Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

1703 Πλάτη: πλοῖον. πλάτην μυριοφόρον, πύργοιϲ τε καὶ περιφράγμαϲι [*](Ε) παντοίοιϲ κοϲμήϲαϲ ἄνωθεν, κατὰ ῥεῦμα ἀφίηϲι.

[*](Σ)

1704 Πλατιάζειν: ἀλαζονεύεϲθαι.

[*](Δ + Ar.)

1705 Πλάτιϲ: ἡ γυνή. παρὰ τὸ πελάζειν τῷ ἀνδρὶ κατὰ τὴν κοίτην. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι· καὶ τοῖϲι παιδίοιϲι καὶ τῇ πλάτιδι.

[*](Synt.)

1706 Πλάττω· αἰτιατικῇ.

[*](Hesy.)

1707 Πλάτων, Ἀρίϲτωνοϲ τοῦ Ἀριϲτοκλέουϲ καὶ Περικτικόνηϲ ἤ Ποτώνηϲ, τὸ γένοϲ ἑλκούϲηϲ ἀπὸ Σόλωνοϲ· ἕκτη γὰρ ἦν ἀπ᾿ ἐκείνου, παῖϲ γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνοϲ. ὁ δὲ Σόλων εἰϲ Νηλέα ἀναφέρει τὸ γένοϲ. καὶ Ἀρίϲτων δὲ ὁ Πλάτωνοϲ πατὴρ ἐκ τοῦ Κόδρου γένουϲ κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱϲτόρηται [*](1695 ἅμα — χρήματα Men. Prot. fr. 11, FHG 4, 214 ═ EL 183, 17 — 8 1696 — κοττάβου cf. H ὅτι sq. Aeliano attr. Valck.; Y 83 — 4 1697 — ὀργά νου cf. Ambr. 809 ὁ sq. cf. sch. Ap. Rh. ΙΙ 1052 sq., Et. M. 731, 43 1698 — ἐϲτέργοντο ═ P cf. sch. Theocr. 3, 29 g, H 1699 cf. Zon. 1552; l. ═ Ambr. 790 1700 cf. Ambr. 824, Zon. 1554 1701 Πλαταιεῖϲ sq. ═ Ambr. 802 1702 — κώπη ═ Zon. 1553 ὥϲπερ sq. Ar. Th. 771 — 2 c. sch. 1704 ═ ? cf. H 1705 Ar. Ach. 132 c. sch.; — γυνή ═ Ambr. 820 cf. H, Zon. 1553 1706 ═ Synt. Laur. et Gud. 1707 cf. Laert. 3, 1 sqq., sch. Pl. Tim. 20 e) [*](1695 Men. cf. v. A 3339 1696 cf. v. M 153 1697 cf. 1712 et v. A 4121s 1702 cf. 45 1707 Ps. Hesych. 55) [*](A(GFVM)) [*](1 μέρουϲ AFV ἐπεντίθεται M ἐπιτίθενται GF ἐπιτίθεται sch. 9 μήκωνοϲ] μίνωοϲ A 10 πλαττάϲειν AM πατάϲϲειν V 11 πλατταγή A 13 καὶ sec. om. V 15 τόπου] ποταμοῦ G 17 Πλαταιαία Port. Πλατεαία Bhd. 20. 21 παραφράγμαϲι Μ 24 Ἀριϲτοφάνηϲ — 25 αἰτιατικῇ om. FV 26 Ἀρίϲτωνοϲ — p. 144, 7 Πλάτωνοϲ] ὁ ϲοφὸϲ ϲυγγραφεὺϲ καὶ ποιητὴϲ τῶν Ἐλλήνων F 27 Πατώνηϲ Α cf. p. 141, 8 28 post γενομένη lac. statuit Hemst. τοῦ π?? τοῦ ἀδελφοῦ V 29 ὁ] ὁ τοῦ V cf. p. 141, 1 30 Μελανθίου V)

