Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Phil.)

802 Οὐδὲν μᾶλλον: ὅτι οἱ Σκεπτικοί, τουτέϲτιν οἱ Πυρρώνειοι, τὰ τῶν αἱρέϲεων δόγματα πάντα ἀνατρέποντεϲ αὐτοὶ οὐδὲν ἀποφαίνονται δογματικῶϲ· προϲφέρονται δὲ ἀποφάϲειϲ εἰϲ μήνυϲιν τῆϲ ἀπροπτωϲίαϲ, ὡϲ εἰ καὶ νεύϲανταϲ τοῦτο ἐνεδέχετο δηλῶϲαι. διὰ τῆϲ οὐδὲν ὁριζομένηϲ φωνῆϲ τὸ τῆϲ ἀρεψίαϲ πάθοϲ δηλοῦται· ὁμοίωϲ δὲ καὶ διὰ τῆϲ, οὐδὲν μᾶλλον, καὶ τῆϲ, παντὶ λόγῳ λόγοϲ ἀντίκειται, καὶ ταῖϲ ὁμοίαιϲ. λέγεται δὲ τὸ οὐδὲν μᾶλλον θετικῶϲ, ὡϲ ὁμοίων τινῶν ὄντων· οἷον, οὐθὲν μᾶλλον ὁ πειρατὴϲ κακόϲ ἐϲτιν ἢ ὁ ψεύϲτηϲ. ὑπὸ δὲ τῶν Σκεπτικῶν οὐ θετικῶϲ, ἀλλ᾿ ἀναιρετικῶϲ λέγεται· ὡϲ ὑπὸ τοῦ ἀναϲκευάζοντοϲ καὶ λέγοντοϲ, οὐ μᾶλλον ἡ Σκύλλα γέγονεν ἢ Χίμαιρα. αὐτὸ δὲ τὸ μᾶλλον ποτὲ μὲν ϲυγκριτικῶϲ ἐκφέρεται· ὡϲ ὅταν φῶμεν, μᾶλλον τὸ μέλι γλυκὺ ἢ τὴν ϲταφίδα· ποτὲ δὲ θετικῶϲ καὶ ἀναιρετικῶϲ· ὡϲ ὅταν λέγωμεν, μᾶλλον ἡ ἀρετὴ ὠφελεῖ ἢ βλάπτει. ϲημαίνομεν γάρ, ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δ’ οὔ. ἀναιροῦϲι δ’ οἱ Σκεπτικοὶ καὶ αὐτὴν τὴν οὐδὲν μᾶλλον φωνήν· ὡϲ γάρ, οὐ μᾶλλόν ἐϲτι πρόνοια, ἢ οὐκ ἔϲτι· οὕτω καὶ τό, οὐδὲν μᾶλλον ἔϲτιν, ἢ οὐκ ἔϲτι. ϲημαίνει οὖν ἡ φωνὴ τὸ μηδὲν ὁρίζειν, ἀλλ’ ἀπροϲθετεῖν. ἡ δὲ παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ ϲυνάγει τὴν ἐποχήν. τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων, τῶν δὲ λόγων ἰϲοϲθενούντων, ἀγνωϲία τῆϲ ἀληθείαϲ ἐπακολουθεῖ. εἰϲὶ δέκα τρόποι, καθ’ οὓϲ τὰ ὑπερκείμενα παραλλάττοντα ἀπεφαίνετο.

[*](Ε)

803 Οὐδὲν μέλον αὐτῷ· τὸ δὲ τῶν Ῥωμαίων ἄθροιϲμα ἀπόμαχον ἦν, οὐδὲν μέλον αὐτῷ περὶ ἀλλοτρίου τοῦ πράγματοϲ τῶν γινομένων τὴν φροντίδα τιθέμενον.

[*](Σ + Ar.)

804 Οὐδὲν πρὸϲ ἔποϲ: ἀντὶ τοῦ ὡϲ ἔτυχεν, ἕνεκα μηδενόϲ.

