Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](EV)

762 Οὐαλεντινιανόϲ, Ῥωμαίων βαϲιλεύϲ, Χριϲτιανὸϲ καὶ τὰ τοῦ ὁμοουϲίου φρονῶν οὐδὲν τοὺϲ ἐναντίουϲ ἠδίκει. ἐγένετο δὲ καὶ πρὸϲ τὸ νομοθετεῖν ἑτοιμότατοϲ, φροντίζων καὶ τῆϲ τῶν θηϲαυρῶν δικαίαϲ ὑποδοχῆϲ, πρὸϲ δὲ ταῖϲ τῶν ἀρχόντων αἱρέϲεϲιν ἀκριβὴϲ καὶ τιμωρίαιϲ τῶν ἀπειθούντων ἀπαραίτητοϲ ἐπί τε τοῖϲ πολέμοιϲ ἄριϲτοϲ. ὁ δὲ Οὐάληϲ τῆϲ Ἀρείου δόξηϲ μεταποιούμενοϲ πολλοὺϲ ἐξορίαιϲ ὑπέβαλλε· καθʼ ὃν χρόνον τῆϲ ἐν Ῥώμῃ ἐκκληϲίαϲ Λιβέριοϲ προειϲτήκει, τῆϲ δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάϲιοϲ καὶ τῆϲ ἐν Κωνϲταντινουπόλει Εὐδόξιοϲ, τῆϲ Ἀρείου θρηϲκείαϲ διδάϲκαλοϲ. ζήτει ἐν τῷ Σαλούϲτιοϲ.

[*](EV)

763 Οὐαλεντινιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων. οὗτοϲ διὰ τὴϲ μητρὸϲ Ἰουϲτίνηϲ παρετράπη τῆϲ ὀρθῆϲ πίϲτεωϲ καὶ ἐξεβλήθη τῆϲ βαϲιλείαϲ. καὶ ἐλθὼν πρὸϲ Θεοδόϲιον ἐπαιδεύθη τὴν ὀρθὴν πίϲτιν· ἔλεγε γὰρ αὐτῷ ὁ Θεοδόϲιοϲ τὴν βαϲιλικὴν παράταξιν ἑϲτάναι οὐ διʼ ὅπλων, ἀλλʼ ἐξ ἀγαθῶν προφάϲεων. καί, οἶδα, φηϲίν, Οὐαλεντινιανέ, παρὰ τῶν εὐϲεβεϲτάτων βαϲιλέων, ἡϲυχάζοντοϲ τοῦ ϲτρατοπέδου, τὴν νίκην κατορθωθεῖϲα καὶ τοὺϲ πολεμίουϲ ὑποταγένταϲ ὑποτελεῖϲ γεγενῆϲθαι τοῦ προλαβόντοϲ κινδύνου. οὕτω καὶ ὁ Κωνϲταντῖνοϲ ὁ μέγαϲ ἀνορθωθεὶϲ Λικίννιον τὸν τύραννον ἐν ναυαγίῳ διέφθειρεν, οὕτω καὶ Οὐαλεντινιανὸϲ ὁ ϲὸϲ πατὴρ εὐτυχέϲτερον τὴν βαϲιλείαν καὶ ἀβλαβῆ παρὰ τῶν πολεμίων ἰθύνων ἐτέλεϲε, τοῦ θεοῦ ἐκδικοῦντοϲ αὐτόν, καὶ μάχαϲ ἀναριθμήτουϲ καὶ νίκαϲ ἀπίϲτουϲ ἐδέξατο, πολλοὺϲ βαρβάρουϲ διαφόρωϲ ἀνελών. Οὐάληϲ δὲ ὁ θεῖοϲ ὁ ϲὸϲ τὸν θεὸν διαϲπαράττων ἐμίανε τὴν ἐκκληϲίαν ὁ βέβηλοϲ διὰ τῆϲ ϲφαγῆϲ τῶν ἁγίων καὶ ἐξορίαϲ τῶν ἱερέων. ὃϲ τῇ τοῦ θεοῦ βουλήϲει ὑπὸ τῶν Γότθων πολιορκηθεὶϲ ἐκαύθη. ὀρθῶϲ τὸν Χριϲτὸν ϲέβει ὁ ἀδίκωϲ ϲε ἐκβαλών. ἡ ϲὴ ἀπιϲτία Μαξίμῳ εὐχέρειαν ϲυνήνεγκεν. εἰ τὸν Χριϲτὸν βλάπτομεν, τίνα παρακαλέϲομεν μαχόμενοι; ταῦτα καὶ πλείω τούτων νουθετήϲαϲ Θεοδόϲιοϲ Οὐαλεντινιανὸν εἰϲ τὴν ὀρθὴν πίϲτιν μετήγαγεν.