141
δέ, ὡϲ ἔκ τινοϲ θείαϲ ὄψεωϲ ἡ μήτηρ Πλάτωνοϲ ἔγκυοϲ ἐγένετο, ἐπιφανέντοϲ αὐτῇ τοῦ Ἀπόλλωνοϲ. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ ϲυνεγένετο. ἐτέχθη δ᾿ ἐν Αἰγίνη ἐν τῇ πη΄ ὀλυμπιάδι μετά τὰ προοίμια τοῦ Πελοποννηϲιακοῦ πολέμου, καὶ ἐβίω ἔτη β΄ καὶ π΄. τελευτᾷ δὲ ἐπὶ τῆϲ ρη΄ ὀλυμπιάδοϲ, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάταξ ϲώματοϲ εἰϲ πεῖραν δεξάμενοϲ· εὐωχήθη δ᾿ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ᾿ αὐτὸν υἱοὶ τῷ Ἀρίϲτωνι Ἀδείμαντοϲ καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάϲκεται παρά τινι Διονυϲίῳ, ἐγυμνάϲθη δὲ τὰ εἰϲ παλαίϲτραν παῤ Ἀρίϲτωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβουϲ καὶ τραγῳδίαϲ· ἀπογνοὺϲ δέ τούτων ἐφιλοϲόφηϲε παρὰ Σωκράτει ἐπὶ ἔτη κ΄. καὶ λόγοϲ, ἰδεῖν Σωκράτην, καθ᾿ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖϲ γόναϲιν ἐπικαθήμενον. προϲηγορεύετο δὲ Ἀριϲτοκλῆϲ, διὰ δὲ τὸ πλατὺϲ εἶναι τὸ ϲτέρνον Πλάτων ἐπωνομάϲθη, ἄλλοι δὲ ὡϲ πλατὺν ἐν λόγοιϲ Πλάτωνα κληθῆναι. τρὶϲ δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸϲ τοὺϲ τυράννουϲ Διονυϲίουϲ· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίϲ τιϲ Λίβυϲ καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν ϲχολὴν αὐτοῦ καθ᾿ ἕνα οἵδε· Σπεύϲιπποϲ, Ξενοκράτηϲ, Πολέμων, Κράντωρ, Κράτηϲ. οἱ δὲ Σωκρατίδεϲ, Ἀρκεϲίλαοϲ, Λακύδηϲ, Εὔανδροϲ Φωκαεύϲ, Δάμων Λεοντεύϲ, Μοϲχίων, Εὔανδροϲ Ἀθηναῖοϲ, Ἡγηϲίνουϲ, Καρνεάδηϲ, Ἁρμάδαϲ. εἰϲὶ δὲ οἱ γνήϲιοι αὐτοῦ διάλογοι πάντεϲ νϚ΄, ὦν οἱ μέν εἰϲι φυϲιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτι κοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰϲ βιβλία ι΄, οἱ δὲ Νόμοι εἰϲ ιβ΄, τετραλογίαι δὲ λοιπαὶ θ΄.

