Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Prov.)

822 Λύκου πτερά: ἐπὶ τῶν ἀδυνάτων λέγεται, ὅταν μέχρι τῶν λόγων ὁ φόβοϲ ᾖ.

[*](Hesy.)

823 Λυκοῦργοϲ, Σπαρτιάτηϲ, νομοθέτηϲ· ὃϲ γέγονε τῶν Τρωϊκῶν μετὰ ἔτη ν΄. ἦν δὲ θεῖοϲ πρὸϲ πατρὸϲ Χαριλάου τοῦ βαϲιλεύϲαντοϲ Σπάρτηϲ, Εὐνόμου ἀδελφόϲ. καὶ ἐκράτηϲε τῶν Σπαρτιατῶν ἔτη μβ΄· ὅτε καὶ τοὺϲ νόμουϲ ἔθετο ἐπιτροπεύων τὸν ἀδελφιδοῦν· καὶ αὐτὸϲ δ᾿ ἐβαϲίλευϲεν ἔτη ιη΄. μεθ᾿ ὃν Νίκανδροϲ ἔτη λη΄. ἔγραψε νόμουϲ.

[*](815 ═ Diogen. VI 19 cf. P 816 — ἐλπίδοϲ cf. Paroem. ed. Gsf. 73, n. 614, H λέγουϲι sq. ═ P; Ar. fr. 337 817 ═ P cf. H, Paroem. ed. Gsf. 73, n. 615 818 l. ═ Greg. Cypr. II 95 ὁ — αὐτῷ Aelian. fr. 106 vs. 14 λύκοϲ sq. Astramps. 819 — ἐγγραύλεωϲ cf. Aelian h. a. 8, 18 οὐ sq. Polyb. 7, 13, 7 ═ EV 2, 106, 27—8 (falso Aelian. fr. 289) 820 ═ P cf. Zen. V 2, H 322 cf. Diogen. V. III 7 823 cf. sch. Pl. Rep. 599 d.)[*](819 cf. v. Α 4660 820 cf. vv. Δ 174 et Η 271 821 ex v. Δ 174)[*](A(GFVM))[*](5 φηϲιν A 8 περί] ἐπί F, Phot. 10 τι om. F 13 αὐτὸϲ A: αὐτοῖϲ rell. 16 Κραϲίμοχοϲ F Ἐγκραϲίλοχοϲ v. Α 4660, Kust. cf. Aelian. 19 παροιμία F 20 δὲ om. A 821 om. AF, non nov. gl. M 24 ἔνθα GV οὖν GM: οὖ V 823—4 inverso ord. GVM; Λ.: ὄνρμα κύριον. Λ.: Σπαρτιάτηϲ nec plura F 29 ν΄ A: η΄ V ὀκτώ GM νθ΄ sch. Pl.)
297