[*](EV)

764 Οὐάληϲ, βαϲιλεὺϲ Ῥωμαίων· ὃϲ κακοδοξῶν καὶ ϲυγκροτῶν τοὺϲ αἱρετικοὺϲ εἰϲ τὴν ὁδὸν τῶν ἰδίων πατέρων ἐπορεύετο. καὶ γὰρ ἐπιϲκόπουϲ εἰϲ ἐξορίαν ἔπεμπε καὶ πρεϲβυτέρουϲ καὶ διακόνουϲ καὶ μοναχούϲ, Τατιανοῦ τότε ἄρχοντοϲ Ἀλεξανδρείαϲ· καὶ πολλοὺϲ τῶν Χριϲτιανῶν [*](762 — vs. 12 διδάϲκαλοϲ Io. Antioch. fr. 182, FHG 4, 607 ═ EV 1, 201, 29 — 202, 10 763 Georg. 565, 6 — 566, 15 ═ EV 1,152, 24—153,17 764 Georg. 550,19—551,17, 552, 9—20 ═ EV 1,151,12 — 152, 9 cf. Herm. 21, 6) [*](A (GSM))[*]( 2 γὰρ om. S 4 Οὐαλεντινιανόϲ πατήρ add, S cf. ad vs. 13 et 32 6 φωτίζων G 7 τιμωρὸϲ GSM Vales 8 τε A, Exc.: δὲ GSM, Vales 9 ὑπέβαλε SM 12 ζήτει ἐν τῷ Σ. ex M mg.: om. rell. 13 Οὐαλεντινιανόϲ] υἱόϲ add. S cf. ad vs. 4 et 32 15 καὶ ἐλθὼν] ἐλθὼν δὲ πάλιν S 20 ὁ pr. ex A, Exc. 21 Λικίνιον GSM Exc. ac 25 διαφόρουϲ G 29 εἰ GM, Exc.: εἰϲ AS τὸν om. S βλάπτομεν ASM, Exc.: μὴ βλέπομεν G 32 Οὐάληϲ] θεῖοϲ add. S cf. ad vs. 4 et 13 34 πρεϲβύταϲ S cp. A 35 Ἀλεξάνδρου S)

575
ἐβαϲάνιϲε καί τιναϲ πυρὶ παρέδωκε. ταῦτα δὲ πάντα μετὰ τὴν τελευτὴν Ἀθαναϲίου. οἱ οὖν ἐν Κωνϲταντινουπόλει ὀρθόδοξοι ἐλεηθήϲεϲθαι νομίζοντεϲ ὑπὸ Οὐάλεντοϲ πρεϲβείαν ἔϲτειλαν πρὸϲ αὐτὸν ἐν Νικομηδείᾳ τυγχάνοντα, πέμψαντεϲ π΄ ἱερατικοὺϲ ἄνδραϲ, ὧν ἡγοῦντο Θεόδωροϲ καὶ Κουρβαϲὸϲ καὶ Μενέδιμοϲ· οὓϲ ἅπανταϲ ϲὺν τῷ πλοίῳ ὑφαφθῆναι προϲέταξε. καὶ πάντεϲ ϲὺν τῇ νηὶ κατεφλέχθηϲαν, μέχρι Δακιβίζων τοῦ πλοίου διαρκέϲαντοϲ κἀκεῖϲε διαλυθέντοϲ. ἐπὶ τοῦ βδελυροῦ Οὐάλεντοϲ Λούκιόϲ τιϲ ἐπίϲκοποϲ τῆϲ τῶν Ἀρειανῶν αἱρέϲεωϲ παραχρῆμα ὡϲ λύκοϲ τῇ ἐκκληϲίᾳ ἐπεπήδηϲεν· ὁ δὲ Πέτροϲ εἰϲ τὴν Ῥώμην ἀπέφυγεν. ὁ δὲ Λούκιοϲ τοϲαῦτα ἐνεδείξατο, οἷα οὐδὲ ἐν τοῖϲ διωγμοῖϲ τῶν Ἑλλήνων ἐγένετο· τρεῖϲ γὰρ χιλιάδαϲ ἀπέϲτειλε κατὰ τὴν ἔρημον ἀναιροῦνταϲ καὶ πορθοῦνταϲ τοὺϲ θεοϲεβεῖϲ ἄνδραϲ.

