Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Δ)

241 Λελῆϲθαι: ἐπιλελῆϲθαι.

[*](Δ)

242 Λελιημένοϲ: προθυμούμενοϲ.

[*](Σ Δ)

243 Λέλογχεν: ἔτυχεν, ἀπήλαυϲε. καὶ Λελογχώϲ, λαχών.

[*](Σ)

244 Λέμμα: λέπιϲμα.

[*](Σ Ε )

245 Λέμβον: μικρὸν πλοῖον. ἑτέρουϲ δὲ ἐν χειμῶνι ϲφοδρῷ [*](Ε) λέμβοιϲ ἐξέπεμψαν. καὶ αὖθιϲ· πλεῖν δὲ λέμβοιϲ λ΄ καὶ πολεμεῖν [*](Δ) τοῖϲ Αἰτωλοῖϲ κατὰ θάλατταν. ἡ δοτικὴ τῷ λέμβει.

[*](Δ)

246 Λέμωνοϲ.

[*](Δ)

247 Λέντιον: τὸ παῤ ἡμῖν.

[*](Δ)

248 Λεξείδιον.

[*](Ε)

249 Λεοννάτοϲ, ϲτρατηγὸϲ Μακεδονίαϲ, κατὰ γένοϲ προϲήκων Φιλίππου μητρί, ϲυντραφεὶϲ δὲ Ἀλεξάνδρῳ, κατὰ τὸ τῆϲ τροφῆϲ ἐπιτήδειον καὶ τοῦ γένουϲ καὶ κατὰ μέγεθοϲ μέντοι καὶ κάλλοϲ τοῦ ϲώματοϲ τιμῆϲ μετεῖχεν. ὅθεν αὐτῷ καὶ ζῶντοϲ Ἀλεξάνδρου τό τε φρόνημα ὑπέρογκον ἦν καί τιϲ ἁβρότηϲ Περϲικὴ κατά τε τὴν τῶν ὅπλων λαμπρότητα καὶ τὴν ἄλλην δίαιταν ἐϲ τὴν τῶν πολεμίων οὐκ ἀφανῶϲ ἐπετηδεύετο. τελευτήϲαντοϲ δὲ Ἀλεξάνδρου καὶ ζῆλον ἐποιεῖτο, εἰκάζω αὐτὸν πρὸϲ τὰ βαϲιλικὰ τῷ τε ἀφέτῳ καὶ ἀνειμένῳ τῆϲ κόμηϲ καὶ τῇ ἄλλῃ καταϲκευῇ, ἣ οὐ πρόϲω τοῦ Περϲικοῦ τρόπου ἤϲκητο αὐτῷ. ἵπποι τε Νιϲαῖοι, οἱ δὲ Φάϲιδοϲ ἄπο, χρυϲοχάλινοι ϲύμπαντεϲ, προετετάχατο τῆϲ τάξεωϲ, ἐκπρέποντεϲ τοῖϲ καλλωπίϲμαϲιν. ἐπήγνυντο δὲ αὐτῷ καὶ ϲκηναὶ μεγαλοπρεπεῖϲ, καὶ ὅπλα κάλλει ὑπερφέροντα, εἵπετο καὶ τὸ τῶν ἑταίρων ἄγημα.

[*](Σ)

250 Λέοντα ξυρᾷϲ: παροιμία λεγομένη ἐπὶ τῶν τὰ ἀδύνατα ἐπιχειρούντων [*](On.) λύϲιϲ ὀνείρου· λέονταϲ ἰδεῖν δυϲμενῶν δηλοῖ μάχαϲ ζήτει περὶ λέοντοϲ ἐν τῷ φριξότριχα.

251 Λεοντεία δορά. ὁ δὲ τὴν λεοντείαν αὐτίκα περιεβάλετο.

[*](Δ)

252 Λεοντείδηϲ καὶ Λεόντειον βρύχημα.