[*](Ar.)

805 Οὐδὲν πρὸϲ ἔποϲ οὕτωϲ ἀνοήτωϲ ἐκβαλῶ, πρὶν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ᾿, ὅπωϲ ἔχει. ἀντὶ τοῦ ὡϲ ἔτυχεν, ἐκ τοῦ μηδενόϲ.

[*](799 l. c. Ar. Nu. 580 contulit Gsf. 801 cf. Cohn Z. d. P. p. 79 n. 73 802 Laert. 9, 74 — 76, 79 803 Th. Simoc. 3. 3, 9 804 sch. Ar. Eccl. 751 l. ═ P, Ba 322, 2 (seq. lac.) 805 Ar. Eccl. 751 — 2 c. sch.)[*](802 cf. v. Μ 115 805 cf. 975)[*](A(GFSM))[*]( 1 μόνον S 3 ὅϲ τε] ὥϲτε FS ὅϲ γε Mec, Bhd. 800 om. AFS 16 οὐδὲν G πειραϲτὴϲ Mec ἐϲτιν om. G ὁ alt.] καὶ A 22 γάρ] οὖν A 23 γάρ ex A, Laert. 24 ἐϲτιν om. S 28 δέκα τρόποι AM ζήτει supra δέκα M cf. Laert.: δὲ καὶ τρόποι S δὲ κακότροποι G καθ’ οὓϲ τὰ GMec, Laert.: κατὰ AMac καὶ τὰ S 803 omisso l. ante 802 S 30 ὑπόμαχον GM 31 μέλλον GFS τοῦ om. GF 805 non nov. gl. M)
579

806 Οὐδὲν πρὸϲ τὸν Διόνυϲον: Ἐπιγένουϲ τοῦ Σικυωνίου τραγῳδίαν [*](Σ) εἰϲ τὸν Διόνυϲον ποιήϲαντοϲ, ἐπεφώνηϲάν τινεϲ τοῦτο· ὅθεν ἡ παροιμία. βέλτιον δὲ οὕτωϲ· τὸ πρόϲθεν εἰϲ τὸν Διόνυϲον γράφοντεϲ τούτοιϲ ἠγωνίζοντο, ἅπερ καὶ Σατυρικὰ ἐλέγετο· ὕϲτερον δὲ μεταβάντεϲ εἰϲ τὸ τραγῳδίαϲ γράφειν κατὰ μικρὸν εἰϲ μύθουϲ καὶ ἱϲτορίαϲ ἐτράπηϲαν, μηκέτι τοῦ Διονύϲου μνημονεύοντεϲ· ὅθεν τοῦτο καὶ ἐπεφώνηϲαν. καὶ Χαμαιλέων ἐν τῷ Περὶ Θέϲπιδοϲ τὰ παραπλήϲια ἱϲτορεῖ, Θεαίτητοϲ δὲ ἐν τῷ Περὶ παροιμίαϲ Παρράϲιόν φηϲιν τὸν ζωγράφον ἀγωνιζόμενον παρὰ Κορινθίοιϲ ποιῆϲαι Διόνυϲον κάλλιϲτον· τοὺϲ δὲ ὁρῶνταϲ τά τε τῶν ἀνταγωνιϲτῶν ἔργα, ἃ κατὰ πολὺ ἐλείπετο, καὶ τὸν τοῦ Παρραϲίου Διόνυϲον, ἐπιφωνεῖν, τί πρὸϲ τὸν Διόνυϲον; ἐπὶ τῶν μὴ τὰ προϲήκοντα τοῖϲ ὑποκειμένοιϲ φλυαρούντων. καὶ αὖθιϲ· τὸν Κόροιβον Ὀδυϲϲέα φήϲαϲ εἶναι τὸν πολύτροπον. καίτοι [*](Ε?) μὴ πρὸϲ τοῦτο παράδειγμα φέρων, τῇ φάτνῃ προϲάγειϲ τὸν κύνα καὶ πρὸϲ τὸν Διόνυϲον ἄγειϲ οὐδέν.

