Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Σ)

41 Ξενοκοπεῖν: ἐπὶ τοῦ πληγὰϲ λαβεῖν. οὕτω Μεταγένηϲ.

[*](Hesy.)

42 Ξενοκράτηϲ, Ἀγάθωνοϲ ἢ Ἀγαθάνοροϲ, Χαλκηδόνιοϲ, μαθητὴϲ καὶ διάδοχοϲ μετὰ Σπεύϲιππον Πλάτωνοϲ· τοῦ δὲ Πολέμων, τοῦ δὲ Κράντωρ. καὶ πέμψαντοϲ αὐτῷ τοῦ Μακεδόνοϲ Ἀλεξάνδρου χρυϲοῦ τάλαντα λ', αὐτὸϲ ἀπέπεμψεν, εἰπών, βαϲιλέα δεῖϲθαι χρημάτων, οὐ φιλόϲοφον. ἔγραψε περὶ τῆϲ Πλάτωνοϲ πολιτείαϲ.

43 Ξενοκράτηϲ, φιλόϲοφοϲ, ὃϲ ἐπὶ ϲωφροϲύνῃ ἐτεθρύλητο. ὁ [*](Ε) δὲ πρὸϲ ϲωφροϲύνην οὐδὲν μεῖον εἶχε τοῦ Πλατωνικοῦ Ξενοκράτουϲ [*](Greg.) οὗτοϲ ϲυνεγράψατο τὸ οἰκοϲκοπικὸν οἰώνιϲμα· ὅτι οἷον, εἰ ἐν τῇ ϲτέγῃ ἐφάνη γαλῆ ἢ ὄφιϲ, τόδε ϲημαίνει.

[*](Δ Σ)

44 Ξενολόγιον. καὶ Ξενολόγοϲ, ξένουϲ ϲυλλέγων ϲτρατιώταϲ.

[*](Δ)

45 Ξένοϲ: ὁ φίλοϲ. ἐφοίτων δὲ πρεϲβεῖαι ἐκ τῶν πόλεων ξένον τε αὐτὸν ἡγούμενοι καὶ βίου ϲύμβουλον βωμῶν τε ἱδρύϲεωϲ καὶ ἀγαλμάτων. ὁ δὲ ἕκαϲτα τούτων διωρθοῦτο. καὶ αὖθιϲ· ἐν ταῖϲ ἰδίαιϲ πατρίϲι ξένουϲ ποιοῦνται. Ξένοϲ καὶ ὁ ξενοδόχοϲ. ὁ Ἀπόϲτολοϲ· ἀϲπάζεται ὑμᾶϲ ξένοϲ ὁ φίλοϲ μου.

46 Ξενοφάνηϲ ἐν ἐλεγείᾳ περὶ τοῦ ἄλλοτε ἄλλον αὐτὸν γεγενῆϲθαι καί ποτέ μιν ϲτυφελιζομένου ϲκύλακοϲ παριόντα φαϲί γʼ ἐποικτεῖραι καὶ τόδε φάϲθαι ἔποϲ· παῦϲαι, μηδὲ ῥάπιζ᾿, ἐπειὴ φίλου ἀνέροϲ ἐϲτὶ ψυχή, τὴν ἔγνων φθεγξαμένην ἀΐων. ἔϲκωψε δ’ αὐτὸν καὶ Κρατῖνοϲ ἐν Πυθαγοριζούϲῃ. καὶ ἐν Ταραντίνοιϲ· ἔθοϲ ἐϲτὶν αὐτοῖϲ, ἐὰν ἰδιώτην ποθὲν λάβωϲιν εἰϲελθόντα, διαπειρώμενον τῆϲ τῶν λόγων ῥώμηϲ ταράττειν καὶ κυκᾶν τοῖϲ ἀντιθέτοιϲ, τοῖϲ πέραϲι, τοῖϲ παριϲώμαϲι, τοῖϲ ἀποπλάνοιϲ, τοῖϲ μεγέθεϲι νουβυϲτικῶϲ.

[*](Hesy.)

