Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Hesy.)

141 Μάναιχμοϲ, Σικυώνιοϲ, υἱὸϲ Ἀλκιβίου ἢ Ἀλκιβιάδου, ἱϲτορικόϲ· γέγονε δὲ ἐπὶ τῶν διαδόχων. ἔγραψεν ἱϲτορίαν τὴν κατὰ τὸν Μακεδόνα Ἀλέξανδρον.

[*](Hesy.)

142 Μάνεθωϲ, Μένδηϲ τῆϲ Αἰγύπτου, ἀρχιερεύϲ. ἔγραψε περὶ καταϲκευῆϲ κυφίων. ζήτει τί τὸ κῦφι.

[*](Hesy.)

143 Μάνεθωϲ, Διοϲπόλεωϲ τῆϲ Αἰγύπτου ἢ Σεβεννύτηϲ. Φυϲιολογικά, Ἀποτελεϲματικὰ δι᾿ ἐπῶν· καὶ ἄλλα τινὰ ἀϲτρονομούμενα.

[*](Suid.)

144 Μανέρωϲ καὶ Περιμανώϲ: ὀνόματα ᾠδῆϲ. Εὔβουλοϲ Καμπυλίωνι.

[*](Δ)

145 Μανείην: εὐκτικόν.

[*](Δ Ar.)

146 Μάνηϲ: ὄνομα κύριον οἰκέτου. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· νῦν δ᾿ ἀνδράποδα, ἠλιθίουϲ, Μάναϲ.

[*](EV)

147 Μάνηϲ· οὗτοϲ ὁ τριϲκατάρατοϲ ἐπὶ Αὐρηλιανοῦ βαϲιλέωϲ ἐφάνη, Χριϲτὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον φανταζόμενοϲ· μαθητὰϲ ιβ΄ ὡϲ ἂν ὁ Χριϲτὸϲ ἐπαγόμενοϲ καὶ ἐκ πάϲηϲ αἱρέϲεωϲ εἴ τι κακὸν ἐρανιϲάμενοϲ ἐκ Περϲίδοϲ εἰϲ τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ ϲυγχώρηϲιν εἰϲέφρηϲεν. οὗτοϲ ὁ καὶ Μάνηϲ καὶ Σκυθιανὸϲ λεγόμενοϲ Βραχμὰν ἦν τὸ γένοϲ, διδάϲκαλον δὲ ἔϲχε Βουδδᾶν τὸν πρῴην καλούμενον Τερέβιθον· ὃϲ παιδευθεὶϲ τὰ Ἑλλήνων τὴν Ἐμπεδοκλέουϲ ἠγάπηϲεν αἵρεϲιν, δύο ἀρχὰϲ λέγοντοϲ ἀντικειμέναϲ ἀλλήλαιϲ. εἰϲελθὼν δὲ ἐν Περϲίδι ἐκ παρθένου ἑαυτὸν ἔφαϲκε γεγεννῆϲθαι καὶ ἐν τοῖϲ ὄρεϲιν ἀνατραφῆναι. καὶ ϲυγγραψάμενοϲ καὶ βιβλία δ΄ τὸ μὲν ἐπωνόμαϲε τῶν Μυϲτρηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τὸν Θηϲαυρόν, τὸ δὲ τῶν Κεφαλαίων. καὶ ὁ μὲν Βουδδᾶϲ οὗτοϲ, ὁ καὶ Τερέβινθοϲ, ὑπὸ πνεύματοϲ ἀκαθάρτου ϲυντριβεὶϲ ἀπώλετο· γυνὴ δέ τιϲ, παῤ ᾗ κατέλυϲε, τὰ χρήματα αὐτοῦ καὶ τὰϲ βεβήλουϲ βίβλουϲ κληρονομήϲαϲα ὠνεῖται παιδάριον ἐτῶν ζ΄ τοὔνομα Κούβρικον, ὃν καὶ διδάξαϲα γράμματα καὶ ἐλευθερώϲαϲα κληρονόμον ἑαυτῆϲ πάντων καθίϲτηϲιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδδᾶ καὶ τὰ χρήματα διήρχετο τὴν Περϲίδα, Μάνην ἑαυτὸ ὀνομάζων καὶ τῆϲ πλάνηϲ τοῦ Βουδδᾶ ϲυνίϲτωρ γενόμενοϲ τὰ βιβλία πονήματα ἴδια ἔλεγεν. ὃν ὁ βαϲιλεὺϲ Περϲῶν ἐξέδειρε ζῶντα, ὡϲ αἴτιον τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ γενόμενον. νοϲοῦντοϲ γὰρ καὶ θεραπείαϲ πολλῆϲ παρὰ τῶν ἰατρῶν τυγχάνοντοϲ, ὁ Κούβρικοϲ ὑπέϲχετο χωρὶϲ ἰατρῶν ἀναϲτῆϲαι αὐτόν· καὶ ἀποϲτήϲαϲ τοὺϲ ἰατροὺϲ [*](146 Ar. Av. 523 c. sch. cf. Ambr. 30 147 p. 319, 16. 17 προφητῶν Georg. 467, 20 —470, 13 ═ EV 1, 141, 1—142, 24) [*](142 cf. v. Κ  2797 144 ex v. 2450) [*](A(GFVM)) [*](3 Μέναιχμοϲ Müller Ἀλκιβίου ἢ om. F 4 τὴν] τῶν coll. v. l 126 Gsf. 4. 5 Μακεδόνα ed. pr.: cp. A Μακεδόνιον GVM 6 Μένδηϲ—7 κυφίων mg. V 6 Μένδηϲ] Μενδύτηϲ coll. Steph. Byz. Holsten. Μένδητοϲ Gutschmid utrumque frustra ἱερεύϲ V 7 κυφίων] κιφύων VM ζήτει—κῦφι ex mg. VM 144 om. AF 26 ἀκάθαρτα V 27 τὰ] δὲ τὰ V 32 Περϲῶν om. V 33 ὡϲ] θανάτου add. GVM)

