Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

283

682 Λουκᾶϲ ὁ εὐαγγελιϲτὴϲ ἔχει τίτλουϲ πγ΄ , κεφάλαια τμη΄.

[*](Suid.)

683 Λουκιανόϲ, Σαμοϲατεύϲ, ὁ ἐπικληθεὶϲ βλάϲφημοϲ ἢ δύϲφημοϲ, [*](Hesy.) ἄθεοϲ εἰπεῖν μᾶλλον, ὅτι ἐν τοῖϲ διαλόγοιϲ αὐτοῦ γελοῖα εἶναι καὶ τὰ περὶ τῶν θείων εἰρημένα παρατίθεται. γέγονε δὲ ἐπῖ τοῦ Καίϲαροϲ Τραιανοῦ καὶ ἐπέκεινα. ἦν δὲ οὗτοϲ τοπρὶν δικηγόροϲ ἐν Ἀντιοχείᾳ τῆϲ Συρίαϲ. δυϲπραγήϲαϲ δʼ ἐν τούτῳ ἐπὶ τὸ λογογραφεῖν ἐτράπη καὶ γέγραπται αὐτῷ ἄπειρα. τελευτῆϲαι δὲ αὐτὸν λόγοϲ ὑπὸ κυνῶν, ἐπεὶ κατὰ τῆϲ ἀληθείαϲ ἐλύττηϲεν· εἰϲ γὰρ τὸν Περεγρίνου βίον κα θάπτεται τοῦ Χριϲτιανιϲμοῦ, καὶ αὐτὸν βλαϲφημεῖ τὸν Χριϲτὸν ὁ παμμίαροϲ. διὸ καὶ τῆϲ λύττηϲ ποινὰϲ ἀρκούϲαϲ ἐν τῷ παρόντι δέδωκεν, ἐν δὲ τῷ μέλλοντι κληρονόμοϲ τοῦ αἰωνίου πυρὸϲ μετὰ τοῦ Σατανᾶ γεήϲεται.

684 Λουκιανὸϲ ἕτεροϲ, κόμηϲ τῆϲ ἑῴαϲ, ἐπὶ Ἀρκαδίου τοῦ βαϲιλέωϲ. [*](Ε) αὕτη δὲ ἡ ἀρχὴ ἐβούλετο τὸν προβεβλημένον αὐτῆϲ ἐφεϲτάναι πᾶϲι τοῖϲ τῆϲ ἑῴαϲ ἐπαρχίαϲ ἰθύνουϲι καὶ ἐπὶ τοῖϲ οὐ κατὰ τὸ δέον πραττομένοιϲ ἰθύνειν. οὗτοϲ τοίνυν πᾶϲαν ἀρχικὴν ἀρετὴν εἰϲ τοὺϲ ἀρχομένουϲ ἐπιδεικνύμενοϲ ἐπὶ δικαιοϲύνη καὶ ϲωφροϲύνῃ καὶ πᾶϲι τοῖϲ ἄρχονταϲ κοϲμεῖν δυναμένοιϲ διαβόητοϲ ἦν, οὔτε προϲώπων διαφορὰν οὔτε ἕτερόν τι κατὰ νοῦν ἔχων, πλὴν ὧν ὁ νόμοϲ ὑπηγόρευεν. ὥϲτε ἀμέλει καὶ τὸν τοῦ βαϲιλέωϲ θεῖον Εὐχέριον αἰτοῦντά τι παρὰ τὸ προϲῆκον ἀποϲειϲάμενοϲ ἐϲ τοϲοῦτον ἐκίνηϲεν, ὥϲτε πρὸϲ τὸν βαϲιλέα διαβαλεῖν. ἐπεὶ δὲ ὁ βαϲιλεὺϲ αἴτιον εἶπεν εἶναι Ῥουφῖνον, ἀνδρὶ τοιούτῳ τοϲαύτην ἀρχὴν δεδωκότα, λαβὼν πρόφαϲιν ὁ Ῥουφῖνοϲ τὸν Λουκιανὸν ϲφαίραιϲ μολυβδίναιϲ ᾐκίϲατο κατὰ τοῦ τένοντοϲ.