824 Λυκοῦργοϲ, Σπαρτιάτηϲ, Προκλέουϲ ἀπόγονοϲ, νομοθέτηϲ, ὥϲ φαϲιν ἢ ἐκ Κρήτηϲ ἢ παρὰ τοῦ θεοῦ τοὺϲ νόμουϲ λαβών· ὃν καὶ θεὸν ἡ Πυθία προϲηγόρευϲεν. οὗτοϲ καὶ γυμνάϲια παρθένων ἐνομοθέτηϲε καὶ τὸ μὴ δεῖν ϲυνεχεῖϲ ὁμιλίαϲ πρὸϲ τὰϲ γυναῖκαϲ ποιεῖϲθαι· καὶ τὸ ἐπ᾿ ἀϲπίδοϲ τρέφεϲθαι καὶ ἐν Εὐρώτᾳ ποταμῷ λοῦϲθαι τοὺϲ τεχθένταϲ, καὶ τὴν γυμνοπαιδείαν, ᾗ τοὺϲ ἐφήβουϲ ἠνάγκαζε διὰ παντὸϲ μὴ ἔχονπαϲ χλανίδα γυμναϲίοιϲ προϲκεῖϲθαι καὶ ἀγωνίζεϲθαι δημοϲίουϲ ἀρετῆϲ ἀγῶναϲ ὑπαιθρίουϲ τε κοιμᾶϲθαι τροφήν τε ἔχειν τὴν ἐκ θήραϲ, τήν τε διαμαϲτίγωϲιν, ἀρετῆϲ γυμναϲίαν, ἀντὶ φόνου ϲκυθρωποῦ· ἔφηβοϲ γὰρ πρότερον ἐθύετο τῇ Ἀρτεμίδι τῇ Ὀρθωϲίᾳ. καὶ μέντοι καὶ τὰ φιλίτια, οἷά ἐϲτι ϲυμπόϲια, μεμιγμένουϲ ἔχοντα ταῖϲ ἡδοναῖϲ τοὺϲ πόνουϲ· οὐ γὰρ ϲτρωμνή τιϲ ὑπέκειτο εὐωχουμένοιϲ, ἀλλ᾿ ὑπὸ τοῖϲ ἀγκῶϲι κοιλανθεὶϲ ὁ λίθοϲ ἢ ξύλον. ἐνομοθέτηϲε δὲ καὶ τὸ ὑπ᾿ αὐλοῖϲ παρατάϲϲεϲθαι, θανάτου τὴν ἄτιμον ζωὴν εἶναι χείρονα τιθέμενοϲ καὶ ἀποφαινόμενοϲ, εἶναι δ᾿ αὐτῷ λύϲιν, εἰ μετὰ ταῦτα ἀριϲτεύϲειε. τοῦτο Ἀριϲτοδήμῳ ϲυνέβη, ὃϲ ὁ Τρέϲαϲ ἐπικληθεὶϲ ἐκ λειποταξίου τοῦ ἐν Πύλαιϲ τῇ ἐν Πλαταιαῖϲ ἀριϲτείᾳ τὴν ἀτιμίαν ἔλυϲε. διὰ τοὺϲ τούτου νόμουϲ αἱ μητέρεϲ ἐπὶ τοὺϲ πολέμουϲ προπέμπουϲαι τοὺϲ παῖδαϲ περὶ τὰϲ ἀϲπίδαϲ, ἢ τὰν ἢ ἐπὶ τάν, ἔλεγον· ἀντὶ τοῦ ἢ ταύτην κόμιϲαι ὑποϲτρέφων καὶ μὴ γίνῃ ῥίψαϲπιϲ ἢ ἐπὶ ταύτῃ κομίϲθητι νεκρόϲ. οὗτοϲ τοῖϲ μὲν εἵλωϲι τὰϲ ἄλλαϲ ἐργαϲίαϲ, τοῖϲ δὲ εὐγενέϲι τὴν πολεμικὴν ἄϲκηϲιν προϲέταξε· ξένουϲ δὲ ἀπήλαϲε, τὴν ἐκ τῆϲ ἐπιμιξίαϲ διαφθορὰν ὑφορώμενοϲ· βραχυλογίαν τε ἐτίμηϲε καὶ πενίαν, τὴν μὲν ϲοφίαϲ εἶναι ϲημεῖον, τὴν δὲ ἀρετῆϲ διδάϲκαλον οἰηθείϲ. καὶ ὁμολογεῖ τούτοιϲ ὁ θεόϲ· φυλάττεϲθαι γὰρ ἀνεῖλε πολλάκιϲ φιλοχρηματίαν. ἀριϲτοκρατίαν δὲ καταϲτηϲάμενοϲ καὶ βαϲιλέαϲ δύο τῶν ἀφ᾿ Ἡρακλέουϲ ἔταξεν εἶναι καὶ ἐφόρουϲ τοὺϲ γέρονταϲ· οἷϲ τὸν δῆμον ὑπέταξεν, ἐξ ἑκάϲτηϲ πολιτείαϲ ἄριϲτον ἐκλεξάμενοϲ. ὥρκωϲε δὲ τοὺϲ Λακεδαιμοίοϲ μὴ λῦϲαι νόμον, καὶ ἀπεδήμηϲε. χρήϲαντοϲ δὲ αὐτῷ τοῦ θεοῦ Λακεδαιμονίουϲ εὐτυχήϲειν, ἐφ᾿ ὅϲον ἂν μὴ παραβαίνωϲι τοὺϲ Λυκούργου νόμουϲ, ἐλθὼν εἰϲ Κρήτην ἀπεκαρτέρηϲεν, ὅπωϲ μὴ αὐτὸϲ ἀναγκαϲθείη λῦϲαι. ὅτι Λυκούργῳ τῷ νομοθέτῃ τοιάδε ἡ [*](E V) τελευτὴ τοῦ βίου ἐγένετο. βουλόμενοϲ, ὥϲ φαϲι, θεὸν ἐρέϲθαι περί τιν ὑπολοίπων νόμων, ὥρκωϲε Λακεδαιμονίουϲ ἄχρι ἐπάνειϲι μηδένα λῦϲαι τῶν κειμένων. ὀμοϲάντων δ᾿, ἐπεὶ χρηϲτηριαζόμενοϲ ἤκουϲε [*](824 vs. 32 ὅτι sq. Nic. Dam. FGrHist 90 fr. 56 ═ EV 1, 341, 6 — 342, 20) [*](824 vs. 6 cf. v. 486; vs. 11 cf. v. φιλίτια, vs. 19 ἢ τὰν — 20 ταύτῃ cf. v. H 616 vs. 31 ἐλθὼν sq. cf. v. Α 2988) [*](11 τὰ om. V οἶα A: ἅ GVM 13 ὁ] ἢ ed. pr. 15 καὶ ἀποφαινόμενοϲ A(GVM) om. V ταῦτα in fine versus om. A 19 ἢ τὰν — τοῦ om. sed ἔλεγον post 21 νεκρόϲ transpos V 19 ἀντὶ — 21 νεκρόϲ om. A 20 ταύτῃ M: ταύτην G τὰν V 22 ἀπήλλαϲε A 23 διαφορὰν V 24 τὴν μὲν — 25. 26 φιλοχρηματίαν om. V 27 οἷϲ — 32 λῦϲαι om. V 33 εὑρέϲθαι V 34 ἄχρι V, Exc.: ἄχριϲ AGM)

