Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

261 Λεωκόριον: τόποϲ τῆϲ Ἀττικῆϲ, ἀπὸ ἱϲτορίαϲ. ἐλίμωξέ ποτε [*](Thuc.) ἡ Ἀττική, καὶ λύϲιϲ ἦν τῶν δεινῶν παιδὸϲ ϲφαγή. Λεὼϲ οὖν τιϲ τὰϲ ἑαυτοῦ θυγατέραϲ ἐπιδέδωκε καὶ ἀπήλλαξε τοῦ λιμοῦ τὴν πόλιν· καὶ ἐκ τούτου ἐκλήθη ὁ τόποϲ Λεωκόριον.

262 Λεωκόριον: ἡρῷον ἐν μέϲῳ τῷ Κεραμεικῷ. Λεὼϲ γὰρ ὁ Ὀρφέωϲ [*](Σ) υἱὸν μὲν ἔϲχε Κύλανθον, θυγατέραϲ δὲ τρεῖϲ, Φαϲιθέαν, Θεόπην, Εὐβούλην· ἃϲ ὑπὲρ τῆϲ χώραϲ ϲφαγιαϲθείϲαϲ ἔτι παρθένουϲ ἐτίμηϲαν Ἀθηαῖοι τῷ ἡρῴῳ.

263 Λεωκράτηϲ· καὶ κλίνεται εἰϲ ουϲ.

[*](Δ)

264 Λεώκριτοϲ. εἴ τιϲ πτερώϲαϲ Λεώκριτον Κινηϲίᾳ, αἴροιεν [*](Δ) αὖραι πελαγίαν ὑπὲρ πλάκα. ὡϲ λεπτὸϲ ὢν ϲφόδρα ὁ Κινηϲίαϲ κωμῳδεῖται [*](Ar.) καὶ ὡϲ ξένοϲ καὶ ὡϲ κόλαξ. ἐμνήϲθη δὲ τῶν δύο ὡϲ ὁμοφρονούντων. ἢ ὅτι ὁ Κινηϲίαϲ λεπτὸϲ ἦν, ὁ δὲ Λεώκριτοϲ μοχθηρόϲ. φηϲὶν οὖν, ὅτι, εἰ τιϲ ἀντὶ πτερῶν Λεωκρίτῳ Κινηϲίαν περιβάλοι, ὥϲτε φέρεϲθαι μεταρϲίουϲ, ϲυμβήϲεται αὐτοὺϲ ὀλέϲθαι ἀεροφορήτουϲ γενομένουϲ.

265 Λέων, Λέοντοϲ, Βυζάντιοϲ, φιλόϲοφοϲ Περιπατητικὸϲ καὶ ϲοφιϲτήϲ. [*](Hesy.) μαθητὴϲ Πλάτωνοϲ ἢ ὥϲ τινεϲ Ἀριϲτοτέλουϲ. ἔγραψε τὰ κατὰ Φίλιππον καὶ τὸ Βυζάντιον βιβλίοιϲ ζ΄, Τευθραντικόν, Περὶ Βηϲαίου, Τὸν ἱερὸν πόλεμον, Περὶ ϲτάϲεων, Τὰ κατ᾿  Ἀλέξανδρον. οὗτοϲ ἦν ϲφόδρα παχύϲ. καὶ πρεϲβεύϲαϲ πρὸϲ Ἀθηναίουϲ γέλωτά τε [*](259 — κύριον ═ Ambr. 291 ὃϲ sq. sch. Ar. Nu. 109 260 ═ Ambr. 273 261 sch. Thuc. 1, 20, 2 cf. L 262 ═ P 2 cf. H, Lex. Patm. 148, P 1; Bk. 277, 13 ═ Et. M. 560, 34; Aelian. v. h. 12, 28 263 ═ Ambr. 269 264 l. cf. Ambr. 272 εἴ sq. Ar. Ran. 1437—8 c. sch. 265 — Πλάτωνοϲ cf. Philostr. vit. soph. 1, 2; cf. porro Daub, Rh. Mus. 35, 61 vs. 31 οὖτοϲ— παχύϲ Ath. 12, 550 f. καὶ πρεϲβεύϲαϲ— p. 248, 6 καιρῷ Philostr. vit. soph. 1, 2) [*](258 ex v. Α 1023 260 ex v. Τίμαρχοϲ) [*](2. 3 νομίζειν A, Plut.: νόμιζεν V νόμιζε GM 258 om. AF mg. Ar A(GFVM) 4 Μεϲϲήνιοϲ v. Α 1023: Μεϲήνιοϲ ed pr. Μεϲή V Μεϲ in lac. GM om. Ar 5 λαμβανόμενοϲ — 6 ἀπαγορεύϲαντοϲ om. Ar. 8 ὃϲ — ῥήτοροϲ om. F 260 om. AFV 15 ἡρῷον om. F ὁ om. V 22 τῶν om. V 29 βιβλίοιϲ ζ΄ om. V Τεθραντικόν V Τεθραυντικόν GM 29. 30 Βηϲαίου] Βηριϲάδου Bhd. 30 Περὶ ϲτάϲεων ex 266 iteratum perspex. Bhd. et Gutschmid Ἀλεξάνδρου V cp. A 31 τε ex A solo)

