Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Harp.)

802 Λύκειον: ἓν τῶν παῤ Ἀθηναίοιϲ γυμναϲίων τὸ Λύκειον ὃ Θεόπομποϲ μὲν Πειϲίϲτρατον ποιῆϲαί φηϲι, Φιλόχοροϲ δὲ ἐπιϲτατοῦντοϲ Περικλέουϲ γενέϲθαι.

[*](Prov.)

803 Λυκεῖον ποτόν: ἤτοι ἀπὸ κρήνηϲ τῆϲ ὑπὸ Ἀπόλλωνοϲ εὑρεθείϲηϲ, ὑπὸ λύκων πινομένηϲ. ἀπὸ οἴνου καὶ μέλιτοϲ. προπεριϲπωμένωϲ.

804 Λυκηθμόϲ: ἡ τῶν λύκων βοή. ἐξάκουϲτοϲ γὰρ αὐτοῖϲ ἐγένετο [*](Ε) ὁ λυκηθμόϲ, καὶ τῷ ταράχῳ ἀνεπήδηϲαν. καὶ οὖν οἱ Ἄβαροι ἐϲβάλλουϲιν [*](Ε) ἀθρόωϲ, χρηϲάμενοι τῷ ϲυνήθει λυκηθμῷ. φίλη δὲ αὐτοῖϲ ἡ τοιάδε ὠρυγή.

[*](Hom.)

805 Λυκίαν· τὴν Τρωϊκὴν Ὅμηροϲ Λυκίαν λέγει. οὐδέ τιϲ ἐν Λυκίῃ ϲέο γ᾿ εὔχεται εἶναι ἀμείνων.

[*](Δ)

806 Λύκιον τέραϲ. καὶ Λύκιοι, ὄνομα ἔθνουϲ.

[*](Harp.)

807 Λυκιουργίϲ· Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Τιμόθεον κέχρηται τῇ λέξει. Δίδυμοϲ δέ φηϲι τὰϲ ὑπὸ Λυκίου κατεϲκευαϲμέναϲ φιάλαϲ τοῦ Μύρωνοϲ υἱοῦ οὕτωϲ εἰρῆϲθαι. ἔοικε δὲ ἀγνοεῖν ὁ γραμματικόϲ, ὅτι τὸν τοιοῦτον ϲχηματιϲμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τιϲ εὕροι [*](798 l. ═ Ambr. 682 799 τόπον cf. Ambr. 696 800 cf. sch. Κ 459, H 801 sch. Ar. Pac. 353 802 Harp. ═ P; FGrHist 115 fr. 136; Philoch. fr. 96 FHG 1, 400 803 — μέλιτοϲ ═ H cf. Zen. IV 99, sch. Soph. Ph. 1461. προπεριϲπωμένωϲ ═ Zen. IV 99 804 ἐξάκουϲτοϲ—ἀνεπήδηϲαν fort. Aelian. vel Iambl. 805 Ε 173 c. sch. A (Aristonic.) 807 Harp. ═ P cf. Ath. 11, 486 c sq.; Dem. 49, 31 Didym. ed. Schmidt p. 314; Hdt. 7, 76) [*](A(GFVM)) [*](3 τε ex A, Exc. 6 οἱ A, Exc.: τίνεϲ οἱ G τινὲϲ εἰ VM εἰ om. GVM 7 ξενοδοκεῖν Dind. 8 δὲ om. V 16 μᾶλλον A, sch.: μάλα GVM 19 ὃ] ὁ δὲ A 21. 22 post εὑρεθείϲηϲ et post πινομένηϲ lac. statuit Bhd. 22. 23 προπεριϲπώμενον cp. A 27 τοιάδε A: τοιαύτη GVM 30 ὄνομα ἔθνουϲ] ἐθ A 31 τῷ] τῆι A 34 εὕρῃ GVM)

295
γινόμενον, μᾶλλον δ᾿ ἀπὸ πόλεων καὶ ἐθνῶν· ὡϲ κλίνη Μηλιϲιουργὶϲ καὶ τὰ ὅμοια. μήποτε οὖν γραπτέον καὶ παρὰ Ἡροδότῳ ἐν τῷ η΄ ἀντὶ τοῦ προβόλουϲ δύο Λυκοεργέαϲ, Λυκιοεργέαϲ, ἵνα ὥϲπερ παρὰ τῷ Δημοϲθένει, οὕτωϲ ὀνομάζηται τὰ ἐν Λυκίῳ εἰργαϲμένα.