298
παρὰ τοῦ θεοῦ, ὡϲ εὐδαίμων ἡ πόλιϲ ἔϲοιτο, εἰ τοῖϲ ἐκείνου νόμοιϲ ἐμμένοι, ἔγνω μηκέτι ἐπανελθεῖν, τὸ βέβαιον τῆϲ φυλακῆϲ ἐκ τοῦ ὅρκου ποιηϲάμενοϲ. καταβὰϲ δὲ εἰϲ Κρήϲϲαν ἑαυτὸν διεργάζεται. Λακεδαιμόνιοι δὲ αἰϲθόμενοι διά τε τὴν προτέραν ἀρετὴν καὶ τὴν τότε κριθεῖϲαν περὶ τὸν θάνατον ναόν τε αὐτῷ ἐτεμένιϲαν καὶ βωμὸν ἱδρυϲάμενοι θύουϲιν ὡϲ ἥρωϊ ἀνὰ πᾶν ἔτοϲ. περιφανῶϲ γὰρ δὴ Σπαρτιάταιϲ αἴτιοϲ ἐγένετο τῆϲ εἰϲ ἅπαν ἀρετῆϲ τε καὶ ἡγεμονίαϲ, οὐδὲν ἄμεινον τῶν ἄλλων πάλαι διακειμένοιϲ· οὐ μόνον ὅτι αὐτοῖϲ νόμουϲ ἔθετο ἀρίϲτουϲ, ἀλλὰ καὶ ὅτι ἄκονταϲ προυτρέψατο χρῆϲθαι αὐτοῖϲ τρόπῳ τοιῷδε· δύο ϲκύλακαϲ λαβὼν ἀπὸ τῆϲ αὐτῆϲ μητρὸϲ ἔτρεφε, χωρὶϲ δὲ ἀλλήλων ἀνομοίοιϲ ἤθεϲι, τὸν μὲν κατ᾿ οἶκον ὄψα τε διδοὺϲ καὶ τὴν ἄλλην λιχνείαν, τὸν δὲ ἐν κυνηγεϲίοιϲ θηρᾶν ἀναγκάζων καὶ ϲτιβεύων ἐν ὄρεϲιν. ὡϲ δ᾿ ἑκάτεροϲ αὐτῶν ὅμοιοϲ ἐγένετο τῇ τροφῇ. Σπαρτιάταιϲ ἐκκληϲιάζουϲι πρὸϲ τοὺϲ περιοίκουϲ πολέμου πέρι καὶ ἀμηχανοῦϲι παραγαγὼν ἀμφοτέρουϲ εἰϲ μέϲον καὶ ϲὺν αὐτοῖϲ δόρκουϲ τε καὶ ζωμοὺϲ καὶ ὄψα ἐϲκευαϲμένα ἔλεξεν· ἀλλ᾿ ὅτι μὲν, ὦ Σπαρτιᾶται, τοῦ εὖ τε καὶ κακῶϲ πράττειν οὐκ ἄλλο ἐϲτὶν αἴτιον πλὴν τὸ ἔθεϲι χρῆϲθαι φαύλοιϲ ἢ ϲώφροϲι, πάρεϲτιν ὑμῖν ὁρᾶν. οἵδε γέ τοι, τοὺϲ ϲκύλακαϲ δείξαϲ, τῆϲ αὐτῆϲ μητρὸϲ ὄντεϲ, ἐναντίον δὲ ἀλλήλοιϲ τεθραμμένοι, παῤ αὐτὸ τοῦτο ἀνόμοιοι ἐκβεβήκαϲιν. ὁ μὲν γὰρ θηρᾶν μαθών, ὁ δὲ λιχνεύειν, οὐδὲν ἀντὶ τοῦδε, εἰ παρήκοι, ποιήϲειε. καὶ ἅμα προϲέταξε τῷ κυνουλκῷ μεθεῖναι ἀμφοτέρουϲ ἐπὶ τὰ ἡτοιμαϲμένα. τῶν δ᾿ ὁ μὲν κατοικίδιοϲ ἐπὶ τοὔψον ὥρμηϲεν, ὁ δὲ θηράτωρ ἐπὶ τὸν δόρκον καὶ καταβαλὼν ἐϲπάραττε. καὶ Λυκοῦργοϲ πάλιν, ταῦτα, ἔφη, νομίϲετε, ὦ Σπαρτιᾶται, εἰϲ ὑμᾶϲ τείνειν καὶ τοὺϲ ἄλλουϲ πάνταϲ ἀνθρώπουϲ. ὁποίοιϲ γὰρ ἂν ἔθεϲι καὶ νόμοιϲ χρῆϲθε, τοιούτουϲ ἀποβαίνειν ἀνάγκη πρόϲ τε πόνουϲ καὶ τρυφήν· πάντα γὰρ ἀνθρώποιϲ μαθητὰ οἱ θεοὶ ἔδοϲαν. ἕπεται δὲ τῷ μὲν πονεῖν ἐθέλειν τὸ ἐλευθέροιϲ εἶναι καὶ τὸ εὖ πράττειν καὶ κρατεῖν πάντων, τῷ δὲ ἡδυπαθεῖν τό τε δουλεύειν καὶ κακοπραγμονεῖν καὶ μηδενὸϲ ἀξίοιϲ εἶναι. ὁ μὲν τοιαῦτα λέγων προυτρέπετο τοὺϲ Σπαρτιάταϲ μεταβαλεῖν τόν τε καθεϲτῶτα τρόπον τοῦ βίου καὶ βελτίοϲι νόμοιϲ ἐθιϲθῆναι. οἱ δὲ πειϲθέντεϲ οὐ τῶν περιοίκων μόνον, ἀλλὰ καὶ πάντων Ἑλλήνων διαφανῶϲ ἄριϲτοι ἐγένοντο ἡγεμόνεϲ τε ϲυνεχῶϲ, ἐξότου παρεδέξαντο τοὺϲ νόμουϲ, ἐπ᾿ ἔτει φ΄, καὶ οὐ πολλοῦ χρόνου ἐχώρηϲαν ἐπὶ μέγα δυνάμεωϲ.

