Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

61 Ὀδρύϲαι: ὄνομα ἔθνουϲ.

[*](Suid.)

62 Ὀδυρτική: κατ’ ἐναλλαγὴν τοῦ ρ Ὀδύρϲη, τουτέϲτι Θρᾳκική. [*](Ar.) ἢ ἀπὸ τοῦ ὀδύρεϲθαι· τουτέϲτι θρῆνον ἐμποιοῦϲα καὶ ὀδυρμόν. Ἀριϲτοφάνηϲ· λόγχη τιϲ ἐμπέπηγέ μοι δι’ ὀϲτέων ὀδυρτή.

63 Ὀδύϲϲεια. καὶ Ὀδύϲϲειοϲ μηχανή, ἐπὶ τῶν πανούργων. [*](Δ Prον. ?) ὁ δὲ καταδὺϲ εἰϲ πᾶϲαν 'Oδύϲϲειον καὶ πολύπλοκον μηχανὴν τὸν βίον [*](Ε) ἤνυε. καὶ αὖθιϲ· Ὀδύϲϲειόν τινα καὶ Θεμιϲτόκλειον παρεληλυθὼϲ [*](Ε) παουργία. ζήτει Ὀδυϲϲέωϲ περὶ κλοπῆϲ Παλλαδίουυ ἐν τῷ Διομήδειοϲ ἀνάγκη.

64 0 ἐν Τεμέϲῃ ἥρωϲ: ὅταν τιϲ ἀπαιτῶν τι μᾶλλον προϲοφείλων Prov. εὑρεθῇ, τότε λέγεται ὁ ἐν Τεμέϲῃ ἥρωϲ.

65 Ὀζᾶν· ὅτι Δαβὶδ μετὰ τὸ νικῆϲαι τοὺϲ Παλαιϲτίνουϲ ϲυναθροίϲαϲ [*](EV) πάνταϲ τοὺϲ ἐν ἀκμῇ παραγίνεται ἐπὶ τὴν κιβωτόν, ἣ ἔκειτο εἰϲ Καριαθαμά· ἣν βαϲτάϲαντεϲ ἐκ γῆϲ Ἀμιναδάβου οἰκίαϲ, ἐπιθέντεϲ ἐφ᾿ ἅμαξαν καινὴν ἕλκειν ἀδελφοῖϲ τε καὶ παιϲὶν ἐπέτρεψαν μετὰ βοῦν. προῆγε δ’ ὁ βαϲιλεὺϲ καὶ ϲὺν αὐτῷ τὸ πλῆθοϲ, ὑμνοῦντεϲ τὸν θεὸν καὶ ᾄδοντεϲ πᾶν εἶδοϲ ἐπιχώριον, ϲύν τε ὄχλῳ ποικίλῳ κρσουμάτων καὶ ὀρχήϲεων καὶ ψαλμῶν, κατάγοντεϲ τὴν κιβωτὸν εἰϲ Ἱεροϲόλυμα. ὡϲ δ᾿ ἧκον ἄχρι Χείδονοϲ ἅλωνοϲ, οὕτω καλουμένου τόπου, τελευτᾶ Ὀζᾶϲ κατʼ ὀργὴν θεοῦ· τῶν βοῶν γὰρ ἐπινευϲάντων τὴν κιβωτόν ἐκτείναντοϲ τὴν χεῖρα καὶ καταϲχεῖν θελήϲαντοϲ, ὅτι μὴ ὢν ἱερεὺϲ ἥψατο ταύτηϲ, ἀποθανεῖν ἐποίηϲεν. ὁ δὲ λαὸϲ καὶ ὁ βαϲιλεὺϲ ἐδυϲφόρηϲαν ἐπὶ τῷ θανάτῳ τοῦ Ὀζᾶ.