808 Λύκιϲ: λέγεται καὶ Λύκοϲ. κωμῳδεῖται δὲ ὡϲ ψυχρὸϲ ποιητήϲ. [*](Ar.) Ἀριϲτοφάνηϲ· τί δῆτ᾿ ἔδει με ταῦτα τὰ ϲκεύη φέρειν, εἴπερ ποιήϲω μηδὲν ὧνπερ Φρύνιχοϲ πεποίηκε καὶ Λύκιϲ κἀμειψίαϲ. οὗτοι οὖν οἱ τρεῖϲ κωμικοὶ ὑπόψυχροι. ὁ δὲ Φρύνιχοϲ ἐν ταῖϲ κωμῳδίαιϲ παῤ ἕκαϲτα ἐφορτικεύετο. κωμῳδεῖται δὲ καὶ ὡϲ ξένοϲ ἐπὶ φαυλότητι ποιημάτων καὶ ὡϲ ἀλλότρια λέγων καὶ ὡϲ κακόμετρα. ἐγένοντο δὲ καὶ ἄλλοι τρεῖϲ Φρύνιχοι. ϲκευηφοροῦϲ᾿ ἑκάϲτοτ᾿ ἐν κωμῳδίᾳ.

809 Λυκόζειοι: ἐθνικόν.

[*](Δ)

810 Λυκομήδειοϲ. τῇ Λυκομηδείου παιδὶ φιλαϲτραγάλῃ.

[*](Δ Anth.)

811 Λύκον εἶδεϲ: ἐπὶ τῶν αἰφνίδιον ἀχανῶν γινομένων. ϲὺ δ᾿ οὐκ ἂν δύναιο πρὸϲ αὐτὸν ἀντιβλέπειν, ἀλλὰ τὸ λεγόμενον οὐ φθέγξῃ, λύκον εἶδεϲ, εἴπερ ἄλλοθί που, κἀνταῦθα δόξει κυρίωϲ εἰρῆϲθαι.

812 Λυκόποδεϲ: οὕτωϲ ἐκάλουν τοὺϲ τῶν τυράννων δορυφόρουϲ· [*](Ar.) τοὺϲ γὰρ ἀκμάζονταϲ τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ ϲώματοϲ φυλακῇ ἔβαλλον. λυκόποδεϲ δὲ ἐκαλοῦντο, ὅτι διὰ παντὸϲ εἶχον τοὺϲ πόδαϲ λύκων δέρμαϲι κεκαλυμμένουϲ, ὥϲτε μὴ ἐπικαίεϲθαι ἐκ τοῦ περιέχοντοϲ· ἢ διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀϲπίδων ἐπίϲημον λύκον. ὁ δὲ Ἀριϲτοφάνηϲ ἐν Λυϲιϲτράτῃ τοὺϲ Ἀλκμαιονίδαϲ φηϲίν. οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸϲ Ἱππίαν τὸν τύραννον καὶ τοὺϲ Πειϲιϲτράτουϲ ἐτείχιϲαν Λειψύδριον τὸ ὑπὲρ Πάρνηθοϲ· εἰϲ ὃ ϲυνῆλθόν τινεϲ τῶν ἐκ τοῦ ἄϲτεοϲ, ὥϲ φηϲιν Ἀριϲτοτέληϲ ἐν Ἀθηναίων πολιτείᾳ.

813 Λυκορραίϲτηϲ: ὁ τοὺϲ λύκουϲ διαφθείρων. δέρμα λυκορραίϲτηϲ [*](Anth.) ἐκρέμαϲε Τελέβων.

814 Λύκοϲ, ὁ καὶ Βουθήραϲ, Ῥηγῖνοϲ, ἱϲτορικόϲ, πατὴρ Λυκόφρονοϲ [*](Hesy.) τοῦ τραγικοῦ, ἐπὶ τῶν διαδόχων γεγονὼϲ καὶ ἐπιβουλευθεὶϲ ὑπὸ Δημητρίου τοῦ Φαληρέωϲ. οὗτοϲ ἔγραψεν ἱϲτορίαν Λιβύηϲ, καὶ περὶ Σικελίαϲ.