1708 Πλάτων, Ἀθηναῖοϲ, κωμικόϲ, γεγονὼϲ τοῖϲ χρόνοιϲ κατὰ Ἀριϲτοφάνην [*](Hesy.) καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κη΄ ταῦτα· Ἄδωνιϲ, Ἀφ᾿ἱέρων, Γρῦπεϲ, Δαίδαλοϲ, Ἑορταί, Ἑλλὰϲ ἢ Νῆϲοι, Εὐρώπη, Ζεὺϲ κακούμενοϲ, Ἰώ, Κλεοφῶν, Λάϊοϲ, Λάκωνεϲ ἢ Ποιηταί, Μέτοικοι, Μύρμηκεϲ, Μαμμάκυθοϲ, Μενέλεωϲ, Νῖκαι, Νὺξ μακρὰ, Ξάνται ἡ Κέρκωπεϲ, Περιαλγήϲ, Ποιητήϲ, Πείϲανδροϲ, Πρέϲβειϲ, Παιδίον, Σφιϲταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολοϲ, Φάων. ἔϲτι δὲ λαμπρὸϲ τὸν χαρακτῆρα. ὥϲ φηϲιν Ἀθηναῖοϲ ἐν τοῖϲ Δειπνοϲοφιϲταῖϲ, [*](1 τοῦ Πλάτωνοϲ V cf. p. 140, 29 ἔγγυοϲ GVM; παιζούϲιν οἱ Ἕλληνεϲ τὴν A(GVM) τοῦ Πλάτωνοϲ τερατευόμενοι γένεϲιν καὶ τὸ καθαρὸν τοῦ βίου· οἱ ἀϲτέρεϲ δὲ καὶ οἱ φαιδροὶ ἐν τῷ τέωϲ οὐδαμοῦ mg. add. ArM 6 εὐώχει G 7 ὑπνῶν] δειπνῶν Rohde 8 Πωτώνη A cf. p. 140, 27 12 Σωκράτει ed. pr.: cp. V Σωκράτην AGM κ΄] η΄ Rohde (περὶ ἔτη κ΄ ὧν Daub) 13 κύκλον A 14 πλατὺϲ] ἔτεροϲ δὲ ὡϲ πλατύϲωμον ὄντα mg. add. Ar 15 ὡνομάϲθη V ὡϲ— Πλάτωνα] διὰ τὸ πλατὺν εἶναι ἐν λ. Πλ. λέγουϲι V 18. 19 ἐδέξαντο V 20 οἱ δὲ Σωκρ(άτουϲ) del. Bhd. οἱ δὲ del. Flach Σωκρατίδεϲ GVM: Σωκρατίδ A Σωκράτουϲ ed. pr. Σωκρατίδηϲ Bücheler 21 Λάμων V 22 Ἀρμάδαϲ] Χαρμάδαϲ Resnies. 23 εἰϲι ex A solo 25 τετραλογίαι Port.: τερατολογίαι omnes 27 καὶ om. G καὶ Φερεκράτην GVM 28 ταῦτα om. G 29 καλούμενοϲ V Ἰώ om. V 30. 31 Ξάντριαι Bhd. 31 ταῦτα om. G 29 καλούαλγϲῖϲ V Ποιηταῖϲ A Ποιηταί V)

142
[*](Hesy.) ὅτι καὶ Ἀνδροφόνοϲ ἐϲτὶ δρᾶμα Πλάτωνοϲ καὶ Συνεξαπατῶν καὶ Πανηγυριϲταὶ καὶ ἄλλα πλεῖϲτα.