[*](56 cf. H (in Λ 398) 58 ═ P, Ba 312, 21 cf. H, Ambr. 58, sch. Ε 401 (unde Et. M. 615, 34), Ap. S. 118, 28 59 Ὀδύρωμαι— μέλλοντοϲ cf. Ambr. 69 Λιβάνιοϲ, non inventum 30 ═ Synt. Gud., An. Ox. 4, 298, 17 cf. Synt. Laur. 62 Ar. Ach. 1226 c. sch. 63 Ὀδύϲϲεια ═ L cf. Ambr. 54 ὁ—ἤνυε Euunapio attr. Bhd, Ὀδυϲϲειόν—πανουργίαν Dam. fr. 21 sed probabilius Aeliano attr. Bhd. 64 cf. Prov. Plutarchi ll 31 (ed Leutsch 1, 342) 35 los. Ant, 7, 78 82 ═ E V 1, 54,16 —55, 6)[*](61 fort. ex v. Α 1862 63 Eunap. cf. v. 539, Dam cf. v. Ε 3543)[*](4 et 5 Ὀδύρωμαι] Ὀδύρομαι F cf. Ambr. 4 δὲ om. A, nov. gl. A(GFVM) 61 om. AF V 7 Ὀδρύϲαι Mγρ) Ὀδρύϲοι Mac 'Oδρόϲοϲ G 8 'Oδύρϲη] γρ Ὀδρύϲη ss. M 11 καὶ om. A, nov gl. 13 ἤνυε] ὄνυϲε V 64 om. A 17 ὁ om. V 18 ὅτι—29 τοῦ] ὄνομα κύριον, βαϲιλεὺϲ Ἰουδαίων F 18 κι νῆϲαι V 20 Καριαθάμ V Ἀμινουδάβου V 21 ἐπετρέψαντο V βοῦν] τῶν βοῶν Exc.; ζήτει μήποτε ῥῆμά ἐϲτιν μετὰ βοῦν ὡϲ ἐκ τοῦ μεϲαβοῦ mg. Add M 23 ποικίλων V 26 Ὀζᾶν G V Mac 27 ἐκτείναντοϲ— θελήϲαντοϲ] καὶ τὴν χεῖρα ἐ. διὰ τὸ θελῆϲαι καταϲχεῖν V ὢν] ὢν ὁ V 28 ἀποθανεῖν ποίηϲεν] ἀπέθανεν V λαὸϲ— βαϲιλεὺϲ A, Exc.: βαϲιλεὺϲ καὶ ὁ λαὸϲ G V M 9 τοῦ om. V Ὀζᾶν G V Mac.)
510
[*](Σ)

66 Ὄζαι: τὰ δέρματα τῶν ὀνάγρων.

[*](Ar.)

67 Ὄζειν· Ἀριϲτοφάνηϲ· ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μεγίϲτων πραγμάτων μοι δοκεῖ· καὶ μάλιϲτ᾿  ὀϲφραίνομαι τῆϲ Ἱππίου τυραννίδοϲ. οὗτοϲ τύραννοϲ ἦν, ὃϲ ἐποίηϲε τοὺϲ Ἀθηναίουϲ κατωνάκαϲ φορεῖν, ὅπωϲ μὴ δυνηθῶϲι προενεγκεῖν τὰϲ χεῖραϲ. τοῦτον δὲ κατέλευϲαν Λακεδαιμόνιοι. δ΄ ὄντων τῶν Πειϲιϲτρατιδῶν, ὁ δὲ Ἱππίαϲ πρεϲβύτεροϲ ἦν τῶν ἄλλων καὶ τυραννίαν ὑπέθετο.

[*](EV)