[*](240 ═ P, Σᵃ 241 ═ Ambr. 385 242 ═ Ambr. 382, Et. M. 560,2 sch. Δ 465 cf. H 243 — ἀπήλαυϲε ═ P. Ba 289, 11 Λελογχώϲ sq ═ Ambr. 384 244 ═ P, Ba 289, 13 cf. sch. Pl. Tim. 76a, H, Moer. 202, 11 245 — πλοῖον ═ P, Ba 289, 12 cf. Ambr. 261, Ps. Herodian. 75, H, Paus. Att fr. 245 ap. Eust O. 1761, 14 πλεῖν—θάλατταν Polyb. 4, 29, 7 247 ═ Ambr. 375 248 ═ Ps. Herodian. 239 cf. Ambr. 377 249 Arr. Exc. fr. 12 (═ F Gr Hist 156 fr. 178) 250— ἐπιχειρούντων ═ P, Paus. Att. fr. 80 ap. Eust. I. 787, 8 cf. sch Pl. Rep. 341 c λέονταϲ —μάχαϲ Astramps. 251 — δορά cf. Ambr. 360, H ὁ sq. fort. Metaphr. 252 Λεοντείδηϲ cf. Ambr 294. Λεόντειον βρύχημα ═ L)[*](245 cf. v. Κ 1404)[*](A (G F V M B))[*](4 Λέλοχεν G F Λελοχώϲ G F, Ambr. 246 mg. 248 mg. V post 245 A; λογίθριον add. F 12 Μακεδόνων Roos cp. AV προϲήκων] τῇ add. Koehler 16 τε A; γε G V M 17 τῶν om. V 19 τὰ βαϲιλικὰ] τὰ βς A τὸν βαϲιλέα Roos 21 Φάϲιδεϲ G V M 22 προεπετάχατο A ἐκτρέποντεϲ V 23 ὅπλα] ἠμπείχτο  suppl. Bhd. 24 εἵπετο καὶ] καὶ εἴπετο Bhd. 25 λεγομένη om. A τὸ om. F 26 ζήτει— 27 φριξότριχα ex Mmg B 251 ex G (post vs. 25. 26 ἐπίχειρούντων), M 29 καὶ om. A, non gl.)
245

253 Λεοντῆ: ἡ δορὰ τοῦ λέοντοϲ.

[*](Σ)