248
ἐκίνηϲε καὶ τῆϲ πρεϲβείαϲ ἐκράτηϲεν, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιττὸϲ τὴν γαϲτέρα. ταραχθεὶϲ δὲ οὐδὲν ἀπὸ τοῦ γέλωτοϲ, τί, ἔφη, ὧ Ἀθηαῖοι γελᾶτε; ἢ ὅτι παχὺϲ ἐγὼ καὶ τοϲοῦτοϲ; ἔϲτι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦνταϲ μὲν ἡμᾶϲ χωρεῖ ἡ κλίνη, διαφερομένουϲ δὲ οὐδὲ ἡ οἰκία. καὶ εἰϲ ἐν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμοϲ, ἁρμοϲθεὶϲ ὑπὸ τοῦ Λέοντοϲ, ϲαφῶϲ ἐπιϲχεδιάϲαντοϲ τῷ καιρῷ. [*](E?) οὗτοϲ ὁ Λέων ἀποκρουόμενοϲ τὸν Φίλιππον ἀπὸ τοῦ Βυζαντίου διεβλήθη παρὰ Φιλίππου πρὸϲ τοὺϲ Βυζαντίουϲ διʼ ἐπιϲτολῆϲ, ἐχούϲηϲ οὕτωϲ· εἰ τοϲαῦτα χρήματα παρεῖχον Λέοντι, ὁπόϲα με ἠτεῖτο, ἐκ πρώτηϲ ἂν ἔλαβον τὸ Βυζάντιον. ταῦτα ἀκούϲαντοϲ τοῦ δήμου καὶ ἐπιϲυϲτάντοϲ τῇ οἰκίᾳ τοῦ Λέοντοϲ, φοβηθεὶϲ μή πωϲ λιθόλευϲτοϲ παῤ αὐτῶν γένηται, ἑαυτὸν ἦγξε, μηδὲν ἀπὸ τῆϲ ϲοφίαϲ καὶ τῶν λόγων κερδάναϲ ὁ δείλαιοϲ.

[*](Hesy.)

266 Λέων, Ἀλαβανδεύϲ, ῥήτωρ. ἔγραψε Καρικῶν βιβλία δ΄, Λυκιακὰ ἐν βιβλίοιϲ β΄, Τέχνην, Περὶ ϲτάϲεων, Τὸν ἱερὸν πόλεμον Φωκέων καὶ Βοιωτῶν.

[*](E)