68 Ὀζίαϲ, Ἀμαϲίου υἱόϲ, ἀγαθὸϲ καὶ δίκαιοϲ τὴν φύϲιν καὶ μεγαλόφρων καὶ προνοῆϲαι πραγμάτων φιλοπονώτατοϲ καὶ πολλοὺϲ πολέμουϲ νενικηκὼϲ καὶ πάντα μέχρι τῶν Αἰγυπτίων ὅρων τῶν Ἱεροϲολύμων ἥρχετο ποιεῖϲθαι τὸ λοιπὸν τὴν ἐπιμέλειαν· καὶ τῶν τειχῶν ὅϲα ὑπὸ χρόνου κατεβέβλητο προϲῳκοδόμηϲε καὶ πύργουϲ πολλοὺϲ ὀκτὼ πήχεων καὶ ἑκατὸν καὶ φρουροὺϲ ἐνετείχιϲε τοῖϲ ἐρήμοιϲ χωρίοιϲ, καὶ πολλοὺϲ ὀχετοὺϲ ὤρυξεν ὑδάτων. κτηνῶν ἄπειρόν τι πλῆθοϲ. γεωργὸϲ δ’ ὢν ϲφόδρα τῆϲ γῆϲ ἐπεμελεῖτο. ϲτρατιᾶϲ δ’ εἶχεν ἐπιλέκτου μυριάδαϲ ζ΄ καὶ λ΄, ταξιάρχαϲ ,β καὶ ὅπλα παντοῖα. γενόμεοϲ δὲ ἐν τοιαύτῃ ϲυντάξει καὶ παραϲκευῇ διεφθάρη τὴν διάνοιαν ὑπὸ τύφου καὶ χαυνωθεὶϲ θνητῇ περιουϲίᾳ τῆϲ ἀθανάτου καὶ πρὸϲ ἅπαντα διαρκοῦϲ τὸν χρόνον ἰϲχύοϲ ὠλιγώρηϲεν· αὕτη δʼ ἦν ἡ πρὸϲ τὸν θεὸν εὐϲέβεια καὶ τὸ τηρεῖν τὰ νόμιμα. ὤλιϲθε δ’ ὑπʼ εὐπραξίαϲ καὶ κατηνέχθη πρὸϲ τὰ τοῦ πατρὸϲ ἁμαρτήματα, πρὸϲ ἃ κἀκεῖνον ἡ τῶν ἀγαθῶν λαμπρότηϲ καὶ τὸ μέγεθοϲ τῶν πραγμάτων, οὐ δυνηθέντα προϲτῆναι καλῶϲ αὐτῶν, ἤγαγεν. ἐνϲτάϲηϲ δ’ ἡμέραϲ ἐπιϲήμου καὶ πάνδημον ἑορτὴν ἐχούϲηϲ, ἐνδὺϲ ἱερατικὴν ϲτολὴν εἰϲῆλθεν εἰϲ τὸ τέμεοϲ, ἐπιθυϲιάϲων ἐπὶ τοῦ χρυϲοῦ βωμοῦ τῷ θεῷ. τοῦ δὲ ἀρχιερέωϲ Ζαχαρίου καὶ τῶν ὄντων ϲὺν αὐτῷ ἐξ Ἀαρὼν γένουϲ καταβοώντων διεξιέναι καὶ τῶν ὀγδοήκοντα ἱερέων (οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπον, μόνοιϲ δ’ ἐφεῖται τοῦτο ποιεῖν τοῖϲ ἀπὸ τοῦ γένουϲ Ἀαρῶν), καὶ μὴ παρανομεῖν εἰϲ τὸν θεόν, ὀργιϲθεὶϲ ἠπείληϲεν αὐτοῖϲ θάνατον, εἰ μὴ τὴν ἡϲυχίαν ἄξουϲιν.

[*](Ε)

69 Ὀζίαϲ, βαϲιλεὺϲ Ἰϲραήλ. οὗτοϲ εὐϲεβὴϲ ἦν καὶ εὐοδούμενοϲ ἐπήρθη καὶ εἰϲ ἀπόνοιαν ἐλθὼν ἠθέληϲε θυμιάϲαι τῷ θεῷ αὐτὸϲ διʼ ἑαυτοῦ, ὅπερ μόνοιϲ ἐξῆν τοῖϲ ἱερεῦϲι. καὶ θυμιάϲαϲ ἐν τῷ ναῷ εὐθὺϲ [*](66 ═ P, Ba 312, 23 37 Ar. Lys 617 —9 c. sch. 619 68 Ios. Ant. 9, 216 224 EV 1, 68,12 —69, 22 69 Georg 220, 6—10; 221, 9—11) [*](68 cf. v. Ε 3663) [*](A(GFVM))[*]( 66 post 64 GM post 37 V 2 Ἀριϲτοφάνηϲ—7 ὑπέθετο] τῆϲ δυϲωδίαϲ F 5 μὴ om V δὲ] δὴ A κατέλυϲαν Meurs. 7 ἦν AG V cf. sch.: ὢν G 68 om. A 8 τὴν —p 511, 2 ἐκεῖθεν om. F 9. 10 πολλὰ πολέμου G 11 τὸ λοιπὸν M. Exc.: post 10 χειρωϲάμενοϲ post ἤρχετο omisso τὸ G 12 χρόνων V 15 πλῆθοϲ] εἴχε add G, ζήτει ῥῆμα mg. add. M 23 αὐτόν V δ’ ἡμέραϲ] ἡμετέραϲ V 25 δὲ] γὰρ V 26 ἐξ om. V 29 αὐτοῖϲ om. 31 Ἰϲραήλ] Ἱερουϲαλήμ G 32 θυϲιάϲαι G 33 μόνοϲ V ἐν τῷ ναῷ om. V)