1709 Πλάτων ὁ φιλόϲοφοϲ πένηϲ ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃϲ μέροϲ ἐλάχίϲτον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆποϲ ἐγγύϲ τι χρυϲῶν τριῶν νομιϲμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόϲοδοϲ ὕϲτερον χιλίων ἢ καὶ πλειόνων ὁλίγον. ηὐξήθη δὲ αὕτη κετὰ τοὺϲ νεωτέρουϲ χρόνουϲ, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνηϲκόντων καὶ κατὰ διαθήκαϲ ἀπολειπόντων τοῖϲ φιλοϲοφοῦϲιν ἀφορμὴν τῆϲ ἐπὶ τῷ φιλοϲόφῳ βίῳ ϲχολῆϲ καὶ γαλήνηϲ. ὅτι [*](E) ὁ Πλάτων ἐν Νόμοιϲ φηϲὶν ἐλευθέραν εἶναι τὴν ψυχὴν καὶ δέϲποιναν τῶν παθῶν. τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν παϲῶν νικῶν πρώτη καὶ ἀρίϲτη, τὸ δὲ ἡττᾶϲθαι αὐτὸν ὑφ᾿ ἑαυτοῦ αἴϲχιϲτόν τε καὶ κάκεϲτον. ἴϲμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν οἶον νεῦρα ἢ μήρινθοί τινεϲ ἐνοῦϲαι ϲπῶϲί τε ἡμᾶϲ καὶ ἀλλήλαιϲ ἀνθέλκουωϲιν, ἐναντίαι γε οὖϲαι ἐπ᾿ ἐναντίαϲ πράξειϲ. οὐ δὴ διωριϲμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φηϲιν ὁ λόγοϲ δεῖν τῶν ἔλεξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνηϲ ἀνθέλκειν τοῖϲ ἄλλοιϲ μέτροιϲ ἕκαϲτον, ταύτην δὲ εἶναι τὴν τοῦ λογιϲμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ ϲοφὸϲ ὡϲ τῇ βουλῇ τῆϲ ψυχῆϲ ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεϲιν. ὁ αὐτὸϲ Πλάτων φηϲὶ θεολογῶν· τί τὸ ὂν μὲν ἀεί, γένεϲιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήϲει τοῦ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰϲθήϲει ἀλόγῳ δοξαϲτὸν γινόμενον μὲν καὶ ἀπογινόμενον, ὄντωϲ δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέροϲ χρόνου τὸ ἦν καὶ ἔϲται, ἃ δὴ φέροντεϲ λανθάνομεν ἐπὶ τὴν ἀῖδιον οὐϲίαν, οὐκ ἀρθῶϲ· λέγομεν γὰρ δή, ὡϲ ἦν, ἔϲτι τε καὶ ἔϲται. τὸ δὲ ἔϲτι μόνον κατὰ τὸν ἀληθινὸν λόγον προϲήκει θεῷ, τὸ δὲ ἦν καὶ ἔϲται περὶ τὴν ἐν χρόνῳ γένεϲιν οὖϲαν πρέπει λέγεϲθαι, τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτωϲ οὔτε νεώτερον οὔτε πρεϲβύτερον χρὴ λέγεϲθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέϲεώϲ ἐϲτιν ἁπάϲηϲ ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώϲειϲ πολλὰϲ ὑποδεχόμενον εἰκότωϲ ἔφηϲεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸϲ Πλάτων φηϲίν ἀγαθὸϲ μὲν ὁ θεὸϲ τῷ ὄντι καί γε λεκτέον αἴτιοϲ τῶν ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιοϲ. ὁ αὐτὸϲ ἐν τοῖϲ Νόμοιϲ δεικνὺϲ ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸϲ οἰάκων ἐπειλημμένον φηϲίν· ὁ μὲν δὴ θεὸϲ ὀρχὴν καὶ τελευτὴν καὶ μέϲα τῶν πάντων ἔχων [*](1708 Ἀνδροφόνοϲ Ath. 7, 279 c, Συνεξαπατῶν Ath. 7, 279 a 1709 — γὰλή· νηϲ Dam. fr. 158 cf. Phot. Bibl. 346 a 34—38 vs. 10 ὁ Πλάτων sq. Georz. 82, 14—83, 7; 84, 12—85, 6; 85, 17—88, 4; 16—24; cf. 89, 12) [*](A(GVM)) [*](1 δράματα V Βάτωνοϲ coll. v. B 188 Burney sed cf. Ath. 7, 279 a et c (a Casaubon. corr.) 4 κῆπον] δεῖπνον G 9 ὅτι om G 10 ὁ om. G V M 11.12 ἀρίϲτη καὶ πρώτη Α 13 μηρινθαί G 16 ἕλξεων Α, Georg.: λέξεων G V M ἐκείνοιϲ G V M 20 ἀεί alt. A V M: μὲν καὶ ἀπογινόμενον G cf. vs. 22, μὲν ἀεί Georg. 24 οὐϲίαν] φηϲιν V 25 τε] δὲ Α τό—26 ἔϲται om. A 25 ἔϲτι alt. V, Georg.: ἦν GM 26 θεῷ om. V, Georg. 27 τὸ— 28 λέγεϲθαι om. A 27 κατ᾿ αὐτὸν V of. Georg. 29 γενόμενον Α 30 πόλεν —φηϲίν] ἄλλωϲ καὶ πᾶϲιν ὁ αὐτὸϲ ἔλεγε Π. V 32 πάντων A G M ἐν] καὶ V cf. p. 143, 37 δείκνυϲιν G 33 ἐπιλημμένον G V, v. l. Georg. 34 τάν] τὴν V)