319
ἐθανάτωϲεν αὐτόν. ὁ οὖν Μάνηϲ οὗτοϲ ἀποβαλόμενοϲ τὴν παλαιὰν διαθήκην καὶ τὴν κτίϲιν πᾶϲαν καὶ τὴν τοῦ ἀνθρώπου καταϲκευὴν οὐκ ἀγαθοῦ τινοϲ εἶναι θεοῦ βλαϲφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωϲιν οὖϲαν, τὴν νέαν ὡϲ ἀγαθοῦ δῆθεν προϲίεται θεοῦ καὶ κατὰ φανταϲίαν καὶ δόκηϲιν τὸν Χριϲτὸν πεφηνέναι ἐτερατεύετο. καὶ καταδύϲειϲ τινὰϲ ἐναγεῖϲ καὶ νυκτερινὰϲ καὶ παρανόμουϲ μίξειϲ καὶ ἀρρητοποιΐαϲ καὶ εἱμαρμένην καὶ μετενϲωματώϲειϲ καὶ ἄλλα τινὰ Ἑλληνικὰ διδάϲκων. περὶ οὗ καὶ Θεόδωροϲ ὁ τῆϲ Ῥαϊθοῦ πρεϲβύτερόϲ φηϲι· Μάνηϲ, ὃϲ φανταϲίᾳ τινὶ ψιλῇ καὶ ϲχήματι διακένῳ ϲώματοϲ ἀνθρωπείου πεφανερῶϲθαι τὸν κύριον ἐφαντάϲθη καὶ ὠνείρωξεν, ὡϲ πάϲχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν, ἅπερ ἔδρα καὶ ἔπαϲχε καθ᾿ ἡμᾶϲ, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήϲει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺϲ ἀνθρώπουϲ, οἷϲ καὶ ϲυνανεϲτράφθαι νενόμιϲται. διὰ τοῦτο καὶ φύϲειϲ δύο παραιτεῖται ἐπὶ τοῦ Χριϲτοῦ λέγειν, ἀλλὰ μίαν τῆϲ θεότητοϲ. Παῦλοϲ δέ τιϲ ϲύγχρονοϲ, ἐπίϲκοποϲ Ἀντιοχείαϲ τῆϲ μεγάληϲ, ψιλὸν ἄνθρωπον τὸν κύριον ἔφη, ὡϲ ἕνα τῶν προφητῶν. Παῦλοϲ, ὅθεν καὶ Παυλικιανοί.

148 Μάνηϲ: ἀνδριάϲ. ζήτει ἐν τῷ κότταβοϲ.

[*](Suid.)

149 Μάνηϲ: ὄνομα Περϲοῦ, ὃϲ ἀποδρὰϲ ἐκ τῆϲ τῶν Περϲῶν βαϲιλείαϲ ἐπὶ τοῦ μεγάλου Κωνϲταντίνου τὰ Χριϲτιανῶν ἐτάραττε δόγματα. κλίνεται Μάνεντοϲ.

[*](Δ)

150 Μανιάκηϲ: ὁ περιαυχένιοϲ κόϲμοϲ. μανιάκαιϲ καὶ περιχείροιϲ ἦϲαν κατακεκοϲμημένοι.