685 Λουκιανὸϲ ὁ μάρτυϲ· οὗτοϲ ἐκ Σαμοϲατῶν τῆϲ Συρίαϲ ἦν, ἀνὴρ τῶν εὖ γεγονότων. παρὰ δὲ τὴν πρώτην ἡλικίαν Μακαρίῳ τινι τοὔνομα ϲυγγενόμενοϲ τὴν Ἔδεϲϲαν οἰκοῦντι καὶ τὰϲ ἱερὰϲ βίβλουϲ ἐξηγουμένῳ, πᾶν ὅ τι κάλλιϲτον ἔφερε περὶ τοῦτον ἐκεῖνοϲ ἐν οὐ πολλῷ ϲυνέλαβε χρόνῳ. καὶ πρόϲ τε τὸν μοναύλιον ἀπέκλινε βίον καὶ εἰϲ ἅπαν ἀρετῆϲ ἀνθρωπείαϲ ἀφίκετο μέτρον. προὔβη δὲ καὶ εἰϲ ἱερωϲύην, πρεϲβύτεροϲ ἐν Αντιοχείᾳ γενόμενοϲ, καὶ διδαϲκαλεῖον [*](683 τελευτῆϲαι sq. Hesychio abiudicavit Flach. 684 Zos. 5, 2, 24 685—p. 284, 11, 12 φυλαττομένην Vita Luciani mart. ed. Bidez, Philostorg. p. 184—7) [*](685 cf. v. Ν 447) [*](682 om. A mg. A 3 ἢ—μᾶλλον om. A mg. Ar M; οὐαὶ αὐτῷ, ὅτι A (GV M) ἀϲπαϲτὸν τοῦτο ἡγήϲατο καὶ πολὺ παρετράπη τῆϲ εὐθείαϲ καὶ βαϲιλικῆϲ ὀδοῦ mg. add Ar G M; pro εὐθείαϲ —ὀδοῦ εὐϲεβείαϲ Ar εἶναι del. Flach 5 Τραιανοῦ] vitium perspexit Rhode Kl. Schr. 1, 129 10 τῆϲ] Περεγρίνου add. V 11 μετὰ τοῦ Σατανᾶ om. V 13 ἕτεροϲ om. A ante gl. V κόμηϲ V, Zos.: κώμηϲ A G M 17 δικαιοϲύνηϲ καὶ ϲωφροϲύνηϲ V 18 κατακοϲμεῖν G περιβόητοϲ Aac 20 τι ex A solo 24 ᾐκίϲατο] τιμώρηϲε ss. V 25 τένοντοϲ] ἤγουν ἀϲτραγάλου ss. V 28 Ἐδεϲϲα V G οἰκοῦντα V 29 ἔφερε] ἐφεῦρε G M 31 ἅπαν om. V)

284
μέγα ἐκεῖ ϲυνεϲτήϲατο, ἑκαϲταχόθεν ϲπουδαιοτάτων ὡϲ αὐτὸν ἀλλαχόθεν ἄλλων ἀφικνουμένων. οὗτοϲ τὰϲ ἱερὰϲ βίβλουϲ θεαϲάμενοϲ πολὺ τὸ νόθον εἰϲδεξαμέναϲ, τοῦ τε χρόνου λυμηναμένου πολλὰ τῶν ἐν αὐταῖϲ καὶ τῆϲ ϲυνεχοῦϲ ἄφʼ ἑτέρων εἰϲ ἕτερα μεταθέϲεωϲ, καὶ μέντοι καί τινων ἀνθρώπων πονηροτάτων, οἳ τοῦ Ἑλληνιϲμοῦ προεϲτήκεϲαν, παρατρέψαι τὸν ἐν αὐταῖϲ θεληϲάντων νοῦν καὶ πολὺ τὸ κίβδηλον ἐνϲκευαϲαμένων, αὐτὸϲ ἁπάϲαϲ ἀναλαβὼν ἐκ τῆϲ Ἐβραΐδοϲ αὐτὰϲ ἐπανενεώϲατο γλώττηϲ, ἣν καὶ αὐτὴν ἠκριβωκὼϲ ἐϲ τὰ μάλιϲτα ἦν, πόνον τῆ ἐπανορθώϲει πλεῖϲτον εἰϲενεγκάμενοϲ. οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν καθαρότητα τῶν θείων δογμάτων παρὰ τούτῳ τιϲ ἂν μάλιϲτα τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γενομένων ἐπ’ ἄκρον εὕροι φυλαττομένην. ἐξέθετο γὰρ καὶ ἐπιϲτολὰϲ ἀμέλει γενναιοτάταϲ, ἐξ ὧν φωράϲαι τιϲ ἂν εὖ μάλα ὁᾳδίωϲ, ἣν ὁ ἀνὴρ περὶ τῶν θείων ἔϲῳζε γνώμην. ἐμαρτύρηϲε δὲ ἐπὶ Μαξιμιανοῦ ἐν Νικομηδείᾳ τῆϲ Βιθυνίαϲ.

[*](E V)

686 Λούκιοϲ Σέργιοϲ Κατιλῖνοϲ, ἀνὴρ γένουϲ μὲν ὢν ἐπιφανεϲτάτου, ἄλλωϲ δὲ πονηρὸϲ τὴν φύϲιν, τολμητήϲ τε καὶ μεγαλοπράγμων καὶ τὸ ἦθοϲ ποικίλοϲ, ἐπ’ ὀλέθρῳ τῆϲ πατρίδοϲ ϲυνώμοϲε. τοὺϲ θραϲυτάτουϲ καὶ τολμηροτάτουϲ τῶν εὐπατριδῶν ἐϲ τὴν ἑαυτοῦ πίϲτι ἐνδηϲάμενοϲ. λέγεται γὰρ ἄνθρωπον καταθύϲαϲ γεῦϲαι τοῦ αἵματοϲ τοὺϲ ϲυνωμόταϲ, περιάγων ἐϲ πάνταϲ τὴν κύλικα πλήρη οἴνου τε καὶ ἀνθρωπείου αἵματοϲ, εἴτε καταγοητεύων τοὺϲ ἄνδραϲ τῷ τοιῷδε ὅρκῳ εἴτε καὶ πρὸϲ πᾶν τόλμημα καὶ πᾶϲαν ἐθίζων ἀνοϲιουργίαν. ἅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχειρῶν αἵματι καὶ μετάγειν τὴν πολιτείαν εἰϲ τυραννίδα φόνῳ τε πολλῷ τῶν ἀρίϲτων καὶ καταπρήϲει τῆϲ πόλεωϲ μηχανώμενοϲ. ἐπῆρε δὲ ἄρα τὸν Κατιλῖνον ἐϲ ταύταϲ τὰϲ ἀτόπουϲ ἐννοίαϲ βάρη τε ὀφλημάτων νικῶντα τὸ τίμημα τῆϲ οὐϲίαϲ καὶ ϲυνειδὸϲ ἐκθέϲμων καὶ μυϲαρῶν πράξεων. τόν τε γὰρ παῖδα τῆϲ Ἀριϲτίλληϲ διέφθειρε· διʼ ἃ δὴ καὶ ὑπατείαν μετιὼν ἀπηλάθῃ, Κικέρωοϲ ἐϲ τὴν τοῦδε χώραν αἱρεθέντοϲ. ἐξ οὗ δὴ καὶ μάλιϲτα τὰ ἀτοπώτατα τῶν δραμάτων ἐπὶ νοῦν ἐβάλετο, τῶν κακῶν οὐδαμοῦ ἱϲτάμενοϲ οὐδὲ ἀναπαύων τὴν γνώμην. ὁ δὲ Κικέρων εἰπεῖν τε δεινὸϲ ὢν καὶ τἀληθὲϲ ἀνευρεῖν ἱκανὸϲ γνῶναι τε τὸ μέλλον ὀξυτατοϲ, πολέμιον αὐτὸν ἀποφήναϲ ἐξήλαϲε τῆϲ πόλεωϲ.

