Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

401 Μέγιϲτοϲ: ποταμὸϲ ἐν Αἰγαίῳ πελάγει εἰϲβάλλων.

[*](Σ Δ)

402 Μέδεϲθαι: φροντίζειν. καὶ Μεθήϲομεν, φροντίϲομεν.

[*](Σ)

403 Μέδιμνον: μέτρον χοινίκων μη΄ καὶ παροιμία Μεδίμνῳ [*](Prov.) ἀπομετρῶ παρὰ τοῦ πατρὸϲ ἀργύριον· ἐπὶ τῶν μεγάλην καὶ ἀθρόα προϲδοκώντων ὠφέλειαν.

[*](Harp.)

404 Μέδιμνον: μέτρον ἐϲτὶ ξηρῶν οἷον πυρῶν ἢ κριθῶν. Mέδιμνον οὖν μοδίων Ϛ΄ , ὡϲ εἶναι μέτρον ξεϲτῶν οβ΄, ἤτοι λιτρῶν ρη΄.

405 Μεδιόλανον: πολυάνθρωποϲ πόλιϲ, ἣν καταλαβὼν Ἀττήλαϲ ἠνδραποδίϲατο. ὡϲ δὲ εἶδεν ἐν γραφῇ τοὺϲ μὲν Ῥωμαίων βαϲιλεῖϲ ἐπὶ χρυϲῶν θρόνων καθημένουϲ, Σκύθαϲ δὲ ἀνῃρημένουϲ καὶ πρὸ τῶν ϲφῶν ποδῶν κειμένουϲ, ζητήϲαϲ ζωγράφον ἐκέλευϲεν αὑτὸν μὲν γράφει ἐπὶ θάκου, τοὺϲ δὲ Ῥωμαίων βαϲιλεῖϲ κωρύκουϲ φέρειν ἐπὶ τῶν ὤμων καὶ χρυϲὸν πρὸ τῶν αὑτοῦ χέειν ποδῶν.

406 Μέδουϲα: ἡ καὶ Γοργόνη κληθεῖϲα. Περϲεύϲ, ὁ Δανάηϲ καὶ Πήκου υἱόϲ, διδαχθεὶϲ πάϲαϲ τὰϲ μυϲτικὰϲ φανταϲίαϲ, ἰδίαν βουλόμενοϲ ἑαυτῷ καταϲτῆϲαι βαϲιλείαν κατεφρόνηϲε τῆϲ τῶν Μήδων· καὶ διὰ πολλῆϲ ἐρχόμενοϲ γῆϲ εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ δυϲειδῆ, καὶ ἀποβλέψαϲ εἰϲ αὐτὴν ἐρωτᾷ, τίϲ καλεῖται· ἡ δὲ εἶπε, Μέδουϲα, καὶ ἀποτεμὼν αὐτῆϲ τὴν κεφαλὴν ἐτέλεϲεν αὐτὴν ὡϲ ἐδιδάχθη, καὶ ἐβάϲταζε, καταπλήττων πάνταϲ καὶ ἀναιρῶν τοὺϲ ὁρῶνταϲ· ἥν τινα κεφαλὴν ἐκάλεϲε οργόνην, διὰ τὴν ὀξύτητα τῆϲ ἐνεργείαϲ ἐκεῖθεν δὲ ἐλθὼν εἰϲ χώραν βαϲιλευομένην ὑπὸ Κηφέωϲ εὗρεν ἐν τῷ ἱερῷ παρθένον κόρην, τὴν λεγομένην Ἀνδρομέδαν, ἣν ἔγημε· καὶ κτίζει πόλιν εἰϲ κώμην, λεγομένην Ἄμανδραν, ϲτήϲαϲ καὶ ϲτήλην βαϲτάζουϲαν τὴν Γοργόνην. αὕτη μετεκλήθη Ἰκόνιον, διὰ τὸ ἀπεικόνιϲμα τῆϲ Γοργόνηϲ. ἐπολέμηϲε δὲ καὶ Ἰϲαύροιϲ καὶ Κίλιξι καὶ κτίζει πόλι, ἦν ἐκάλεϲε Ταρϲόν, τοπρὶν λεγομένην Ἀνδραϲόν. χρηματιϲθεὶϲ δέ, ὅτι μετὰ τὴν νίκην ἐν ᾧ τόπῳ ἀποβὰϲ ἀπὸ τοῦ ἵππου τὸν ταρϲὸν τοῦ ποδὸϲ ἀπόθηται, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίϲαι πόλιν, ταύτην οὖν ἐκάλεϲε Ταρϲόν. νικήϲαϲ δὲ καὶ τοὺϲ Μήδουϲ ἤμειψε τὸ ὄνομα τῆϲ χώραϲ καὶ ἐκάλεϲεν αὐτὴν Περϲίδα. ἐδίδαξε δὲ καὶ τὴν μυϲαρὰν τελετὴν τὴν ἐπὶ τῇ Γοργόνῃ τινὰϲ τῶν Περϲῶν, οὓϲ ἑκάλεϲε μάγουϲ. καθ’ οὓϲ χρόνουϲ καὶ ϲφαῖρα πυρὸϲ κατηνέχθη ἐκ τοῦ οὐρα νοῦ, ἐξ ἧϲ ἔλαβε πῦρ ὁ Περϲεὺϲ καὶ παρέδωκε τοῖϲ τοῦ ἔθνουϲ φυ [*](402 — φροντίζειν ═ P, Ba 296,10 (in Σ 245) cf. H Μεθήϲομεν sq Ambr. 526 403 — μή ═ P, Paroem ed. Gsf 75, n. 633 cf H, Ba 296, 11 Μεδίμνῳ sq ═ Paroem. ed Gsf. 78, n.657; Μεδίμνῳ —ἀργύριον Χen. Hell 3, 2, 27 404 — κριθῶν Harp. 406 cf. Malal p 35, 4—39, 8, Exc Salmas ═ [ lo. Antioch.] fr. 6,18, FHG 4, 544) [*](400 ex v. N 7 403 cf v, H 328 405 hinc v Κ 2123) [*](A(GFVM)) [*](400 om. AF μή ] κη΄ V μεδίμνων A 7 κριθῶν] καὶ τῶν τοιούτων add. G Μέδιμνον— 8 ρη om. AF 8 οὖν om. G, nov. gl. 12 ϲφῶν ποδῶν A ποδῶ αὐτῶν G V M αὐτῶν ποδῶν v. Κ 2123 20 ἐτέλεϲεν αὐτὴν om. 28 τοπρὶν om. V 29 δέ] γάρ M Schmidt 35 ἔλαβε] ἐλάτρευε V)