47 Ξενορῶν, Γρύλου, Ἀθηναῖοϲ, φιλόϲοφοϲ Σωκρατικόϲ· ὃϲ πρῶτοϲ ἔγραψε βίουϲ φιλοϲόφων καὶ ἀπομνημονεύματα. παῖδαϲ ἔϲχεν ἀπὸ Φιληϲίαϲ ρύλον καὶ Διόδωρον, οἳ καὶ Διόϲκουροι ἐκαλοῦντο· αὐτὸϲ δὲ Ἀττικὴ μέλιττα ἐπωνομάζετο. γέγονε δὲ ϲυμφοιτητὴϲ Πλάτωνοϲ καὶ ἤκμαζε κατὰ τὴν ??ε΄ ὀλυμπιάδα. ἔγραψε βιβλία πλείονα τῶν μ΄, ὧν καὶ ταῦτα· Κύρου παιδείαϲ βιβλία η΄, Κύρου Ἀναβάϲεωϲ βιβλία ζ΄, Ἑλληνικῶν βιβλία ζ΄, Συμπόϲιον· καὶ ἄλλα πολλά.

[*](40 — ὑποδεχόμενον cf. Zon. 1416; l. ═ Ambr. 35 41 ═ P; Metagen. deest K. 1, 704 sq. 42 cf. Laert 4, 6, Themist. or. 2, p. 26a et 21 p. 252a Hardotin 43 ὁ—Ξενοκράτουϲ fort. Aelian. οὗτοϲ sq. ═ Nonn. in Greg. Naz. P G 36, 1024 a 44 Ξενολόγοϲ sq. ═ P, Ba 311, 4, H cf. sch. Luc. 94, 17 45 — φίλοϲ cf. Ambr. 10 Apion, H. v. ξεῖνοϲ ἐφοίτων—διωρθοῦτο Philostr. 4, 1 vs. 17 Ξένοϲ sq. Rom. 16, 23 c. expl. 46 Laert. 8, 36—7 cf. Anth. 7, 120; Crat. iun. fr. 7 (2, 290 sq. K.) 17 cf Laert. 2, 48, 52, 55—7)[*](42 Ps. Hesych. 50 init. 43 Greg. cf v. οἰωνιϲτική)[*](A(GFVM))[*]( 40 post 41 A F V 5 διάδοχοϲ] διάκονοϲ A 9 ἐτεθρύλλητο G V ὁ — 12 ϲημαίνει om. F 11 οῖον ὅτι GM 12 τόδε] τι add. G 17 Ξένοϲ] nov. gl GFVM καὶ om F 19 γενέϲθαι F 20 παριόντοϲ G, cod. B Laert παρόντα V 22 φθεγξαμένην G VM, Laert.: φθεγξαμένηϲ A, Anth. 23 Πυ θαγορίζουϲι VMec cf. Laert. 25 τέραϲι V Mae 31 ἤκμαϲε V Mac)
495