[*](685 ἐξέθετο sq. cf. Hieron. vir. ill. 77 686 lo. Antioch fr. 71, F H G 4, 563 ═ E V 1, 173, 27—174, 18)[*](A (G V M))[*](1. 2 ἀλλαχόθεν ἀφικνουμένων ἄλλων G V M 3 τε A, v. Ν 447 (o: Metaphrast.) γε τοῦ G V M 5 τινων] τινα V 6 καὶ 7 ἐνϲκευαϲαμένων om. 8 ἐπανεϲώϲατο G V M; μετάφραϲιϲ ἀπὸ τῆϲ Ἐβραΐδοϲ εἰϲ Ἑληνίδα γλῶϲϲαν τῆϲ θείαϲ γραφῆϲ mg. add. M ἠκριβωκὼϲ post ἦν transpos. G V M 9 πόνον— 14 Μαξιμιανοῦ] ἐπὶ Μαξιμιανοῦ ἐμαρτύρηϲεν V 12 γὰρ A M: γὰρ δὴ G 15 16 ἐπιφανέϲτατοϲ A 19 ἐνδυϲάμενοϲ G V M 21 τε om. V εἴτε— 25 μηχανώμενοϲ om. V 22 ὅρκῳ] τρόπῳ ss. ὅρκῳ A 25 ἄρα ex A, Exc. ταύταϲ — 26 ἐννοίαϲ A, Exc.: τὰϲ τοιαύταϲ ἀτοπίαϲ G V 5 27 καὶ pr.— πράξεων om. V 28 Ἀριϲτίλληϲ] Ἀρεϲτίλληϲ Exc. Ὀρεϲτίλληϲ Bas. 30 ἐβάλλετο 31 οὐδὲ —γνώμην om. V)
285

687 Λουκούλλειον: τὸ τοῦ Λουκούλλου.

[*](Δ)

688 Λούκουλλοϲ· ὅτι Λούκουλλοϲ, ὁ ὕπατοϲ, Μιθριδάτῃ τῷ τοῦ Πόντου βαϲιλεῖ ἐπολέμει καὶ προϲϲχὼν Τρῳάδι καὶ ϲκηνῶν παρὰ τὸ τῆϲ Ἀφροδίτηϲ τέμενοϲ ἔδοξε τὴν Ἀφροδίτην νύκτωρ ἐπιϲτᾶϲάν οἱ τόδε εἰπεῖν· τί κνώϲϲειϲ, μεγάθυμε λέον; νεβροὶ δέ τοι ἐγγύϲ. καὶ ὃϲ ἐξαναϲτὰϲ καὶ πυθόμενοϲ ὡϲ εἴη πληϲίον ναυλοχῶν ὁ βαϲιλικὸϲ ϲτόλοϲ, ἐπέπλευϲεν αὐτῷ καὶ κρατήϲαϲ τῇ ναυμαχίᾳ διαφθείρει πάνταϲ καὶ τὸν ϲτρατηγὸν Ἰϲίδωρον. ὁ δὲ Μιθριδάτηϲ φεύγει πρὸϲ Τιγράνην τὸ τῶν Ἀρμενίων βαϲιλέα. ὁ δὲ Λούκουλλοϲ καὶ πρὸϲ Τιγράνην ἐξενεγκὼν πόλεμον πόλειϲ τε εἷλε πλείϲταϲ ὅϲαϲ καὶ τὰ Τιγρανόκερτα ἐπολιόρκει. ὁ δὲ Τιγράνηϲ ἀπιδὼν ἐϲ τὸ τῶν Ῥωμαίων καὶ λογιϲάμενοϲ εὐαρίθμητον εἶναι, τοῦτο δὴ τὸ θρυλλούμενον ἀπεφθέγξατο, ὡϲ εἰ μὲν πρεϲβευταί, πολλοὶ πάρειϲιν, εἰ δὲ ϲτρατιῶται, ὀλίγοι ἀλλ’ ὅμωϲ ἐϲ πεῖραν ἐλθὼν τῶν Ῥωμαϊκῶν δυνάμεων ἔγνω τὸν ὄχλον οὐδὲν ὠφελεῖν δυνάμενον Ἀντίοχοϲ γοῦν ὁ φιλόϲοφοϲ ταύτηϲ ἐπιμνηϲθεὶϲ τῆϲ μάχηϲ οὐκ ἔφη τοιαύτην ἄλλην ἑωρακέναι τὸν ἥλιον Στράβων δὲ οὕτωϲ ἀκονιτί φηϲι τὸν πολὺν ἐκεῖνον ἐργάϲαϲθαι τοὺϲ Ῥωμαίουϲ φόνον, ὡϲ μετὰ τὴν πεῖραν καταγελᾶν ἑαυτῶν, ἐπ’ ἀνδράποδα τοιαῦτα ὅπλοιϲ χρηϲαμένων. καὶ Λίβιοϲ ἔφη τήνδε τὴν μάχην ἐκπληττόμενοϲ, οὐδέποτε γάρ φηϲι τοϲόνδε πολεμίων ἀποδέονταϲ Ῥωμαίουϲ παρατάξαϲθαι· εἰκοϲτὸν γὰρ δή μέροϲ οἱ νικῶντεϲ ἦϲαν τῶν ἡττωμένων.