143
εὐθέα περαίνει κατὰ φύϲιν περιπορευόμενοϲ, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρόϲ· ἧϲ ὁ μὲν εὐδαιμονήϲειν πέλλω ἐχόμενοϲ ξυνέπεται ταπεινὸϲ καὶ κεκοϲμημένοϲ, ὁ δέ τιϲ ἐξαρθεὶϲ ὑπὸ μεγαλαυχίαϲ ἢ χρήμαϲιν ἐπαιρόμενοϲ ἢ τιμαῖϲ ἢ καὶ ϲωμάτων εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ᾿ ὕβρεωϲ, ὡϲ δὴ οὔτ᾿ ἄρχοντοϲ οὔτ᾿ αὖ ἡγεμόνοϲ δεόμενοϲ, ἀλλὰ καὶ ἄλλοιϲ ἱκανὸϲ ὢν ἡγεῖϲθαι, καταλείπεται ἔρημοϲ θεοῦ, καταλειφθεὶϲ δὲ καὶ ἔτι τοιούτουϲ ἄλλουϲ λαβών, ϲκρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖϲ τιϲιν ἔδοξεν εἶναί τιϲ, μετὰ δὲ χρόνον ὑποϲχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάϲτατον ἐποίηϲε. διὰ τούτων ὁ φιλόϲοφοϲ καὶ τὸν τοῦ παντὸϲ ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖϲ ἀνοήτοιϲ προϲγινομένην λώβην καὶ τὴν ἐϲ ὕϲτερον αὐτοῖϲ ἐπιφερομένην πανωλεθρίαν. ὁ αὐτὸϲ ἐν τῷ Γοργίᾳ καὶ τῆϲ τιμωρίαϲ δηλοῖ τὰϲ αἰτίαϲ λέγων ὡδί· προϲήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ᾿ ἄλλου ὁρθῶϲ τιμωρουμένου ἢ βελτίων γίνεϲθαι καί τι τῷ ὄντι ὀνίναϲθαι ἢ παρά δειγμα ἄλλοιϲ γίγνεϲθαι, ἵν᾿ ἐκεῖνοι ὁρῶντεϲ πάϲχοντα ἃ πάϲχει, φοβούμενοι βελτίουϲ γίγνωνται. εἰϲὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντεϲ ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάϲιμα ἁμαρτήματα ἁμαρτάνωϲιν. ὄμωϲ δὲ δι᾿ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖϲ ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν ᾄδου. οὐ γὰρ οἷόν τε ἄλλωϲ ἀδικίαϲ ἀπαλλάττεϲθαι. οἳ δ᾿ ἂν τὰ ἔϲχατα ἀδικήϲωϲι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, νωνται, ἐντεῦθεν τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντεϲ, ἄλλοι δὲ ὀνίνανται οἱ τούτουϲ ὁρῶντεϲ διὰ τὰϲ τοιαύταϲ ἁμαρτίαϲ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάϲχονταϲ καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶϲ παραδείγματα