48 Ξενοφῶν, Σωκράτουϲ μαθητήϲ, ἐϲτρατεύϲατο ἐπὶ Πέρϲαϲ Κύρῳ ϲυνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην. ὁ Κῦροϲ δὲ ἦν μετὰ Τιϲϲαφέρνην ὕπαρχοϲ ὑπὸ Δαρείου τοῦ πατρὸϲ τῶν ἐν τῇ Ἀϲίᾳ καταϲτάϲ. μετὰ δὲ τὸν Δαρείου θάνατον Κῦρον Ἀρταξέρξηϲ διαβληθέντα ὑπὸ Τιϲϲαφέρνουϲ ἀναιρεῖν μέλλων ἀφῆκε, Παρυϲάτιδοϲ τῆϲ μητρὸϲ παραιτηϲαμένηϲ αὐτὸν καὶ τὴν ϲτρατιὰν αὐτῷ φυλαξάϲηϲ. ὁ δὲ ὡϲ Τιϲϲαφέρνει πολεμῶν ἥθροιϲε δύναμιν καὶ ἐπὶ τὸν ἀδελφὸν ἔγνω ϲτρατεύειν. υ΄ ]δὲ κατέλιπον τὸν Κῦρον καὶ ἔφυγον ἐκ τῶν ϲυϲτρατευϲάντων ὁπλῖται καὶ πελαϲταὶ γφ΄. Ξνορῶν δὲ ϲυνανέβη. δέκα οὖν βαρίαρων μυριάδαϲ ϲυναθροίϲαϲ ὡϲ ἐπὶ Πιϲίδαϲ δῆθεν ἐπορεύετο. ὡϲ δὲ τὰ ἔθνη διῆλθεν, ἐφʼ ϲτρατεύειν προεφαϲίζετο, ϲυνέντεϲ οἱ Ἕλληνεϲ ἐπὶ βαϲιλέα εἶναι τὴν ϲτρατείαν ὤκνουν τὴν ἀνάβαϲιν. Κλεάρχου δὲ εἰπόντοϲ τὴν ὑποϲτροφὴν ἄπορον εἶναι, Κύρου μὴ ϲυναιρομένου, ϲυνῇεϲαν. Κῦροϲ δὲ γυμνῇ τῇ κεφαλῇ πρὸϲ Τιϲϲαφέρνην μαχόμενοϲ, καίτοι Κλεάρχου ἀπαγορεύοντοϲ αὐτῷ μὴ πολεμεῖν, ἀπέθανεν. οἱ δὲ Ἕλληνεϲ ὑπὸ Κλεάρχῳ τεταγμένοι Ἀριαῖον προεβάλλοντο βαϲιλέα ἑαυτῶν, ὁ δὲ παρῃτήϲατο. βαϲιλεὺϲ δὲ τὴν τοῦ Κύρου κεφαλὴν καὶ τὴν χέρα ἀποκόψαϲ τοῖϲ Ἕλληϲιν ἔπεμπε, ζητῶν τὰ ὅπλα ὡϲ παρὰ νεικημένων· οἱ δὲ οὐκ ἔδοϲαν. δόλῳ δὲ Τιϲϲαφέρνηϲ παραβὰϲ τοὺϲ ὅρκουϲ προδίδωϲι βαϲιλεῖ τοὺϲ Ἐλληναϲ καὶ Κλέαρχον καὶ Μένωνα, οὓϲ ἀναιρεῖ καὶ Ξενοφῶν αὐτῶν ϲτρατηγεῖ καὶ πάντμϲ νικᾶ. ἐλθόντεϲ δὲ εἰϲ Θράκην ἐμίϲθωϲαν ἑαυτοὺϲ Σεύθῃ τῷ βαϲιλεῖ μύριοι διαϲωθέντεϲ.

49 Ξενορῶν, Ἀντιοχεύϲ, ἱϲτορικόϲ. Βαβυλωνιακά· ἔϲτι δὲ ἐρωτικά.

[*](Hesy.)

50 Ξενοφῶν, Ἐφέϲιοϲ, ἱϲτορικόϲ, φεϲιακά· ἔϲτι δὲ ἐρωτικὰ [*](Hesy.) βιβλία ι΄ περὶ Ἀβροκόμου καὶ Ἀνθίαϲ· καὶ Περὶ τῆϲ πόλεωϲ Ἐφεϲίων· καὶ ἄλλα.

51 Ξενορῶν, Κύπριοϲ, ἱϲτορικόϲ. Κυπριακά· ἔϲτι δὲ καὶ αὐτὰ ἔρωτικῶν [*](Hesy.) ὑποθέϲεων ἱϲτορία περί τε Κινύραν καὶ Μύρραν καὶ Ἄδωνιν.

52 Ξενῶνοϲ: δόμου τοῦ ὑποδεχομένου τοὺϲ ξένουϲ καὶ ἀρρωϲτοῦνταϲ.

[*]( Δ)

53 Ξέω· αἰτιατικῇ.

[*](Synt.)