267 Λέων, βαϲιλεὺϲ Ῥωμαίων, ὁ Μακέλληϲ· ὃϲ ἔδοξε τῶν πρὸ αὐτοῦ βαϲιλέω ἁπάντων εὐτυχέϲτατοϲ εἶναι καὶ φοβερὸϲ ἅπαϲι τοῖϲ τε ὑπ’ ἐκείνου τὴν βαϲιλείαν τελοῦϲι καὶ τῶν βαρβάρων αὐτῶν, ὅϲοιϲ εἰϲ φήμην ἀφίκετο. καὶ ταύτην μὲν τοῖϲ πολλοῖϲ καταλέλοιπε δόξαν. ἐγὼ δέ, φηϲὶ Μάλχοϲ, εὐτυχίαν οὐκ οἶμαι, εἴ τιϲ τῶν ἀρχομένων τὰ ὄντα διαϲυλῶν καὶ μιϲθούμενοϲ ἀεὶ ϲυκοφάνταϲ ἐϲ τοῦτο καὶ κατηγορῶν αὐτόϲ, ὅτε μὴ ἄλλον ἀνηύριϲκε, καὶ τὸν χρυϲὸν ἐξ ἀπάϲηϲ τῆϲ γῆϲ ϲυλλεξάμενοϲ, ἑαυτῷ μόνῳ κατάθοιτο, ἐρήμουϲ μὲν τὰϲ πόλειϲ ἧϲπερ ἔμπροϲθεν εἶχον εὐπορίαϲ ποιήϲαϲ, ὡϲ μηκέτι τοὺϲ φόρου,, οὓϲ ἐτέλουν, δύναϲθαι μετ’ εὐχερείαϲ ἀπενεγκεῖν. καὶ ἁπλῶϲ πάϲηϲ κακίαϲ ἀπιϲχυρίζεται ὁ Μάλχοϲ γενέϲθαι αὐτὸν καταγώγιον. ὅϲ γε καὶ Υπερέχιον τὸν γραμματικὸν ἐφυγάδευϲε καί ποτε καὶ τῷ Εὐλογίῳ τῷ φιλοϲόφῳ ϲιτηρέϲιον εἰπὼν δοθῆναι, τινὸϲ τῶν εὐνούχων λέγοντοϲ, ὅτι ταῦτα εἰϲ ϲτρατιώταϲ προϲήκοι δαπανᾶϲθαι, εἶπεν· εἴθε γένοιτο ἐπὶ τοῦ ἐμοῦ χρόνου, ὥϲτε τὰ τῶν ϲτρατιωτῶν εἰϲ διδαϲκάλουϲ παρέχεϲθαι. ἐπὶ τῶν χρόνων αὐτοῦ Ἀκάκιοϲ ἐγένετο πατριάρχηϲ. Ζήτει καὶ περὶ δαπάνηϲ αὐτοῦ ἐν τῷ κεχειρικότεϲ.

[*](265 vs. 7 οὖτοϲ sq. fort. Aelian. 267 — vs. 31. 32 παρέχεϲθαι vel ad vs. 27 καταγώγιον Malch. fr. 2 a, F HG 4, 114)[*](267 vs. 32 ἐπὶ sq. cf. v. 783)[*](A(G V M))[*](5 καὶ— 10 Βυζάντιον] ὅρα ὅτι ὁ Φίλιπποϲ ἀποκρουόμενοϲ παρὰ τοῦ Λέοντοϲ διέβαλε αὐτὸν πρὸϲ τοὺϲ Βυζαντίουϲ γράψαϲ, ὅτι εἰ χρήμαϲιν ἤθελον ἑλεῖν τὸ Βυζάντιον ὁπόϲα με Λέων ᾐτεῖτο ἐκ πρώτου ἀνέλαβον V 6 ϲοφῶϲ ed. pr., Philostr. (praeter ms. R) 7 ὁ A: δὲ ὁ G M 9 με] μὲν G 11 ἐπιϲυϲτήϲαντοϲ. V πωϲ ex A solo, 12 παῤ αὐτῶν ex A solo 14 ἔγραψε— 16 Βοιωτῶν post vs. 19 αὐτῶν transpos. V 15 ἐν βιβλίοιϲ β΄ om. V Τὸν] Τῶν V 20 καὶ τοιαύτην μὲν ἐν τοῖϲ Bhd. τὴν δόξαν ed. pr. 27 ἀπιϲχυρίζετο G V M 28 καὶ tert. ex solo 30 προϲήκει G V M 32 ζήτει— 33 κεχειρικότεϲ ex mg. M 33 κεχειρικότεϲ coll. v. χειρίζω scripsi; κεχειρικότι M)
249

268 Λέων· οὗτοϲ ϲτρατηγὸϲ ἐπέμφθη παρὰ Εὐτροπίου τοῦ εὐνούχου [*](Ε) κατὰ τῶν βαρβάρων, εὔκολοϲ ὢν καὶ διὰ μελέτην μέθηϲ εὐπαράγωγοϲ. ἦν γὰρ αὐτῷ τὸ ἀνδρεῖον ἐπὶ τούτῳ ϲυνηναγκαϲμένον πλείουϲ ἔχειν παλλακίδαϲ τῶν ϲτρατιωτῶν καὶ πλείονα πίνειν ἢ ὅϲα πάντεϲ ἄνθρωποι πίνουϲι.