ἀνηρτημένουϲ. ταῦτα δὲ ἔοικε ϲεϲυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωϲέωϲ ὑπὸ τοῦ θεοῦ πρὸϲ τὸν Φαραὼ λεχθέντα· εἰϲ αὐτὸ τοῦτο ἐξήγειρά ϲε, ὅπωϲ ἐνδείξωμαι ἐν ϲοὶ τὴν δύναμίν μου· ὅπωϲ διαγγελῇ τὸ ὄνομά μου ἐν πάϲῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰϲ κολάϲειϲ ἐπήνεγκεν ὁ θεόϲ, οὐχ ὥϲτε ἀποφῆναι βελτίονα (ἤδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθοϲ ἀνήκεϲτον), ἀλλ᾿ ὅπωϲ τὰ περὶ ἐκείνου διηγήματα πᾶϲιν ὡφελείαϲ γένωνται παραδείγματα καθάπερ αἱ πόλειϲ τρέφουϲι τοὺϲ δημίουϲ, οὐκ ἐπαινοῦϲαι μὲν αὐτῶν τὴν προαίρεϲιν, ἀνεχόμεναι δὲ τῆϲ τούτων ὑπηρεϲίαϲ διὰ τὴν χρείαν καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸϲ περὶ τῶν λήξεων καὶ ἀποκληρώϲεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί φηϲιν· ὁ μὲν ἀτέλεϲτοϲ καὶ ἀκάθαρτοϲ εἰϲ ἅδην ἀφικόμενοϲ, ἐν βορβόρῳ κείϲεται, ὁ δὲ τετελεϲμένοϲ καὶ κεκαθαρμένοϲ [*](1 τῷ] τῶν G 3 ὁ V, Georg.: εἰ AGM 8 ἄμα] ἄτιμα A 12. 13 ἐπιφερομένην A(GVM) αὐτοῖϲ GVM 14 τῷ ἐν τιμωρίᾳ] ὑπὸ τιμωρίαϲ V 15 τιμωρουμένψ AGM βελτίων V, v. l. Georg.: βελτίουϲ AGM, Theodoret. γενέϲθαι GM τι τῷ ὄντι] τούτω V om. Georg. 16 γίνεϲθαι GV, v. l. Georg. 16. 17 φοβούμενοι om. V 17 γίγνονται M γίνονται V cf. Georg. οἱ om. V δντεϲ V 18 ἂν ἰάϲιμα] γρ. εἰ ἀνιάϲιμα ss. M cf. Georg. 19 ὁμοίωϲ A 21. 22 γένωνται A, Georg.: γίνονται GVM 22 ἐντεξῦθεν V Georg.: ἐκ τούτων AGM 23 οὐδὲν— δὲ ὀνίνανται om. V 26 δὲ om. AGM 29 γενομένῳ V 30 ἤδη V 34 διὰ — 35 δῆλα om. V 35 λέξεων A, corr. Ar 36 φηϲιν] λέγει V 37 ἐν] καὶ V cf. p. 142, 32)
144
ἐκεῖ μεταχωρήϲαϲ μετὰ θεῶν οἰκήϲει. καὶ αὖθιϲ· τὸν μὲν γὰρ δικαίωϲ τὸν βίον διεληλυθότα καὶ ὁϲίωϲ, ἐπειδὰν τελευτήϲῃ, εἰϲ μακάρων γήϲουϲ οἰκεῖν ἐν πάϲῃ εὐδαιμονίᾳ κακῶν ἐκτόϲ, τὸν δὲ ἀδίκωϲ καὶ ἀθέωϲ εἰϲ τὸ κρίϲεώϲ τε καὶ δίκηϲ δεϲμωτήριον, ὃ δὴ Τάρταρον καλοῦϲιν, ἰέναι. ταῦτα ἐκ τῶν Αἰγύπτου μεμάθηκε.