54 Ξέρξηϲ, Περϲῶν βαϲιλεύϲ. οὗτοϲ τοῦ πατρὸϲ Δαρείου τελευτῶν τοϲ καὶ μέμνηϲο Μαραθῶνοϲ εἰπόντοϲ, ἐπὶ τὴν Ἐλλάδα ἐϲτράτευϲε [*](48 cf Lindstam. Eranos 24, 121 sq.; mihi ex eodem fonti quo 54 esse vi detur. 52 cf. Ambr. 11; l. ═ Ambr. 21 53 ═ Synt. Gud. et Laur., An Ox. 4, 298, 12) [*](48 cf. vv. Π 504 et Ω 51 54 cf. vv. B442, Σπέρχιϲ, Α 707) [*](2, 3 et 14 Τιϲϲαφέρνη G V M 6 ϲτρατιὰν] ϲατραπείαν v Π 504 αὐτῷ] A(GVM) αὐτοῦ V 8 κατέλιπον] βαϲιλέα καὶ ῆλθον παρὰ coll. Xen. An 1, 4, 3 suppl. Muenscher. Philol. Suppl 13, 2, 222 sed vid. Eranos 24, 122 ϲτρατευϲάντων V 13 ἐπιϲτροφὴν V εἶναι κυρούμενον ϲυναιρούμενον V cf. v Ω 51 14 ϲυνήνεϲαν Hemst 15 καίτοι om. G αὐτοῦ V 16. 17 βαϲιλέα ἑαυτῶν om. V 19 δὲ alt. om. A 22 δὲ AV; δὲ καὶ GM 23 Bαβυλωνικά GM 24 Ἀφέ ϲιοϲ M 25 Ἀνθίηϲ V 28 Κινύραϲ cett. Kust.)

496
καὶ πρῶτον κήρυκαϲ ἔπεμψεν αἰτοῦνταϲ γῆν καὶ ὕδωρ. Ἀθηναῖοι μὲν οὖν τοὺϲ πρέϲβειϲ ἐξεκήρυξαν ἐκ τῆϲ πόλεωϲ, καὶ τὸν ὑπακούειν ϲυμβουλεύϲαντο κατέλευϲαν καὶ γυναῖκα καὶ παῖδαϲ· Λακεδαιμόνιοι δὲ εἰϲ φρέαρ ἐμβαλόντεϲ γῆν ἐπέβαλον. μηνίϲαντοϲ δὲ τοῦ θεοῦ ἐνόϲηϲαν· χρήϲαντοϲ δὲ τοῦ θεοῦ δίκαϲ δοῦναι ἔρξῃ ὑπὲρ τῶν κηρύκων, Βοῦλιϲ καὶ Σπέρχιϲ αὐθαίρετοι ἐϲ Πέρϲαϲ ἀνῆλθον δώϲοντεϲ δίκαϲ. ὁ δὲ θαυμάϲαϲ ἀφῆκε ζῶνταϲ, καὶ ἡ νόϲοϲ ἐπαύϲατο. ὁ δὲ πεζοῦ μὲν μυριάδαϲ τῶν Αἰγύπτου τε καὶ Φοινίκων καὶ Κυπρίων ἐϲτρατοπέδευεν. ἐν Σάρδει δὲ γενομένῳ ὁ ἥλιοϲ ἐξέλιπεν. εἶχε δὲ ἐπιλέκτουϲ μυρίουϲ, οὓϲ Ἀθανάτουϲ ἐκάλει. διώρυξε δὲ καὶ τὸν Ἄθω, Μακεδονικὸν ὄροϲ. ἔζευξε καὶ τὸν Ἑλλήϲποντον μεταξὺ Σηϲτοῦ καὶ Ἀβύδου· διαλυθέντοϲ δὲ ὑπὸ χειμῶνοϲ μέρουϲ, πέδαϲ τε εἰϲ τὴν θάλαϲϲαν καθῆκε καὶ ἐμαϲτίγου τὸ ὕδωρ. προϲενεχθειϲῶν δὲ αὐτῷ καὶ ϲιταγωγῶν νηῶν Ἑλληνίδων, ἀφῆκε, τροφὴν εἶναι δούλων εἰπών. καταϲκόπουϲ δὲ λαβών, δείξαϲ τὴν δύναμιν ἅπαϲαν ἀφῆκε. ζήτει ἐν τῷ Δαρεικούϲ.

[*](Δ?)

55 Ξεϲτίον: μέτρον ἐπὶ ὑγρῶν.

[*](Σ)

56 Ξεϲτόν: ὡμαλιϲμένον.

[*](Δ)

57 Ξεινήϊον· καὶ Ξεινήϊοϲ Ζεύϲ.

[*](Δ)

58 Ξεινοδόκοϲ.

[*](Σ)

59 Ξεῖνοι: οἱ ἀπὸ ξένηϲ φίλοι.

[*](Δ)

60 Ξηνόϲ: ὁ κορμόϲ.