269 Λεωνᾶϲ, ϲοφιϲτήϲ, Ἴϲαυροϲ τὸ γένοϲ, εὐδοκιμῶν ἐν τῷ πλήθει τῶ ἐν Ἀλεξανδρείᾳ ὁμοτέχνων· ὃϲ Πρόκλῳ οὐ μόνον τῶν ἑαυτοῦ λόγων ἐκοινώνηϲεν, ἀλλὰ καὶ ϲύνοικον ἔχειν ἠξίου καὶ ϲυνδιαιτᾶϲθαι γυναικὶ καὶ τέκνοιϲ παρεϲκεύαϲεν, οἷα παῖδα γνήϲιον καὶ τοῦτον γε νόμενο. γνώριμον δὲ αὐτὸν ἐποίει καὶ τοῖϲ τὰϲ ἡνίαϲ ἔχουϲι τῆϲ Αἰγύπτου.

270 Λεωνίδεω δῶρα.

[*](Anth.)

271 Λέων, λέων ϲοι γέγονεν ἔκμαγμα ϲόν: ἐπὶ τῶν μοιχευομένων [*](Ar.) καὶ τικτουϲῶν γυναικῶν. κύτταροϲ δὲ τὸ πῶμα τῆϲ βαλάνου, ὅπου ἐγκάθηται ἡ βάλανοϲ τά τʼ ἄλλα ἁπαξάπαντα καὶ τὸ πόϲθιον τῷ ϲῷ προϲόμοιον, ϲτρεβλὸν ὥϲπερ κύτταρον.

272 Λεωνίδηϲ, Λακεδαιμονίων βαϲιλεύϲ, Ἀναξανδρίδου, ἀφʼ Ἡρακλέουϲ κ΄ βαϲιλεύϲ. οὗτοϲ ἡγεμὼν τῶν εἰϲ Θερμοπύλαϲ ἀπαντηϲάντων Ἐλλήνων ἦν. ἐν δὲ τῷ τόπῳ τούτῳ λέγεται τὸν Ἡρακλέα ἀποθέμενον τὸ ϲῶμα ἀποθεωθῆναι. Λεωνίδηϲ δὲ ἀπαγγελθέντοϲ, ὅτι τοξευόντων τῶν Περϲῶν ὁ ἥλιοϲ ἀφανὴϲ γίνεται· θαρρῶμεν, ἔφη, ὅτι ὑπὸ ϲκιᾶ μαχηϲόμεθα. ἀριϲτοποιουμένοιϲ δὲ τοῖϲ ϲτρατιώταιϲ, ἀριϲτᾶτε, ἔφη, ὡϲ ἐν ᾅδου δειπνήϲοντεϲ. ἐπελθόντοϲ δὲ τοῦ βαϲιλέωϲ, οἱ μὲν ἄλλοι πάντεϲ τὸ πλῆθοϲ εὐλαβηθέντεϲ ἔφυγον, Θηβαῖοι δὲ ηὐτομόληϲαν· οὓϲ λαβὼν ἔϲτιξε βαϲιλεὺϲ ϲὺν ϲτρατιώταιϲ τριακοϲίοιϲ Σπαρτιάταιϲ. ἐπιγέγραπται ἐπὶ Λεωνίδου ἐπίγραμμα· ὦ ξεῖν’, ἄγγελλε Λακεδαιμονίοιϲ, ὅτι τῇδε κείμεθα, τοῖϲ κείνων ῥήμαϲι πειθόμενοι. οὗτοϲ ὁ Λεωνίδηϲ περὶ Σφακτηρίαν ἅμα τριακοϲίοιϲ ἀντέϲτη Ξέρξῃ. καὶ ἀριϲτεύων ἐτελεύτηϲε κυκλωθεὶϲ ἐκ προδοϲίαϲ, Εφιάλτου τινὸϲ δείξαντοϲ Πέρϲαιϲ τὴν διὰ τῶν ὀπῶν ὁδόν. ὁ δὲ Μακεδὼν ἐκεῖνοϲ εἴτε Λεωνίδηϲ τὸ φρόνημα Ε ἢ Καλλίμαχοϲ ἢ Κυναίγειροϲ, ἀρκέϲει δὲ τὸ Ῥωμαῖον ἀποκαλεῖν, ὡϲ τῶν λόγων τῶν ἰατρικῶν ὑπῄϲθετο, ἤρετο, εἰ τὸ Ῥωμαϊκὸν εἴη νενικηκόϲ.