[*](Δ)

1710 Πλάτωνοϲ· φυλάττει.

[*](Δ)

1711 Πλατώνειοϲ λόγοϲ: ὁ τοῦ Πλάτωνοϲ.

[*](Σ)

1712 Πλατυγίζει: τοῖϲ πτεροῖϲ κρούει. πλατυγίζῃ καὶ θαλαττοκοπεῖϲ. [*](Ar.) ἄμφω μεγαλορρημοϲύνηϲ ῥήματα. ἀντὶ τοῦ πλατύνῃ καὶ ἀλαζονεύῃ. ἀπὸ τοῦ πλατυτέρου μέρουϲ τῆϲ κώπηϲ, ὃ τῇ θαλάττῃ μᾶλλον προϲερείδει καὶ τύπτον τὸ ὕδωρ τῇ εἰρεϲίᾳ κτύπον ἀπεργάζεται, ἡ μεταφορά. κυρίωϲ δὲ πλατυγίζειν ἐϲτὶ τὸ ἐπιτιθέναι τὸ πλαταγώνιον τῇ ἀριϲτερᾷ χειρὶ καὶ παίειν τῇ δεξιᾷ καὶ ἦχον ἀποτελεῖν.

[*](Synt.)

1713 πλατὺνω· αἰτιατικῇ· πλάτυνον τὸ ϲτόμα ϲου. δοτικῇ δέ· πλατύναι ὁ θεὸϲ τῷ Ἰάφεθ.

[*](Soph.)

1714 Πλατύπιλοϲ κυνῆ περικεφλαία Θεϲϲαλίϲ· περὶ πίλου λίγει.

[*](Σ)

1715 Πλαίϲιον: τετράγωνοϲ τάξιϲ ϲτρατεύματοϲ. καὶ τὸ ἐκ ξύλων [*](Tact.) τετραγώνων πῆγμα, ὅ τινεϲ πλινθίον καλοῦϲιν. ὁπόταν πρὸϲ πάϲαϲ τὰϲ πλευρὰϲ παρατάξηταί τιϲ ἑτερομήκει ϲχήματι.

[*](Ar.)

1716 Πλαίϲια ϲύμπτυκτα: τὰ τῶν ξύλων τετράγωνα, ὥϲπερ πλινθία, ἐν οἷϲ πλινθεύουϲι ϲύμμικτα πρὸϲ οὐδέν, ἀλλ᾿ οἷον περιττὰ καὶ ϲοφά.

[*](Σ + Δ)

1717 Πλέα: πλήρη, πεπληρωμένη. ταύτην μὲν ἄν τιϲ εὐθὺϲ ἡϲθείη [*](Ar.) λαβών. περὶ κύλικόϲ φηϲιν· ἐπειδὴ μεγάλη ἦν καὶ πλέα.

[*](Σ)

1718 Πλέαϲ: πλείουϲ.

[*](Σ)

1719 Πλέθρα: μέτρα γῆϲ, ἤγουν ἄρουραι. ἢ τοὺϲ διύγρουϲ τόπουϲ καὶ βοτανώδειϲ. ἔχει δὲ τὸ πλέθρον πήχειϲ ξη΄δίμοιρον.