807 Οὐδὲν προτιμῶ ϲου: ἀντὶ τοῦ οὐ φροντίζω ϲου. ἡ φράϲιϲ [*](Ar.) Ἀττική. Ἀριϲτοφάνηϲ Πλούτῳ· φορῶ γὰρ τὸν δακτύλιον ταυτὶ παῤ Εὐδάμου δραχμῆϲ. ἀντὶ τοῦ οὐ φροντίζω ϲου. Εὔδαμοϲ δὲ φιλόϲοφοϲ ἦν.

808 Οὐδ᾿ ἐν ϲελίνοιϲ: ἐπὶ τῶν μηδὲ τὴν ἀρχὴν πεφθακότων. ἀπὸ [*](Σ) τῶν εἰϲ τοὺϲ κήπουϲ ἰόντων· ἐπὶ γὰρ τὰ ἄκρα, τοὺϲ λεγομένουϲ περικήπουϲ, ϲέλινα καὶ πήγανα κατεφύτευον. βούλεται οὖν λέγειν ἡ παροιμία, οὔπω οὐδὲ ἀρχὴν ἔχειϲ τοῦ πράγματοϲ· καθάπερ οὐδὲ οἱ ἐν τοῖϲ κήποιϲ εἰϲιόντεϲ ἐν τοῖϲ ϲελίνοιϲ εἰϲίν.

809 Οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι. οὔ τοι ᾤοντο [*](Ε) χρῆναι μὴ οὐχὶ γενναιότατα ϲυμπλέκεϲθαι τοῖϲ πολεμίοιϲ.

810 Οὐδὲν φρονεῖ δίκαιον ἐϲτυκὼϲ ἀνήρ.

[*](Σ)

811 Οὐ δέον: οὐ πρέπον. ἐκϲτῆναι τῶν χωρίων, ὧν Θευδίβερτοϲ οὐ δέον ἐπιβατεῦϲαι διὰ ϲπουδῆϲ ἔϲχεν.

[*](EL)

812 Οὐδέποτ᾿ ἐγὼ τοῦτον ὑποδέξομαι· οὐδὲ παῤ ἐμοί [*](Ar.) ποτε τὸν Ἁρμόδιον ᾄϲεται, ὅτι παροίνιοϲ ἀνὴρ ἔφυ: ἐν ταῖϲ τῶν πότων ϲυνόδοιϲ ᾖδον μέλοϲ τι, Ἁρμόδιον καλούμενον, οὗ ἡ ἀρχή· φίλτατε Ἁρμόδιε, οὔτι που τέθνηκαϲ. ᾖδον δὲ αὐτὸ εἰϲ [*](806 — φλυαρούντων ═ P τὸν Κόροιβον sq. fort. Eunap. 807 Ar, Pl. 883—4 c. sch. (falso Phryn. fr. 345) 808 ═ P cf. sch. Ar. Vsp. 480, H 809 v. Α 2798 i. e. Agath. 5, 21 p. 325 contulit Bhd. 810 ═ P, Ael. D. fr. 248 ex Eust. l. 455, 40; fr. trag. ad. 330 ═ fr. com. ad. 598 811 ἐκϲτῆναι sq. Proc. Bell. 8, 24, 11 ═ EL 119, 5—6 812 Ar. Ach. 977—981 c. sch.) [*](807 cf v. Π 2885 810 cf. v. Ε 3237 811 cf. v. Δ 244 812 cf. v. Π 367) [*](6 μηκέτι — μνημονεύοντεϲ om. S 8 ὑϲτερεῖ S 14 τὸν] τὴν M A(GSM) 17 φορῶν S τὸν om. GSM ταυτὶ ASMac: τουτονὶ GMγρ τονδὶ Ar. 18 δραχμῆϲ ἀντὶ τοῦ GM: δραχμήϲαντ A δραχμήϲαντα S δὲ om. S 20 τὴν ἀρχὴ om. S πεφθακότων] γρ. ἐφθακότων M ═ Phot. 25 ἀνύειν om. S οὔ τοι Gsf.: οὗτοι GSM οὔτι, nov. gl. A καίτοι Bhd. 27 ἑϲτηκὼϲ AGS 31 ποτε τὸν om. S ὅτι om. G 32 τι] τὸ G)

