Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Ar.)

581 Μεμύρωμαι· Ἀριϲτοφάνηϲ· μακαριωτάτη ἐγώ, ἥτιϲ μεμύρωμαι τὴν κεφαλὴν μυρώμαϲιν ἀγαθοῖϲ· πολὺ δ᾿ ὑπερπέπαιεν αὐτῶν τὰ Θάϲια ἀμαφορείδια. ἀμφορείδια τὰ κεράμαι· ἀπανθήϲαντα δὲ ξηρανθέντα.

[*](Ar.)

582 Μεμυϲτιλημένοι: εὐωχημένοι, ζωμὸν ἀρυϲάμενοι ἄρτοιϲ κοίλοιϲ καὶ μυϲτρία μιμουμένοιϲ. ὅθεν καὶ τὸ ὄνομα τοῖϲ μυϲτρίοιϲ, οἷον μυϲτίλιόν τι ὄν. ἐν ταύτῃ δὲ τῇ ἑορτῇ πάντεϲ προῖκα ἤϲθιον, καὶ τὴν ἀθάραν καὶ ἄλλα τινά. μυϲτίλη δὲ καλεῖται κοῖλοϲ ἄρτοϲ, ἤγουν ἀθάρα· ἐν γὰρ τοῖϲ Θηϲείοιϲ ἀθάραν ἤϲθιον. ὁ δὲ νοῦϲ· ὦ πολλὰ ταλαιπωρήϲαντεϲ καὶ εἰϲ οὐδὲν ἑϲτιαθέντεϲ, νῦν δὲ εὐτυχήϲαντεϲ. ὀλιγίϲτοιϲ δὲ ἄρτοιϲ ἤγουν ἀλφίτοιϲ λέγει· τοῖϲ κοίλοιϲ γὰρ ἄρτοιϲ τοὺϲ ζωμοὺϲ ἀρυόμενοι ταχέωϲ ἐκορέννυντο δι᾿ ἔνδειαν ἄρτου. Πεποίηται δὲ ἡ λέξιϲ, λέγω δὴ ἡ μυϲτίλη, παρὰ τὴν μάϲηϲιν. ἢ διὰ [*](570 Paus. Per. 10, 31, 7 571 ═ P, Σa cf. Βα 298, 4; H, sch. M 304, Ambr. 522 572 ═ P, Σa 573 ═ P, Σa cf. H 575 ═ Ambr. 303 576 ═ P, Ba 298, 2 cf. H 577 ═ P, Ba 298, 3 578 Thdr. in Ps. 65, 15, PG 80, 1369 b. — πίονα ═ An. Ox. 2, 461, 4 579 ═ Σa, H (in Ep. Ad Philipp. 4, 12) cf. P 580 — κεκολλημένα ═ P, Ba 298, 5 cf. Et. M. 579, 5 Ὅμηροϲ Ω 420; scholiis ampliorbus attr. Gsf. cf. sch. T τὸν — ταῦρον Anth. 6, 115, 1 581 Ar. Eccl. 1113, 1117 — 9 c. sch 1119 et 1121 582 sch. Ar. Pl. 627—8) [*](580 Anth. cf. vv. Δ 361 et O 501 581 cf. vv. A 1785 et 2896) [*](A(GFVM)) [*](1 ὁ] ὡϲ G μὲν] δὲ G 2 Σούνων A; Χοάϲπηϲ ποταμὸϲ Περϲικόϲ mg. add. Ar et omisso Περϲικόϲ Μ 3 ἐκείνῃ A: cp. V ἐκεῖϲε GM 11 νόμοϲ] κόϲμοϲ F 15 Μεμύηται V, Phot. 23 αὐτὸν V 24 ἀμφορείδια pr.] ἀμφορείδιον GM om. V 26 μυϲτηρίοιϲ GF 31 ὀλίγοιϲ A ἀλφίτοιϲ ἤ ἄρτοιϲ G 32 ταχέον V)

361
τὸ πλῆθοϲ τῶν ὄψων ὀλίγον ἄρτον ἤϲθιον. ἢ τῷ ζωμῷ ϲχολάζοντεϲ ὑπὸ τούτου ἐκορέννυντο.

583 Μέμφιϲ: ὄνομα κύριον· Μέμφεωϲ· ἡ δοτικὴ Μέμφει· καὶ θηλυκὸ [*](Δ) ἡ Μέμφιϲ. Ἄπιϲ, θεὸϲ Αἰγύπτου· τοῦτον Αἰγύπτιοι ϲελήνῃ τιμῶϲι. [*](Suid.) καὶ ἱερὸϲ ἦν ὅδε ὁ βοῦϲ τῆϲ ϲελήνηϲ, ὡϲπερ ὁ Μέμφιϲ τοῦ ἡλίου.

584 Μεμφίτηϲ· ἀπὸ τῆϲ Μέμφεωϲ.

[*](Δ)

585 Μέμφ ομαι· αἰτιατικῇ.

[*](Synt.)