765 0ὖ ἀρᾶϲ: οὖ τινοϲ κατάραϲ.

[*](Ps.)

766 Οὔαροϲ, Λαοδικεύϲ, ϲοφιϲτήϲ, ϲύγχρονοϲ Πολέμωνοϲ καὶ ἄλλων.

[*](Hesy.)

767 Οὐάρωνοϲ: ὄνομα κύριον.

[*](Δ)

768 Οὐ γὰρ: Ἀριϲτοφάνηϲ Νεφέλαιϲ. ἀντὶ τοῦ ἀλλὰ καὶ γὰρ Ἀττικῶϲ· [*](Ar.) ὡϲ Καλλίμαχοϲ· ἀκούϲαθʼ Ἱππώνακτοϲ· οὐ γὰρ ἀλλ᾿ ἥκω. ἀντὶ τοῦ καὶ γὰρ ἥκω. καὶ ἐν Βατράχοιϲ, οὐ γὰρ ἀλλά, ἀντὶ τοῦ καὶ γὰρ Ἀττικῶϲ. ἀντὶ τοῦ ἔχω γὰρ κακῶϲ. ὁ δὲ εἶπεν, οὐ γὰρ, ἀλλ’ ἔχω κακῶϲ. τὸ δὲ ἀλλὰ παρέλκεται καὶ ἐν Βατράχοιϲ· οὐ γὰρ ἀλλὰ πειϲτέον. ἀντὶ τοῦ καὶ γὰρ πειϲτέον. οὐδαμῶϲ, φηϲίν, ὀφείλειϲ λέγειν, ἀλλὰ καὶ διδόναι, ἵνα ϲοι πιϲτεύϲω, ὅτι ἀληθῶϲ ἐπαγγέλλῃ μοι αὐτὰ δοδόναι. καὶ ἐν Θεϲμοφοριαζούϲαιϲ· οὐ γὰρ ἀλλ᾿ ὑπερφυῶϲ ὡϲ λευκοπληθὴϲ ἦν ἰδεῖν ἡ ἐκκληϲία.

769 Οὐ γὰρ ἄκανθαι: λεγόμενον ἐπὶ τῶν ὠφελίμων, ἀπὸ τῆϲ τοῦ [*](Σ) βίου εἰϲ τὸ ἡμερώτερον μεταβολῆϲ.

770 0ὐ γάρ μ᾿ οὔ ᾿ϲτιν ἀλλ᾿ ἀκουϲτέον: τὸ τέλειον, οὐ γὰρ [*](Ar.) ἀλλά μοι ἐϲτὶν ἀκουϲτέα. ἀντὶ τοῦ πάνυ γάρ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ. καὶ ἐν Ἱππεῦϲιν· ἄπιθ’· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντοϲ ἡ χάριϲ. ἀντὶ τοῦ καὶ γὰρ τοῦ παραθέντοϲ ἡ χάριϲ.