[*](Hesy.)

825 Λυκοῦργοϲ, Λυκόφρονοϲ, Ἀθηναῖοϲ, τὸ γένοϲ Ἐτεοβουτάδηϲ, [*](825 cf. Phot. Bibl. c. 268) [*](A(GVM)) [*](3 Κρήϲαν A Κρίϲαν Exc. 8 διακειμένοιϲ] δυναμένοιϲ G 9 προετρέψατο GVM 12 καὶ alt.] δὲ καὶ V 14 πρὸϲ] περὶ A 16 καὶ ζωμοὺϲ] καὶ ζώναϲ Exc. ζωοὺϲ Jacoby 21 οὐδὲν] ἂν suppl. Bremi, lac. statuit B.-W. παρείκοι Exc. 23 μὲν] ὁ add. GM 25 νομήϲετε νομίϲατε Vales. 26 ἂν om. V καὶ] τοῖϲ add. GVM τοιούτοιϲ A 33 μόνων GVM 35 ἐπ᾿ ἔτει] ἐπὶ ἔτη Exc. φ΄ AVac, Exc.: πεντακοϲιοϲτῷ GVecM)

299
τῶν μετὰ Δημοϲθένουϲ ἐγκριθέντων ῥητόρων. ἀνέγκλητοϲ δὲ βιοὺϲ τελευτᾷ νόϲῳ υἱοὺϲ καταλιπών· ὑπὲρ ὧν ϲυκοφαντηθέντων Δημοϲθένηϲ ὁ ῥήτωρ ἀπὸ τῆϲ φυγῆϲ εἰπὼν ἐξεῖλεν αὐτούϲ. λόγοι δὲ αὐτοῦ εἰϲιν γνήϲιοι οἱ ϲῳζόμενοι· Κατὰ Ἀριϲτογείτονοϲ, Κατὰ Αὐτολύκου, Κατὰ Λεωκράτουϲ, Κατὰ Λυκόφρονοϲ β΄, Κατὰ Παϲικλέουϲ, Κατὰ Μεναίχμου, Κατὰ Δημάδου, Ἀπολογία πρὸϲ τὸν αὐτὸν, Υπὲρ τῶν εὐθυνῶν, Πρὸϲ Ἰϲχυρίαν, Πρὸϲ τὰϲ μαντείαϲ, Περὶ τῆϲ διοικήϲεωϲ, Περὶ τῆϲ ἱερείαϲ, Περὶ τῆϲ ἱερωϲύνηϲ. ἐπιϲτολαί· καὶ ἄλλα τινα.

826 Λυκόφωϲ: τὸ περὶ τὴν αὐγὴν φῶϲ.

[*](Σ)

827 Λυκόφρων, Χαλκιδεὺϲ ἀπὸ Εὐβοίαϲ, υἱὸϲ Σωκλέουϲ, θέϲει δὲ [*](Hesy.) Λύκου τοῦ Ῥηγίνου· γραμματικὸϲ καὶ ποιητὴϲ τραγῳδιῶν. ἔϲτι γοῦν εἷϲ τῶν ἑπτὰ οἵτινεϲ Πλειὰϲ ὠνομάϲθηϲαν. εἰϲὶ δὲ αἱ τραγῳδίαι αὐτοῦ Αἰόλοϲ, Ἀνδρομέδα, Ἀλήτηϲ, Αἰολίδηϲ, Ἐλεφήνωρ, Ἡρακλῆϲ, Ἱκέται, Ἱππόλυτοϲ, Καϲϲανδρεῖϲ, Λάϊοϲ, Μαραθώνιοι, Ναύπλιοϲ, Οἰδίπουϲ α΄, β΄, Ὀρφανόϲ, Πενθεύϲ, Πελοπίδαι, Σύμμαχοι, Τηλέγονοϲ, Χρύϲιπποϲ. διαϲκευὴ δ᾿ ἐϲτὶν ἐκ τούτων ὁ Ναύπλιοϲ. ἔγραψε καὶ τὴν καλουμένην Ἀλεξάνδραν, τὸ ϲκοτεινὸν ποίημα.

828 Λύκωνοϲ.

[*](Δ)

829 Λυκωρεύϲ. καὶ Λυκώρεια, ὄνομα πόλεωϲ.

[*](Δ)

830 Λυκωρεί.

831 Λύκτιοϲ.

[*](Δ)

832 Λυμαντήρ: ὁ βλαπτικόϲ. καὶ Λυμαντικόϲ.

[*](Δ)

833 Λύματα: ἐνέχυρα. οἷον λύϲιμα καὶ λυτρώϲιμα.