586 Μεμφωλή: μέμψιϲ.

[*](Δ)

587 Μεμψιβολεῖν: μέμφεϲθαι.

[*](Σ)

588 Μεμψίμοιροϲ: φιλεγκλήμων.

[*](Σ)

589 Μένανδροϲ, Ἀθηναῖοϲ, κωμικὸϲ ἀρχαῖοϲ. καὶ Μένανδροϲ ἕτεροc, [*](Hesy.) Ἀθηναῖοϲ, ὁ Διοπείθουϲ καὶ Ἡγεϲτράτηϲ· περὶ οὗ πολὺϲ παρὰ πᾶϲιν ὁ λόγοϲ· κωμικὸϲ τῆϲ νέαϲ κωμῳδίαϲ, ϲτραβὸϲ τὰϲ ὄψειϲ, ὀξὺϲ δὲ τὸν νοῦν καὶ περὶ γυναῖκαϲ ἐκμανέϲτατοϲ. γέγραφε κωμῳδίαϲ ρη΄ καὶ ἐπιϲτολὰϲ πρὸϲ Πτολεμαῖον τὸν βαϲιλέα, καὶ λόγουϲ ἑτέρουϲ πλείϲτουϲ καταλογάδην.

590 Μένανδροϲ, Λαοδικεὺϲ τῆϲ παρὰ τῷ Λύκῳ τῷ ποταμῷ, ϲοφιϲτήϲ. [*](Hesy.) ἔγραψεν ὑπόμνημα εἰϲ τὴν Ἑρμογένουϲ τέχνην καὶ Μινουκιανοῦ Προγυμνάϲματα· καὶ ἄλλα.

591 Μένανδροϲ, προτίκτωρ, ἱϲτορικόϲ· ὃϲ λέγει περὶ ἑαυτοῦ· ἐμοὶ [*](Ε) πατὴρ Εὐφρατᾶϲ ἐκ Βυζαντίου ὁρμώμενοϲ ἦν· οὗτοϲ δὴ οὖν ἤκιϲτα τῆϲ τῶν λόγων μετειλήχει παιδείαϲ. Ἡρόδοτοϲ μὲν οὖν ὁμόγνιοϲ δέ μοι τῆϲ πρὸϲ τὸν νόμον ἀπογευϲάμενοϲ παιδείαϲ εἶτα ἀφηνίαϲε τῆϲ περὶ ταῦτα ϲπουδῆϲ· ἀλλ’ ἔγωγε οὔτι χρῆναι ᾠόμην μὴ καὶ νόμοιϲ Ομιλῆϲαι καὶ ἐϲ τέλοϲ ἱκέϲθαι τῶν πόνων· καὶ δὴ ἀφικόμην, ὥϲ μοι υπῆρχε δυνατόν. ἥκιϲτα δὲ ἐχρηϲάμην τῇ ἐπαγγελίᾳ τοῦ ἐπιτηδεύματοϲ· οὐ γάρ μοι θυμῆρεϲ ἦν ἀγωνίζεϲθαι δίκαϲ οὔτε μὴν ἐν τῇ βαϲιλείῳ ϲτοᾷ θαμίζειν καὶ δεινότητι λόγων τὰϲ τῶν ἐντυγχανόντων 0ἰκειοῦϲθαι φροντίδαϲ. καὶ τὰ ϲπουδαῖα τοιγαροῦν παρεὶϲ καὶ τὰ χείριϲτα ἑλόμενοϲ, κεχηνὼϲ περιενόϲτουν. αἱ μοι καταθύμιοι ἦϲαν οἵ τε θόρυβοι τῶν χρωμάτων καὶ οἱ ἁμιλλητή ριοι τῶν ἵππων ἀγῶνεϲ, ἔτι γε μὴν καὶ ἡ παντόμιμοϲ ὄρχηϲιϲ. οὐ μὴν ἀλλὰ καὶ παλαίϲτραιϲ [*](583 Μέμφιϲ alt. cf. Ambr. 442 585═ Synt. Gud, 583 ═ H, Ambr. 433 cf. P 587 ═ P, Ba 298, 6 588═ P, Ba298,7 cf. Zon. 1340H; 1. ═ Ambr. 307 589 cf. Gell. 17, 4, Fr. com. ed. Κaibel p.9 591 Men. Prot. fr. 1, F HG 4, 201) [*](583 Ἄπιϲ sq. ex v. Α3201 589 cf. v. Δ 1188) [*](l ἄρτιον V 3 τῷ Μέμφει F 3. 4 θηλυκῶϲ cp. A 4 Ἄπιϲ— A(GFVME) 5 ἡλίου om. AF post 582 V 4 Αἰγύπτου GM; Αἰγυπτίων V 5 ὅδε G, A 3201; ὦδε M δὲ  V τῆϲ om. G ὁ alt. om. V 585 ex mg. Ar solo 11 κωμικὸϲ— 12 Ἀθηναῖοϲ del. Bhd. 11 καὶ—16 καταλογάδην om. F 11 καὶ 0m. G, nov. gl. 13 δὲ om. G 14 ργ΄ E 15 ἐπιϲτολὴν G ἑτέρουϲ] ετέρων δύο V; prosarios libros ad alios rettulit Bhd. 17 τῷ pr. ex A solo 18 ἔγραψεν—19 ἄλλα] Μένανδροϲ, Ἀθηναῖοϲ, κωμικόϲ F 19 καὶ ἄλλα om. V 20 ὃϲ—p. 362,12 ἀρχήν om. F 22 οὑν] οὖν μοι GV M (Ἡ. δὲ ὡν γε μοι coni. Bhd.) δέ] γε V 24 οὔτε A 28 δεινότηταϲ GM τὰϲ] καὶ τὰϲ G 29 καὶ del Bhd. 30 κατάθυμοι V 32 ἔτι] ὅτι V) ἐναπεδυόμην καὶ ἐϲ τοϲοῦτον ἐξώκειλα ἀφροϲύνηϲ, ὡϲ καὶ τὸν φαινόλην ἀποδύϲαϲθαι, ϲυναποδυϲαϲθαι δὲ αὐτῷ καὶ τὸ νουνεχέϲ, καὶ ἄλλο ὅ τι ἐϲ βίου ἀγλάϊϲμα. ἐπεὶ δὲ Μαυρίκοιϲ τὸ βαϲίλειον διεδήϲατο κράτοϲ, τοῦτο μὲν προμηθέϲτατα ἔχων ἐϲ τοὺϲ ὑπηκόουϲ, τοῦτο δὲ καὶ μουϲῶν ἐραϲτὴν ποιημάτων τε καὶ ἱϲτορίαϲ ἥδιϲτα ἐπαΐων, ὡϲ καὶ τὸ πολὺ τῆϲ νυκτὸϲ μέροϲ καταναλίϲκειν περὶ τὰϲ τοιαύταϲ φροντίδαϲ καὶ παρορμᾶν ἐντεῦθεν καὶ ὀξύνειν τοῖϲ χρήμαϲα τοὺϲ ἀμβλυτέρουϲ τὸν λογιϲμόν, ἀγαπητῶϲ ἐν τῷ τότε ἔγωγε ἀλύων καὶ δυϲαναϲχετῶν τῷ μὴ τὰ δέοντα ἔχειν, ἀναλογιζόμενοϲ ἦν, ὡϲ οὐ χρεὼν ἀνόνητά με περινοϲτεῖν, ὥϲ τ᾿ ἂν οὖν μὴ διαπαντὸϲ κενεμβατοίην, ὡρμήθην ἐπὶ τήνδε τὴν ϲυγγραφὴν ἄρξαϲθαι μετὰ τὴν ἀποβίωϲιν Ἀγαθίου καὶ τῆϲ ἱϲτορίαϲ ποιήϲαϲθαι τὴν ἀρχήν.