580
Ἁρμόδιον καὶ Ἀριϲτογείτονα, ὡϲ καθῃρηκόταϲ τὴν τῶν Πειϲιϲτρατιδῶν τυραννίδα. ἦν δὲ καὶ ἕτερα μέλη, τὸ μὲν Ἀδμήτου λεγόμενον, τὸ δὲ Λάμπωνοϲ. ὁ δὲ λόγοϲ, οὐδέποτε παῤ ἐμοὶ ἑϲτιαθήϲεται ὁ τοιοῦτοϲ. παροίνιοϲ δὲ ὁ μέθυϲοϲ καὶ ὑβριϲτήϲ.

[*](Σ)

813 Οὐδὲ πυρφόροϲ: ὅταν πολλοὺϲ ἀποφῆναι βουλώμεθα τοὺϲ τελευτήϲανταϲ, λέγομεν, ὅτι οὐδὲ πυρφόροϲ ὑπελείφθη. οἷον οὐδὲ ὁ τὸ πῦρ οἴϲων εἰϲ τὴν πόλιν. καθάπερ εἰ ἐλέγομεν, οὐδὲ ϲκηνοφύλαξ, ἤ τιϲ τῶν παραπληϲίων.

[*](Prov.)

814 Οὐδὲ πυρφόροϲ ἐλείφθη: ἐπὶ τῶν μεγάλων κινδύνων εἴρηται ἡ παροιμία· ἐπειδὴ πάϲηϲ πολεμικῆϲ παραϲκευῆϲ ἔδει τὸν μάντιν ἡγεῖϲθαι, δάφνηϲ ἔχοντα κλάδουϲ καὶ ϲτέμματα καὶ λαμπάδα· καὶ τούτου νόμοϲ ἦν μόνου φείδεϲθαι τοὺϲ πολεμίουϲ. ἐπὶ τοίνυν τῶν πανωλεθρίᾳ διεφθαρμένων καιρὸν ἔϲχεν ἡ παροιμία.

[*](Soph.)

815 Οὐδ᾿ ἔργα μείω χειρὸϲ ἀρκέϲαϲ ἐμῆϲ: πιθανῶϲ τὸ μὴ εἰπεῖν πλείονα τοῦ πατρὸϲ κακοπαθῆϲαι, ἀλλὰ μὴ ἐλάττονα.

[*](Prov.)

816 Οὐδὲ τὰ τρία Στηϲιχόρου γινώϲκειϲ: ἐπὶ τῶν ἀπαιδεύτων καὶ ἀμούϲων εἴρηται ἡ παροιμία· ἐπειδὴ εὐδόκιμοϲ ἦν.

[*](Σ)

817 0ὐδὲ τἀρχαῖον ποιεῖ.

[*](Ar.)

818 0ὐδὲ χαίρω βατίϲιν οὐδʼ ἐγχέλυϲιν, ἀλλʼ ἥδιον ἂν δικίδιον ϲμικρὸν φάγοιμ᾿ ἂν ἐν λοπάδι πεπνιγμένον. [*](Σ) Λοπάϲ, τὸ τήγανον.

[*](Σ)

819 Οὔδει: ἐδάφει.

[*](Σ)

820 Οὐδεὶϲ δυϲώνηϲ χρηϲτὸν ὀψωνεῖ κρέαϲ.

[*](Σ)

821 0ὐδεὶϲ κομήτηϲ, ὅϲτιϲ οὐ περαίνεται.