[*](765 cf. H (ex Cyrill., in Ps. 10, 7), An. Ox. 2, 462, 28 766 cf. Philostr. vit. soph. 2, 28 767 cf. Ambr. 617; l. ═ Ambr. 629 768 — ἥκω alt. sch. Ar. Nu. 232; Call. fr. 92 S. ═ Hipponact. fr. 13, 1. vs. 19 οὐ — 21 κακῶϲ Ar. Ran. 58 c. sch. vs. 21 οὐ—24 διδόναι Ar. Ran. 498 c. sch. plenior. vs. 24 οὐ sq. Ar. Eccl. 386—7 769 ═ P cf. H; Eust O. 1859, 49 (e Suid. sec. Wentzel) 770 — πάνυ γάρ Ar. Ran. 1180 c sch. ἄπιθ᾿ sq. Ar. Eq. 1205 c sch.)[*](768 Ar. Eccl. cf. v. ϲκυτότομοϲ 769 cf. v Α1183 770 cf v. Α 3206)[*](1 τιναϲ] πολλοὺϲ τῷ S 5 Μενέδημοϲ Mec 6 ὑφαφθῆναι] καῦϲαι S; οἱ A(GFSM) ἐν τῇ νηὶ καέντεϲ π΄ ἱερεῖϲ παρὰ τοῦ Οὐάλεντοϲ mg. add. M 7 Δακιβίβων Gac cf. Exc. 765 om. AFS 15 καὶ τῶν ἄλλων G 18 ἀκούϲαντ᾿ S ἀκούϲαντεϲ A οὐ — 20 εἶπεν om. G 19 καὶ pr. om. S 769 post 771 V, non nov. gl. F 22 ἀντὶ — πειϲτέον om. A 26 λέγομεν GM ἀπὸ] ἐκ F 27 εἰϲ τὸ om. S 770 om. S 28 ᾿ϲτιν GM, Ar.: τίν᾿ AF ἀκουϲτέα GMcc, v. l. Ar. 31 τοῦ alt. om. F)
576
[*](Ar.)

771 0ὐ γὰρ πείϲειϲ, οὐδ᾿ ἢν πείϲῃϲ: καθ’ ὑπερβολὴν λέγει. κἂν πείϲῃϲ, οὐχ ἔξειϲ ἡμᾶϲ πειθομένουϲ.

772 Οὐγκία: εἶδοϲ μέτρου· ἢ ϲταθμόϲ.

[*](Ε)

773 0ὐδαμά· καὶ μέντοι τῆϲ ἀθεῒαϲ Ἐπίκουροϲ ἠνέγκατο μιϲθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν.

[*](Σ)

774 Οὐδαμῆ: ἀντὶ τοῦ οὐδαμόθι. Τηλεκλείδηϲ Ἡϲιόδῳ. Αἰλιανόϲ· [*](Ε) ὁ δὲ ἀποκτείνει αὐτοὺϲ καὶ περιϲυλοῖ ὅϲουϲ ἐπηγάγοντο. ἦν δὲ κόϲμοϲ καὶ ϲκευὴ περὶ τὴν τέχνην τὴν ἑκατέρου οὐδαμῆ εὐκαταφρόνητα. καὶ αὖθιϲ· καὶ μαρτύρια ἐπάγονται οὐδαμῆ ἄϲημα.

775 Οὐδ᾿ αἵματι κλαίω· ζήτει ἐν τῷ αἵματι κλαίειν.

[*](Δ)

776 Οὐδαμινόϲ.

[*](Σ)

777 Οὐδαμῶϲ: κατ᾿ οὐδένα τρόπον.

[*](Σ)

778 Οὐδ᾿ ἀπὸ γῆϲ ὤνυϲεν: ἐπὶ τοῦ ἐλαχίϲτου.

779 Οὐδὲ γρὺ λόγων ἁψάμενοϲ, ὅϲα γε εἰκόϲ ἐϲτι ταῖϲ ἐπιϲτολαῖϲ ϲου τεκμήραϲθαι· Ἰουλιανόϲ.

[*](Σ)

780 Οὐδὲ Ἡρακλῆϲ πρὸϲ δύο: τοὺϲ Μολιονίδαϲ ἔφυγε. Δίων δὲ ἐν β΄ τῆϲ β΄ ϲυντάξεωϲ Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον, καταδείξαντα Ὀλύμπια, πρὸϲ δύο διαπυκτεύϲαντα ἡττηθῆναι.

781 Οὐδὲν ἀνῆκε: περιϲϲὸν τὸ δεν. ἀντὶ τοῦ οὐκ ἀνῆκεν. οὐδὲν ἀνῆκεν εὔνουϲ τε τῇ πατρίδι τῇ ἑαυτοῦ.