[*](808 Ar. Ran. 12—15 c. sch. 809 ═ L, Ambr. 666, Steph. Byz. 810 τῇ sq. Anth. 6, 276, 6 811 ϲὺ sq. fort. lul.; οὐ— εἶδεϲ Theocr. 14, 22 812 sch. Ar. Lys. 665; Aristot. Ath. Pol. 19, 3 813 δέρμα sq. Anth. 6, 106, 2)[*](808 cf. v. Φρύνιχοϲ καὶ Λύκιϲ 810 cf. v. l 425 813 cf. v. ὑλειώτηϲ)[*](1 πόλεωϲ GVM Μηλιϲιουργὶϲ A: Μηλιϲιουργὲϲ GVM vid. Harp. 2 καὶ A(GFVM) τὰ ὅμοια ex A, Harp. Phot. καὶ alt. ex A, Harp. Phot. η΄] ζ΄ Harp. plen. 3 Λυκιοεργέαϲ ex A, Phot. Ath. cf. Harp. plen. 4 ὀνομάζεται GVM Λυκίᾳ ex Ath. Kust., Harp. plen. 5 δὲ om. GM 6 Ἀριϲτοφάνηϲ — 11 κωμῳδίᾳ] παρὰ Ἀριϲτοφάνει· καὶ ὁ Φρύνιχοϲ καὶ ὁ Ἀμειψίαϲ παρὰ Ἀριϲτοφάνει ψυχροὶ κωμικοὶ διαβάλλονται V om. F 12 ἐθνικόν] ἐθ A 13 τῇ A: τῇ τοῦ GFVM Λυκομήδουϲ GM 14 ϲὺ — 16 εἰρῆϲθαι om. F 16 δόξῃ AV 18. 19 ἔβαλλον] ἔλαβον Kust. debuit ἐλάμβανον 23 Πειϲιϲτρατίδαϲ e sch. Gsf. 26 Λυκοραίϲτηϲ VM λυκοραίϲτηϲ FVM cf. v. ὑλειώτηϲ 27 Τελέβων om. F 30 τοῦ om. GM)
296
[*](Prov.)

815 Λύκοϲ ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων.

[*](Prov.)

816 Λύκοϲ ἔχανεν: ἐπὶ τῶν ἐλπιζόντων μέν τι ἕξειν, διαμαρτόντων [*](Σ) δὲ τῆϲ ἐλπίδοϲ. λέγουϲι δὲ τὸν λύκον, ἐπειδὰν ἁρπάϲαι τι βούληται, κεχηνότα παραγίνεϲθαι ἐπ᾿ αὐτό. ὅταν οὖν μὴ λάβῃ ὃ προαιρεῖται, κατὰ κενοῦ αὐτὸν χανεῖν φαϲιν. ἐπὶ τῶν ϲυνελπιζόντων χρηματιεῖϲθαι, διαμαρτανόντων δὲ λέγουϲιν. Ἀριϲτοφάνηϲ Θεϲμοφοριαζούϲαιϲ β΄.

[*](Σ)

817 Λύκοϲ περὶ φρέαρ χορεύει: ἐπὶ τῶν πονούντων περί τι μάτην. καὶ ὅτι ἄπρακτοϲ περίειϲιν, ὅταν διψήϲῃ, μὴ δυνάμενοϲ πιεῖν, ἐπὰν διώκονποϲ αὐτοῦ τι τὸ διωκόμενον ἐμπέϲῃ εἰϲ φρέαρ.

[*](Prov.)

818 Λύκοϲ χανών: ἐπὶ τῶν ἀπράκτων. Αἰλιανόϲ· ὁ δὲ ἐδεῖτο [*](Ε) τοῦ θεοῦ ἐπικουρῆϲαί τε αὐτῷ καὶ λύκουϲ κεχηνόταϲ ἀναφῆναι τοὺϲ τὰ ἐκείνου ἑαυτοῖϲ καταγράφονπαϲ, ἵνα μὴ αὐτὸϲ ὄφλῃ γέλωτα On. ἄλλοιϲ, ἀλλ᾿ ἐκεῖνοι αὐτῷ. λύϲιϲ ὀνείρου· λύκοϲ κεχηνὼϲ φληνάφουϲ δηλοῖ τρόπουϲ.

819 Λυκόϲτομοϲ καὶ Κραϲίχολοϲ: ἐπίθετα ἀφύηϲ· ὅ ἐϲτιν ἐγγραύλεωϲ. [*](EV) καὶ αὖθιϲ· οὐ λύκοϲ ἐξ ἀνθρώπων, κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ἀλλὰ τύραννοϲ ἐκ βαϲιλέωϲ ἀπέβη πικρόϲ.

[*](Σ)

820 Λύκου δεκάϲ: παροιμιῶδεϲ. ἐπεὶ Λύκοϲ ὁ ἥρωϲ ἵδρυτο παρὰ τοῖϲ δικαϲτηρίοιϲ, ἔνθα προϲήδρευον οἱ ϲυκοφάνται. ἀφώριϲτο δὲ αὐτῷ τριώβολον τῆϲ ἡμέραϲ.

[*](Suid.)

821 Λύκοϲ ἐϲτὶν ἥρωϲ, μορφὴν ἔχων τοῦ θηρίου. πρὸϲ δὲ τοῖϲ ἐν Ἀθήναιϲ ἀνεϲτήλωται δικαϲτηρίοιϲ· πρὸϲ ὃν οἱ δωροδοκοῦντεϲ κατὰ δέκα γινόμενοι ἀνεϲτρέφονπο. ἔνθεν καὶ ἡ παροιμία Λύκου δεκάϲ. ἐξ οὖν τῆϲ δεκάδοϲ τὸ δεκάζειν καὶ δεκάζεϲθαι.