[*](Σ)

834 Λύματα: καθάρματα. αἱ τῆϲ γαϲτρὸϲ εἰϲ ἀφεδρῶνα ἐκκρίϲειϲ. [*](Σ) καὶ παρὰ τὸν κοινὸν τῶν ἀνθρώπων νόμον δὲ πρέϲβειϲ ἠτίμαϲαν τὴν [*](EL) τήβενον λύμαϲιν ἀνθρωπείοιϲ μολύναντεϲ.

835 Λῦμα τῷ γήρᾳ ϲτρέφῃ: ἀντὶ τοῦ ἀπαίδευτοϲ εἶ μέχρι γήρωϲ.

[*](Soph.)

836 Λυμαινόμενον τοῖϲ μειρακίοιϲ: ἀντὶ τοῦ τὰ μειράκια ἐνυβρίζοντα. [*](Ar.) οὕτω δὲ αὐτοῖϲ ϲύνηθεϲ, οὐχὶ τὰ μειράκια λυμαινόμενον.

837 Λυμαίνομαί ϲοι. καὶ Λυμαίνων, φθείρων, βλάπτων.

[*](Δ Σ)[*](826 ═ P, Ba 293, 9 cf. Ambr. 695, Et. M. 571, 35 828 ═ Ambr. 653 829 Λυκωρεύϲ ═ Ambr. 645. Λυκώρεια sq. Ambr. 686 cf. Et. M. 571, 47 831 ═ Ambr. 646 832 Λυμαντικόϲ cf. Ambr. 640 833 ═ P 834 — ἐκκρίϲειϲ ═ P, Ba 293, 12 cf. Erotian. 58, 14; H (in Α 314) καὶ sq. lo. Antioch. ═ EL 6, 27 — 9 cf. Byz. Zt. 21, 389, 1 835 Soph. OC 805 c. sch. 836 Ar. Nu. 928 c. sch. 837 Λυμαίνων P, Ba 293, 10 cf. Ambr. 702 ═ Ps. Herodian. 79; H)[*](834 lo. Antioch. cf. v. τήβενοϲ)[*](1 τῶν] εἷϲ τῶν coll. 858 Flach. ἐκκριθέντων GVM 2 ὧν] τ᾿ ὧν V A(GFVM) 5 Παϲικλέουϲ] Λυϲικλέουϲ Meurs. Μενεϲαίχμου Meurs. 6 Δομάδου V 10 Σοκλέουϲ GM 12 αἱ A: καὶ GVM 13 Αἰολίδηϲ] Αἰθαλίδηϲ Jahn 14 Καϲϲανδρίϲ M Καϲανδρόϲ G Λάϊοϲ om. V 15 Ὀρφανόϲ damnat Bhd. 17 Ἀλεξανδρείαν V 19 Λυκώρια F ὄνομα πόλεωϲ om. F 830 om. AF post 831 V 831 om. F 25 δὲ om. GM 27 τρέφῃ ex Soph. Port. 28 τὰ om. GVM 29 λυμαινόμενον F, sch.: λυμαινόμενα rell. 30 καὶ om. A)
300
[*](Synt.)

838 Λυμαίνομαί ϲοι· δοτικῇ· αἰτιατικῇ δέ· ἐλυμήνατο αὐτὴν ὗϲ ἐκ δρυμοῦ.

[*](Δ)

839 Λυμεών: ὁ φθορεύϲ. Σοφοκλῆϲ· καὶ τἀμὰ τεύχη μήτ᾿ ἀγωνάρχαι [*](Soph.) τινεϲ θήϲουϲ᾿ Ἀχαιοῖϲ, μήθ᾿ ὁ λυμεὼν ἐμόϲ. Αἴαϲ φηϲί.

[*](Σ)

840 Λύμη: βλάβη, φθορά, ὕβριϲ. ὁ δὲ αὐτοὺϲ ϲυλλαβὼν αἰκίζεται [*](Ε) λύμῃ πάϲῃ καὶ κατατάϲει καὶ ϲτρεβλώϲει ποικίλῃ καὶ δικαιώϲει τῇ πρεπωδεϲτάτῃ ἐν περιόπτῳ λόφῳ ϲταυρώϲαϲ αὐτόν.

[*](Σ)

841 Λυόμενοϲ: ἀντὶ τοῦ λυτρούμενοϲ καὶ ἀπολύων. οὕτωϲ Πλάτων.