689 Λουκρίτιοϲ: ὄνομα κύριον.

[*](Δ)

690 Λούω ϲε· αἰτιατικῇ.

[*](Synt.)

691 Λούπερκοϲ, Βηρύτιοϲ, γράμματικόϲ, γεγονὼϲ μικρῷ πρὸ τῶν [*](Hesy.) Κλαυδίου τοῦ δευτέρου Καίϲαροϲ χρόνων. ἔγραψε Περὶ τοῦ ἂν γ΄, Περὶ τοῦ ταώϲ, Περὶ τῆϲ καρίδοϲ, Περὶ τοῦ παρὰ Πλάτωνι ἀλεκτρυόνοϲ, Κτίϲιν τοῦ ἐν Αἰγύπτῳ Ἀρϲινοήτου, Ἀττικὰϲ λέξειϲ, Τέχνην γραμματικήν, Περὶ γενῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ οὐδετέρων βιβλία ιγ΄· ἐν οἷϲ πολλὰ κατευδοκιμεῖ Ἡρωδιανοῦ.

692 Λουτρά· οἱ δὲ εἰϲ πόλιν παρελθόντεϲ λουτρὰ ἔχουϲαν, τὰ μὲν [*](Ε) χειρόκμητα καὶ τετεχναϲμένα, τὰ δὲ ἐκ τῶν κόλπων τῆϲ γῆϲ ἀναβρύοντα καὶ ὑπερχεόμενα, μεθʼ ἡδονῆϲ πρὸϲ ἀνθρώπων ὠφέλειάν τε καὶ [*](687 cf. L 688 fort. lo. Antioch., vs. 15 Ἀντίοχοϲ sq. cf. Plut. Lucull. 28, 8 F Gr Hist 91 fr. 9; Livii perioche 98 689 ═ Ambr. 584 690 ═ Synt. Laur. cf. Gud An. Ox. 4, 297, 1 692 Aelian.) [*](688 cf. v. Κ 1885 691 cf. prooem.) [*](3 καὶ pr. ex A solο προϲϲχὼν Bhd. cf. v. 1885; προϲχὼν omnes παρὰ A: A (G V M) περὶ G V M cf. v Κ 1885 4 τέμενοϲ A, v. Κ 1885; ἱερόν G V M Ἀφροδίτην 5 τόδε] νύκτα ἐπιϲτ. τὴν Ἀφρ. V 5 νεβροὶ] νευρὶ V τοι A: τι G V M cf. v. Κ 1885 6 πληϲίον A, v. Κ 1885: ἐγγὺϲ G V M 9 βαϲιλέα G; cp. A M βαϲιλείαν V 13 εἰ bis] οἱ bis V 15 γοῦν A; οὖν G V M 17 δὲ G V M, Plut.: τε A 20 τοϲόνδε Kust. cf. Plut.; τοϲῶνδε omnes 26 ἂν— 27 ταώϲ] Ἀντιφῶντοϲ ἐν τῷ Περὶ ταῶν coll. Harp. v. Πυριλάμπηϲ Toup 27 παρὰ om. V 28 τίϲιν Kust.; Κτῆϲιν mnes 29 ἀρϲενικῶν G M 30 κατευδοκιμεῖ] Καταδοκιμῶ ϲου mg. add. M 32 χειρότμητα G V M τεχναϲμένα V 32. 33 ἀναβλύοντα Valck.)