347
λάττειν καὶ τιμᾶν, ὡϲ ἐκ τοῦ οὐρανοῦ κατενεχθέν. ϲυμβαλὼν δὲ πόλεμον τῷ Κηφεῖ, τοῦ δὲ διὰ τὸ γῆραϲ μὴ βλέποντοϲ καὶ τῆϲ κεφαλῆϲ μὴ ἐνεργούϲηϲ, δοκῶν αὐτὴν ἀνωφελῆ εἶναι, ἐπιϲτρέψαϲ πρὸϲ ἑαυτὸν ὁ Περϲεὺϲ καὶ ταύτην θεαϲάμενοϲ ἀποθνήϲκει. ταύτην ὕϲτερον ἔκαυϲεν ὁ υἱὸϲ αὐτοῦ Μέρροϲ.

407 Μέδων: βαϲιλεύϲ.

[*](Σ)

408 Μεδοίατο: φροντίζει.

[*](Δ)

409 Μέζεα: τὰ αἰδοῖα.

[*]( Δ)

410 Μεθαρμοζόμενοϲ: μετερχόμενοϲ.

[*](Σ)

411 Μεθάρμοϲον: ἐπανόρθωϲον. ὀξεῖαν ἀκοὴν τοῖϲ ἐμοῖϲ λόγοιϲι [*](Soph.) διδούϲ, εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοϲον.

412 Μεθέμεν: ϲυγχωρῆϲαι.

[*](Δ)

413 Μεθέξειν· γενικῇ.

[*](synt.)

414 Μέθεξιϲ: μετοχή, κοινωνία.

[*](Σ)

415 Μεθέϲθαι: καταλιπεῖν. Σοφοκλῆϲ· καὶ δὸϲ ἀνδράϲιν φίλοιϲ [*](Σ) γνώμηϲι φατῆϲαι, τάϲδε φροντίδαϲ μεθέϲθαι.

[*](Soph.)

416 Μεθείθη: ἀντὶ τοῦ ἐϲτάλη. ὁ δὲ μεθείθη εἰϲ Παρθυαίουϲ.

[*](Ε)

417 Μεθεῖναι: ἀφεῖναι, ἀμελῆϲαι.

[*](Σ)

418 Μεθείω: ἀφῶ, ἐάϲω. καὶ Μεθείθη ἐξ αὐτοῦ.

[*](Σ Δ)

419 Μεθείϲ: ἐῶν, ἀφιίων.

[*](Σ)

420 Μέθη· τὸ παλαιὸν οὐκ ἦν ἔθοϲ οὔτʼ οἶνον ἐπὶ πλεῖον οὔτ᾿  ἄλλην ἡδυπάθειαν προϲφέρεϲθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶνταϲ. διὸ καὶ θοίναϲ καὶ θαλίαϲ καὶ μέθαϲ ὠνόμαζον· τὰϲ μὲν ὅτι διὰ θεοὺϲ οἰνοῦϲθαι ἐνόμιζον· τὰϲ δὲ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ ϲυνίεϲαν. τοῦτο γάρ ἐϲτι τὸ δαῖτα θάλειαν. τὸ δὲ μεθύειν, τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆϲθαι. καὶ Ὅμηροϲ, ὅτε λέγει τέλοϲ χαριέϲτατον, τὴν θυϲίαν φηϲί.