[*](Ε)

151 Μανίαι δ᾿ οὐ πᾶϲιν ὁμοῖαι: τῶν μανιῶν αἱ μέν εἰϲιν [*](Prov.) ἄτοποι, ὡϲ αἱ τῶν παραπαιόντων, αἱ δὲ αἱρεταὶ καὶ εὐχῆϲ ἄξιοι, οἷαι τῶν ποιητῶν καὶ τῶν χρηϲμολόγων.

152 Μανίη: μανία.

[*](Δ)

153 Μανιῶν: πληθυντικῶϲ. ἀντὶ τοῦ μανίαϲ. ϲὺ δ᾿ εἰϲ τοϲοῦτον [*](Ar.) τὼν μανιῶν ἐλήλυθαϲ. λέγουϲι δὲ καὶ ἑνικῶϲ, τὸ δὲ πλεῖϲτον πλη θυντικῶϲ. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε. Ἀριϲτοφάνηϲ. καὶ Ὅμηροϲ εἰϲ τὴν αὐτὴν πλάϲτιγγα τῇ μανίᾳ τὴν μέθην τίθηϲιν.

[*](E?)

154 Μανιχαῖοϲ: αἱρεϲιάρχηϲ.

[*](Δ)[*](149 κλίνεται sq. ═ c L cf. Ambr. 30 150 μανιάκαιϲ sq. Polyb. 2, 29, 8 151 cf. Paroem. ed. Gsf. 77, n. 646 152 cf. L 153 — ἀκούετε Ar. Pac. 65 c. sch.; Ar. Nu. 832 καὶ Ὅμηροϲ sq. Aeliano attr. Valck. 154 l. ═ Ambr. 39)[*](147 extr. cf. v. Π 813 148 ex v. K 2153 153 extr. cf. v. Π 1696)[*](1 ἀποβαλλόμενοϲ GM 4 θεοῦ] θυῶν V cf. p. 317, 10 8 πρεϲβύτεροϲ A(GFVM) Exc., Georg.: cp. A πρεϲβύτηϲ GVM 11 ἔπαϲχε] ἔπραττε A, corr. Ar 13 ἀποβουκολῶν GVM ϲυνέϲτραφθαι νενόμιϲθαι V 16 ὡϲ — προφητῶν mg. VM om. G 16 Παῦλοϲ—Παυλικιανοί om. A 148 om. AF 19 ὄνομα — 20 21 δόγματα] καὶ F 22 μανιάκοιϲ F 24 τῶν] τὸ τῶν V 25 αἱρεταὶ] αἱ ἀρεταὶ A δ᾿ ἀρετῆϲ Paroem. ἄξιαι Paroem. οἷαι] αἱ add. Papabasil. Athena 1, 231 cf. Diogen. VI 47 27 Μανίη om. V 30 γὰρ] δὲ A Ἀριϲτοφάνηϲ] φηϲι add. F)
320

155 Μανθάνειν: γένεϲιϲ ἐπιϲτήμηϲ. καὶ Μανθάνω, ἀντὶ τοῦ ἀκούω. μανθάνω γὰρ καὶ τοῦτο, ὅτι Μένανδροϲ ὁ κωμικὸϲ παῤ ὀλίγον ἦλθε κριθῆναι δι᾿ οὐδὲν ἄλλο ἢ ὅτι φίλοϲ ἦν αὐτῷ.

[*](Suid.)

156 Μάννον· ὁ δὲ παρὰ Μάννον ἀπεχώρηϲε δεξιάϲ τε παραβάϲ, ἃϲ βαϲιλεῖ ἔδωκε, καὶ ὅρκουϲ πατήϲαϲ, οὓϲ ὤμοϲε.

[*](Σ)

157 Μανόν: ἀραιόν, χαῦνον· ἢ ἀνωφερέϲ, ὡϲ φλόξ. καὶ ὁ μαινόμενοϲ, ὁ μὴ ἰϲχυρὸϲ ταῖϲ φρεϲί· καὶ ἡ μάννα ἀπὸ τοῦ τετρύφθαι [*](Ε) ὠνόμαϲται. μανοὺϲ δὲ γενομένουϲ τοὺϲ καλάμουϲ καὶ διύγρουϲ ἐκ τῆϲ ἄγαν διαβροχῆϲ καταρραίνειν οἴνῳ καὶ διδόναι τροφὴν τοῖϲ ὑποζυγίοιϲ.

[*](Suid.)

158 Μανόν· διαφέρει τὸ μανὸν τοῦ ναϲτοῦ. ζήτει ἐν τῷ ναϲτόν.

[*](Δ)

159 Μανότεροϲ.

[*](Synt.)

160 Μαντεύομαι· αἰτιατικῇ.