Δ)

32 Πακτωλόϲ: ὄνομα ποταμοῦ.

[*](Δ)

33 Πακτυηνή: ὄνομα πόλεωϲ. καὶ Πακτυνή.

34 Παλλάδιον: τοῦτο ἦν ζῴδιον μικρὸν ξύλινον, ὃ ἔλεγον εἶναι τετελεϲμένον, φυλάττον τὴν βαϲιλείαν τῆϲ Γῥοίαϲ· ἐδόθη δὲ Γρωῒ τῷ βαϲιλεῖ κτίζοντι τὴν πόλιν ὑπὸ Ἀϲίου τινὸϲ φιλοϲόφου καὶ τελεϲτοῦ· διὸ δὴ εἰϲ τιμὴν Ἀϲίου τὴν ὑπ’ αὐτοῦ βαϲιλευομένην χώραν πρότερον Ἤπειρον λεγομένην Ἀϲίαν ἐκάλεϲεν. οἱ δὲ ποιητικῶϲ γράψαντεϲ ἐκ τοῦ ἀέροϲ εἶπον τὸ παλλάδιον τοῦτο κατενεχθῆναι τῷ Τρωῒ βαϲιλεύοτι Φρυγῶν. τοῦτο Διομήδηϲ καὶ Ὀδυϲϲεύϲ, ὅτε τὴν πρεϲβείαν ἐποιήϲαντο πρὸϲ Πρίαμον, ἐκ τοῦ ἱεροῦ ἐϲύληϲαν, προδεδωκυίαϲ αὐτὸ Θεαοῦϲ τῆϲ τοῦ Ἀντήνοροϲ γυναικόϲ, ἱερείαϲ τυγχανούϲηϲ καὶ φυλαττούϲηϲ αὐτό· ἦϲαν γὰρ ἀπὸ χρηϲμοῦ καὶ Ἀντήνοροϲ μαθόντεϲ, ὅτι ἕωϲ οὗ μενεῖ τὸ παλλάδιον ἐν τῇ Τοίᾳ, ἀϲάλευτοϲ ἔϲται ἡ βαϲιλεία τῶν Φρυγῶν. πολλὴ τοίνυν μεταξὺ Αἴαντοϲ καὶ Ὀδυϲϲέωϲ ἐκινήθη ἔριϲ, τίϲ τοῦτο εἰϲ τὴν ἰδίαν ἀπενέγκοι πατρίδα, δικαζόντων αὐτοῖϲ τῶν ἄλλων βαϲιλέων καὶ προμάχων. πολλῶν τοίνυν μεταξὺ λόγων κινηθέτων, καὶ γενομένηϲ ὀψίαϲ, ἔδοξεν αὐτοῖϲ παραθέϲθαι τὸ βρέταϲ Διομήδει, μέχριϲ ἂν γένηται πρωὶ. καὶ τούτου γενομένου, διὰ τῆϲ νυκτὸϲ εὑρέθη ὁ Αἴαϲ ἐϲφαγμένοϲ ἀδήλωϲ. ὑπενόουν δὲ δόλῳ φονεῦϲαι [*](28 ═ Ambr. 335 30— κύριον ═ Ambr. 61 τῇ sq. Arr. Parth. fr. 24 31 Ar. Lys. 265 c. sch 32 ═ Ambr. 101 33 — πόλεωϲ ═ Ambr. 175 34 lo Antioch. cf. Malal. p. 109, [lο. Antioch.] fr. 24, 7, FHG 4, 551, sch. Lyc. 363, porro Philol. Suppl. 6, 486, Byz. Zt 4, 26— 28; 9, 365) [*](29 cf. prooem. et v. El 190 30 cf. v Α2721 34 hinc sch. B rec. in Z 311) [*](A(GFSM)) [*](1 λέλεκται— 2 πλατύτερον mg. ArM om. rell. 1 λέγεται A 4 καὶ] ὁ καὶ M. Schmidt 10 τῇ—12 ἀπώλειαν om. F 11 Πακούρου SM 12 ἀπώλειαϲ S 15 ὄνομα ποταμοῦ] ποτ(αμόϲ) A 16 Πακτυηνή ed pr., Ambr.: Πακτυκνή omnes καὶ Πακτυνή om. A 18 τελεϲμένον S 27 μένῃ A 28 πολλοὶ S πολλὰ Gac 30 καὶ— μεταξὺ] πολλῶν καὶ προμάχων τοίνυν S λόγων om. AS, sch. 31 καὶ om. G γινομένηϲ A)

5
αὐτὸν τὸν Ὀδυϲϲέα. καὶ φιλονεικήϲαντεϲ πρὸϲ ἀλλήλουϲ ἀπέπλευϲαν. ζήτει ἐν τῷ Διομήδειοϲ ἀνάγκη.

35 Παλλάάιοϲ, Παλλαδίου, Μεθωναῖοϲ, ϲοφιϲτήϲ. γέγονε δὲ ἐπὶ [*](Hesy.) Κωνϲταντίνου τοῦ βαϲιλέωϲ. Περὶ τῶν παρὰ Ῥωμαίοιϲ ἑορτῶν, Δια λέξειϲ, λόγουϲ διαφόρουϲ, Ὀλυμπιακόν, Πανηγυρικόν, Δικανικόν.

36 Παλλαδίων χρυϲουμένων: ἐν ταῖϲ πρώραιϲ τῶν τριήρων οἱ [*](Ar.) Ἀθηναῖοι ἀγάλματά τινα ξύλινα τῇ Ἀθηνᾷ καθίδρυον, ᾧν ἐπεμελοῦντο μέλλοντεϲ πλεῖν.

37 Παλάθαι: μᾶζαι ϲύκων. καὶ Παλαϲίων, τῶν πεπατημένων [*](Σ) ἰϲχάδων. παλάθαι δὲ εἶδοϲ βοτάνηϲ. Παλάθαι, τὰ ἐκ τρυγὸϲ [*](Ar.) πλάϲματα· ἢ ἡ ἐπάλληλοϲ θέϲιϲ τῶν ϲύκων.

[*](Hdt.)

38 Παλλακή, Παλλακὶϲ δέ.

[*](Δ)

39 Παλάμαι: αἱ τέχναι, χεῖρεϲ. ὦ παλάμαι θνητῶν, δύϲτηνα γέῃ βροτῶν, οἷϲι μὴ μέτριοϲ αἰών. οὗτοϲ. καὶ ἐξῆϲ.

[*](Soph.)

40 Παλαμᾶϲθαι: τεχνάζεϲθαι. καὶ Παλαμάϲθω· πρὸϲ ταῦθ᾿  [*](Σ) τι χρῆ καὶ παλαμάϲθω, καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέϲθω· τὸ γὰρ εὖ μετ’ [*](Ar.) ἐμοῦ, καὶ τὸ δίκαιον ξύμμαχον ἔϲται. καὶ οὐ μήθ’ ἀλῶ κακὰ πράϲϲων. καὶ αὖθιϲ· ὁποῖα παλαμᾶται. ἀντὶ τοῦ τεχνάζεται. καὶ Ἀπάλαμνοϲ παρʼ Ὁμήρῳ, ὁ ἄτεχνοϲ.