511
ἐλεπρώθη. ἐξανέτειλε γὰρ ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ ἐν οἴκῳ κυρίου καὶ κατέϲπαϲεν αὐτὸν ἐκεῖθεν.

70 Ὀζόληϲ: ἐθνικόν.

[*](Δ)

71 Ὄζοϲ: κλάδοϲ.

[*](Σ)

72 Ὄζουϲιν: εὐωδίαϲ πλήρειϲ εἰϲίν. αὐταὶ μὲν ὄζουϲʼ ἀμβροϲίηϲ [*](Ar.) καὶ νέκταροϲ. ἐπὶ τῶν ἀποδοχῆϲ ἀξίων. λέγει δὲ περὶ τῆϲ τῶν Διονυϲίων ἑορτῆϲ.

73 Ὄζω. Ἀριϲτοφάνηϲ Πλούτῳ· ὄζειν τε τῆϲ χρόαϲ ἔφαϲκεν ἡδύ [*](Δ) μου. ἀντὶ τοῦ ὀϲμὴν ἡδεῖαν ἔλεγεν εἶναι ἀπὸ τοῦ ϲώματόϲ μου.

[*](Ar.)

74 Ὄζων κἀκ τῶν μαϲχαλῶν πατρὸϲ τραγαϲαίου· Ἀριϲτοφάνηϲ· [*](Ar.) οὐδ’ ὥϲπερ ὁ πονηρὸϲ Ἀρτέμων, ὁ ταχὺϲ ἄγαν τὴν μουϲικὴν ἄζω κἀκ τῶν μαϲχαλῶν πατρὸϲ Τραγαϲαίου. οὗτοϲ ἐπὶ δυϲοϲμίᾳ διεβάλλετο, διὰ τὴν τράγων δυϲωδίαν. ἦν δὲ μελοποιόϲ.

75 Ὄζωνοϲ: ὄνομα κύριον.

76 Ὀζωτά· Ἀριϲτοφάνηϲ περὶ Εὐριπίδου φηϲίν· ὀζωτὰ καὶ ϲτιλφωτά· ἅπερ, ὡϲ αὐτόϲ φηϲι, καταπυγοϲύνη ταῦτά ἐϲτι πρὸϲ κρέαϲ μέγα.

77 Ὀθεν αἱ τριήρειϲ αἱ καλαί: τουτέϲτιν ἐξ Ἀθηνῶν· μέγα γὰρ [*](Ar.) ἐφρόνουν Ἀθηναῖοι ἐπὶ ναυμαχίᾳ. εἰρηκότοϲ γάρ· ποδαπὸν τὸ γένοϲ, εἶπο, ὅθεν αἱ τριήρειϲ αἱ καλαί.

78 Ὅθι: ὅπου.

79 Ὀθόναιϲ: λεπτοῖϲ ὑφάϲμαϲι· καὶ πᾶν τὸ ἰϲχνόν, κἂν μὴ λινοῦν [*](Σ) ᾖ. τήν τε γὰρ ϲχοῖνον, δι’ ἧϲ ἡ ὀθόνη ἐπὶ τὴν τοῦ ἱϲτοῦ ἀνάγεται [*](Ε) κεραία, δρεπάνῳ ἐξέτεμον. τὸ ἄρμενον λέγει.

80 Ὀθόνη: πᾶν τὸ λεπτὸν ὕφαϲμα. ϲκωπτόλαι τε καὶ ὑβριϲταὶ [*](Δ) καὶ δεδώκαϲι τῇ ὀθόνῃ μᾶλλον ἢ ϲοφίᾳ Ἀθηναῖοι.

81 Ὄθω: τὸ ἐπιϲτροφὴν ποιοῦμαι.