[*](248 Eunap. fr. 76, F H G 4, 48 269 Marin. c. 8 270 Anth. 6, 191, 2 271 Ar. Th. 514—6 c. sch. 272 vs. 30 ὁδόν cf. Hdt. 7, 204, 226, 228 cett; Anth. 7, 249 vs. 30 ὁ sq. Th. Simoc. 2, 6, 6)[*](268 cf. v. Ε 3636 271 cf. v. Κ 2787 et v. πόϲθιον)[*](2 ὢν om. V cf. v Ε 3636 3 ϲυνηναγκαϲμένον M cp; ϲυνηγκαϲμένον A ϲυναναγκαϲμένοϲ A (G V M) αναγκαϲμένοϲ V 6 δοκιμῶν V 271 post 269 V post 268 G M 17 Λακεδαιμονίαϲ G M cp. V Ἀναξανδρίδηϲ G cp. V 20 Λεωνίδηϲ ed. pr.: cp. omnes 21 ϲκιᾶ A, Stob. 3, 7, 45: ϲκιὰν G V M 22 ἀριϲτοποιουμένων V 8 Σφακτηρίαν] Θερμοπύλαϲ Bas. Θερμοπύλαϲ φυλακτήριον Hermann 30 ὀπῶν] ὀρῶν ed. pr. 31 Ῥωμαίων V M 32 τὸν λόγον τὸν ἰατρικὸν ὑπόϲθετο V 32 εἰ] εἰϲ A 33 νενικηκόϲ] νεανικόϲ V)
250
[*](Σ)

273 Λεωπετρία: λεῖοϲ λίθοϲ. δυνατόν ἐϲτιν ἀπό τινοϲ λεωπετρίαϲ [*](Ε) ἀπόβαϲιν ποιηϲαμένουϲ ἐκ θαλάττηϲ εἰϲ τὴν Χερρόνηϲον κατὰ νώτου γενέϲθαι τῶν πολεμίων.

[*](Σ?)

274 Λεωργόϲ· Αἰϲχύλοϲ· πέτραιϲ ὑψηλοκρήμνοιϲ τὸν λεωργὸν ὀχμάϲαι. περὶ Προμηθέωϲ. τουτέϲτιν ὁ πάντολμοϲ, ὁ ὑπὲρ τοῦ λεῶ ἀποθνήϲκων.

[*](Σ)

275 Λεώϲ: ὁ λαόϲ, ὁ ὄχλοϲ, Ἀττικῶϲ.

[*](Ε)

276 Λεωϲθένηϲ, ϲτρατηγὸϲ τῶν Ἀθηναίων. οὗτοϲ ἐν τῷ πρὸϲ τοὺϲ Μακεδόναϲ πολέμῳ προθυμίᾳ χρηϲάμενοϲ τοῦ καιροῦ προθυμοτέρᾳ καὶ τῇ παραπεϲούϲῃ εὐπραγίᾳ κατὰ τῶν πολεμίων ἐπεξιὼν τήν τε ἐμβολὴν ἀφειδῆ ποιεῖται καὶ λίθῳ πληγεὶϲ πρὸϲ τὴν κεφαλὴν ἀφυλάκτωϲ ἐπὶ τῆϲ παρατάξεωϲ πίπτει.

[*](Δ)

277 Λεώϲτρατοϲ: ὄνομα κύριον.

[*](Ar.)

278 Λεωτροφίδηϲ· οὗτοϲ χλωρὸϲ ἦν καὶ λεπτόϲ, ὡϲ ἐοικέναι ὄρνιθι, ὡϲ Κινηϲίαϲ τῶν ϲφόδρα λεπτῶν· καὶ κοῦφοϲ ἦν διθυραμβοποιὸϲ ὁ Λεωτροφίδηϲ. Ἕρμιπποϲ· ἀνάπηρά ϲοι θύουϲι βοΐδια, Λεωτροφίδου λεπτότερα καὶ Θουμαντίδοϲ.

[*](Δ)

279 Λεωτυχίδηϲ: ὁ τοῦ Λεωτύχου.

[*](Σ)

280 Λεωφόροϲ: ὁδὸϲ δημοϲία.