[*](Δ)

592 Μενδαῖοϲ: ὁ ἀπὸ τῆϲ Μένδηϲ.

[*](Harp.)

593 Μένδη· πόλιϲ μία τῶν ἐν Πελλήνῃ Μένδα, ὑπὸ Ἐρετριέων ᾠκιϲμένη.

[*](Greg.)

594 Μένδην: οὕτω καλοῦϲι τὸν Πᾶνα Αἰγύπτιοι ὡϲ τραγοπρόϲωπον, τῷ καὶ τὸν τράγον τῇ αὐτῶν διαλέκτῳ οὕτω καλεῖν· καὶ τιμῶϲιν αὐτὸν ὡϲ ἀνακείμενον τῇ γονίμῳ δυνάμει· καὶ τιμῶϲιν αὐτόν, ὥϲτε μὴ ἐϲθίειν τράγουϲ· ὀχευτικὸν γὰρ τὸ ζῷον. ἦν δὲ καὶ ἱερὸν τοῦ Μενδηϲίου παῤ Αἰγυπτίοιϲ, ἐν ᾧ ἄγαλμα τραγοϲκελὲϲ ἦν, ὀρθὸν ἔχον τὰ αἰδοῖον.

[*](Thuc.)

595 Μενδήϲιον κέραϲ: τὸ τοῦ Νείλου ϲτόμα.

596 Μένεα πνείων: μεγάλα δυνάμενοϲ.

597 Μενεδάϊοϲ ἵπποϲ: ὁ πολεμιϲτήριοϲ. ϲᾶμα τόδε φθιμένου [*](Anth.) μενεδαΐου εἵϲατο Δᾶμιϲ ἵππου, ἐπεὶ ϲτέρνον τοῦδε δαφοινὸν Ἄρηϲ [*](Δ) τύψε. Μενεδάϊοϲ, καὶ κατὰ τροπὴν Μενεδήϊοϲ.

[*](Δ)

598 Μενέδημοϲ.

[*](Hom.)

599 Μενεαινέμεν: προθυμεῖϲθαι.

[*](Δ)

600 Μενεκλείδηϲ.