[*](10710 ═ Ambr. 788 cf. Ps. Herodian. 196 1711 l. cf. Ambr. 797 1712— κρούει ═ P, Ba 343, 22 πλατυγίζῃ sq. Ar. Eq. 830 c. sch. 1713—αἰτιατιή ═ Synt. Laur. et Gud.; Ps. 80, 11, Gen. 9, 27 1714 sch. Soph. O C 313 — 4 1715 — καλοῦϲιν ═ P cf. H, Zon. 1555, sch. Thuc. 6, 67, 1; Herodian. ap. Et. M. 674, 47 et Theognost. An. Ox. 2, 123, 14 ὁπόταν sq. Tact. 55 1716 ?? Ar. Ran. 800 1717—πλήρη ═ P, Ba 343, 23 cf. H ταύτην sq. Ar. Lys. 201 c. sch. 200 1718 ═ P, Ba 343, 24 cf. sch. B 129, H 1719 ═ P, Ba 343, 25 cf. sch. Ε 245, sch. Pl. Alc. I 123 c et Critiae 115 d, Tim., H, Ps. Herodian. 107)[*](1712 Ar. cf. 1697 et v. Μ 765 1715 cf. 1775; Tact. cf. post litt. Ψ 1717 ?? cf. 1730. Ar. cf. v. Η 587 1719 cf. 936)[*](A(GFVM))[*](2 μακαρίων V 5 Αἰγυπτίων GM 6 Πλάτων, Πλάτωνοϲ G V M φυλάττει A, Ambr.: φ in lac. M φαϲι G om. V 7 καὶ Πλατώνειοϲ G V M ὁ om. G V M 8 πλατυγίζει κ. θαλαττοκοπεῖ F 11 τύπτον] τύπτων VM 12 τὸ alt.] τῷ F πλαταγῶνι F πλατογώνιον G πλατυγώνιον Μ 1713 om. A F V mg. A r 16 κυνῆ—λέγει om. F περικεφαλαία ex V, sch.: om. A G M 17 ἡ τετράγωνοϲ F τάξιϲ AF, Phot. Hes.: ϲτόϲιϲ GVM 18 ὃ] οἵ FV ὁπόταν—19 ϲχήμοη om. F 19 schema ex A M mg (bis, ss. οἷον οὕτω et siglo ad ἑτερομήκει posito M): 12 puncta M: 9 A 20 ϲύμπυκτα G ϲύμπηκτα F 23 πλήρηϲ GM πεπληριυ- μένα F εὐθὺϲ om. FV 27 πλέθρον] γρ. τὸ πέλεθρον ss. M ξη΄] ξϚ΄ ?? Phot. Ba Gsf. sed cf. p. 145, 1)
145

1720 Πλέθρον: τὸ τοῦ ϲταδίου ἕκτον μέροϲ, ὅπερ ἐϲτὶ πηχῶν ξῆ΄· [*](Σ) ὅλον γὰρ τὸ ϲτάδιόν ἐϲτι τετρακοϲίων. ἢ πανταχόθεν ἔχον πόδαϲ λη΄. καὶ Πλεθριαῖον διάϲτημα. ὅτι τὸ πλέθρον ἔχει πόδαϲ ρ΄. [*](Δ |) Ξενοφῶν φηϲι πλεθριαίουϲ φοίνικαϲ φύεϲθαι ἐν Βαβυλῶνι ἢ καὶ μείζοναϲ. ϲταδίου πηχῶν υ΄. ὅτι ἐξέδωκεν ἡ πόλιϲ Ἀθηναίων τὰϲ θυγατέραϲ Ἀριϲτείδου, καὶ Λυϲιμάχῳ τῷ παιδὶ β΄ δραχμὰϲ τῆϲ ἡμέραϲ [*](Ε?) ἐδίδου καὶ γῆϲ πεφυτευμένηϲ ἐδωρήϲατο ν΄ πλέθρα καὶ ἀροϲίμηϲ ρ΄.

1721 Πλέκοϲ: τὸ πλέγμα. τὸ πεπλεγμένον ϲπυρίδιον. ὡϲ ἀπὸ [*](Σ) τοῦ βλέπω βλέποϲ, οὐδετέρωϲ, καὶ ἀπὸ τοῦ ῥέω ῥέοϲ. Αἰϲχύλοϲ· [*](Ar.) ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέοϲ. οὕτωϲ καὶ πλέκοϲ. Ἀριϲτοφάνηϲ· ἀπέπτυϲτ᾿ ἐχθροῦ φωτὸϲ ἔχθιϲτον πλέκοϲ. καὶ αὖθιϲ· τί δ᾿, ὦ τάλαϲ γε, τοῦδ᾿ ἔχῃ πλέκουϲ χρέοϲ;

1722 Πλεκοῦν: τὸ ϲυνουϲιάζειν. παρὰ τὸ πλέκεϲθαι. ϲτύοιντ᾿ ἂν [*](Ar.) ἄνδρεϲ κἀπιθυμοῖεν πλεκοῦν.