286
τρυφὴ τοῖϲ φαινομένοιϲ, παραδοὺϲ ἑαυτὸν κατὰ ῥοῦν φέρεϲθαι δοῦλοϲ ἐγένετο τῆϲ ἡδονῆϲ.

[*](Ar.)

693 Λοῦτρον: τὸ ἀπόλουμα, τὸ ῥυπαρόν, τὸ ἀπόλουτρον. κἀκ τῶν [*](Ε) βαλανείων πίεται τὸ λοῦτρον. Προκόπιοϲ· τὸ βαλανεῖον ἐν παραϲκευῇ ἐκέλευε γενέϲθαι· λοῦϲθαι γάρ οἱ ἐνταῦθα τῇ ὑϲτεραίᾳ βουλομένῳ [*](Suid.) εἶναι. ὅτι Ἑλλάδιοϲ, Ἀλεξανδρεύϲ, γρααμματικόϲ, γεγονὼϲ κατὰ τὸν βαϲιλέα Θεοδόϲιον τὸν μικρὸν ἔγραψεν Ἔκφραϲιν τοῦ λούτρου Κωνϲταντιανῶν.

[*](Harp.)

694 Λουτροφόροϲ καὶ Λουτροφορεῖν: ἔθοϲ ἦν τοῖϲ γαμοῦϲιν Ἀθήνηϲι λουτρὰ μεταπέμπεϲθαι ἑαυτοῖϲ κατὰ τὴν τοῦ γάμου ἡμέραν. ἔπεμπον δὲ ἐπὶ ταῦτα τὸν ἐγγυτάτω γένουϲ παῖδα ἄρρενα· καὶ οὗτοι ἐλουτροφόρουν. ἔθοϲ δὲ ἦν καὶ τοῖϲ ἀγάμοιϲ ἀποθανοῦϲι λουτροφορῖν καὶ ἐπὶ τὸ μνῆμα ἐφίϲταϲθαι· τοῦτο δὲ ἦν παῖϲ ὑδρίαν ἔχων τὰ δὲ λουτρὰ ἐκόμιζον ἐκ τῆϲ νῦν μὲν Ἐννεακόρου καλουμένηϲ κρήνηϲ, πρότερον δὲ Καλλιρόηϲ.

[*](Harp.)

695 Λουϲία, ἀφʼ οὗ οἱ δημόται Λουϲιεῖϲ. καὶ Λουϲιεύϲ· δῆμοϲ τῆϲ Οἰνηΐδοϲ.

[*](Σ)

696 Λοφάδια: κατὰ τοῦ αὐχένοϲ.

[*](Ar.)

697 Λοφεῖον: ἡ τοῦ κατόπτρου θήκη, ἢ ἡ θήκη τοῦ λόφου τῆϲ περικεφαλαίαϲ. περιφερὴϲ δὲ αὕτη. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· καθέλοιμι νύκτωρ τὴν ϲελήνην· εἶτα δὴ αὐτὴν καθείρξαιμʼ εἰϲ λοφεῖον ϲτρογγύλον. ἐὰν μὲν ᾖ ὑποκοριϲτικόν, δηλοῖ τὸν ἐλάττονα τῶν τριῶν λόφω, ἐὰν δὲ διὰ τῆϲ ει διφθόγγου, προπεριϲπᾶται καὶ δηλοῖ τὴν θήκη τοῦ λόφου.

[*](Δ)

698 Λοφεῖον, Λόφιον δέ.

[*](Δ)

699 Λοφιή.

[*](Σ)

700 Λοφίαϲ: ὁ τράχηλοϲ.

[*](Δ)

701 Λοφνῆϲι: ταῖϲ λαμπάϲι.