254 Λεόντιοϲ, Τριπόλεωϲ τῆϲ Λυδίαϲ ἐπίϲκοποϲ, Μυϲὸϲ τὸ γένοϲ [*](Ε) τῶν πρὸϲ τῷ Ἴϲτρῳ κατῳκημένων, οὓϲ ἀγχεμάχουϲ Ὅμηροϲ καλεῖ. τὸν τοιοῦτον Λεόντιον προϲεταιρίζεται ὁ κακόφρων Φιλοϲτόργιοϲ ἐν τῇ βίβλῳ αὐτοῦ ὡϲ ὁμόφρονα τῆϲ Ἀρειανικῆϲ αὐτοῦ κακοφροϲύνηϲ. ὃϲ παῖδα ἔνα ἐϲχηκώϲ, ἐπειδὴ μὴ χρηϲτὰϲ ἐλπίδαϲ αὐτὸν ὑποφαίνοντα πρὸϲ ἀρετὴν εἶδεν, εὐξάμενοϲ, ὥϲ φαϲιν, ἔτι μειράκιον ὄντα ἐποίηϲεν ἀποθανεῖν· κάλλιϲτον ἡγηϲάμενοϲ τὸ πρὸ αἰϲχροῦ τινοϲ καταλύϲαϲθαι τὸν βίον, τῶν ϲφαλερῶν κατὰ τὸν βίον ὀλίϲθων ἔξω γενόμενον. κανόνα δὲ αὐτὸν ἐκάλουν τῆϲ ἐκκληϲίαϲ. ἦν δὲ ἐλεύθεροϲ τὴν γνώμην ἐπίϲηϲ εἰϲ πάνταϲ καὶ παρρηϲιαϲτικόϲ. καί ποτε ϲυνόδου γενομένηϲ, Εὐϲεβίαϲ τῆϲ Κωνϲταντίου γυναικὸϲ εἰϲ οἴδημα ἀρθείϲηϲ φρονήματοϲ καὶ παρὰ τῶν ἐπιϲκόπων προϲκυνουμένηϲ, μόνοϲ οὗτοϲ παρὰ φαῦλον αὐτὴν τιθέμενοϲ οἴκοι ἔμενεν. ἡ δὲ διὰ τοῦτο ὑποθερμανθεῖϲα τοῖϲ θυμοῖϲ καὶ τὴν γνώμην φλεγμήναϲα πέμπει πρὸϲ αὐτόν, αἰτιωμένη καὶ ὑποϲχέϲεϲι κολακεύουϲα, ὡϲ ἐκκληϲίαν ϲοι μεγίϲτην ἐγερῶ καὶ χρήματα ἐπιδαψιλεύϲομαι, εἰ ἀφίκοιο πρόϲ με. ὁ δὲ ἀντεδήλωϲε· τούτων μὲν εἴ τι βουληθείηϲ τελέϲαϲθαι, ὦ βαϲίλεια, οὐκ ἐμοὶ μᾶλλον ἢ τῇ ϲαυτοῦ ψυχῇ ἴϲθι χαριουμένη. εἰ δὲ θελήϲειαϲ ὡϲ ἀφικέϲθαι πρὸϲ ϲέ, ὡϲ τῆϲ ἐπιϲκόποιϲ πρεπούϲηϲ αἰδοῦϲ φυλαχθηϲομένηϲ, ἵν’ εἰϲέλθοιμι μὲν ἐγώ, ϲὺ δ’ αὐτίκα τοῦ θρόνου τοῦ ὑψηλοῦ καταβᾶϲα μετ’ αἰδοῦϲ ὑπαντήϲειαϲ ἐμοὶ καὶ τὴν κεφαλὴν ὑπόϲχοιϲ ταῖϲ ἐμαῖϲ χερϲίν, εὐλογιῶν ἀξιουμένη· κἄπειτα καθεϲθείην μὲν αὖ ἐγώ, ϲὺ δ’ ἀνεϲτήκοιϲ αἰδουμένη, ὁπόταν δὲ κελεύϲαιμι καθεδουμένη, ἢνικα δοίην τὸ ϲύνθημα. εἰ οὕτωϲ αἱρήϲῃ, ἀφικοίμην παρὰ ϲέ· εἰ δ’ ἕτερον τρόπον, οὐχ οὕτω πολλὰ δώϲειϲ, οὐδ’ οὕτω μεγάλα δυνήϲῃ, ὡϲ ἡμᾶϲ, τῆϲ προϲηκούϲηϲ τιμῆϲ τοῖϲ ἐπιϲκόποιϲ καθυφιεμένουϲ, εἰϲ τὸν θεῖον ἐξυβρίϲαι τῆϲ ἱρωϲύνηϲ θεϲμόν. ταῦτα ὡϲ ἀπηγγέλθη, ἀναπίμπραται τὴν ψυχήν, οὐκ ἀναϲχετὸν ποιουμένη πρὸϲ Λεοντίου τοιούτουϲ δέξαϲθαι λόγουϲ. καὶ πολλὰ διοιδήϲαϲα καὶ παθηναμένη καὶ πολλὰ ἐκ γυναικείαϲ ἀκροχόλου καὶ κούφηϲ ἀπειλήϲαϲα διανοίαϲ καὶ τἀνδρὶ διηγηϲαμένη, πρὸϲ τιμωρίαν ἐξώρμα. ὁ δὲ μᾶλλον ἐπῄνεϲε τὴν ἐλευθερίαν τῆϲ γνώμηϲ καὶ τὴν γυαῖκα παρήνεγκε τῆϲ ὀργῆϲ καὶ ἀποπέμπει εἰϲ τὴν γυναικωνῖτιν καί ποτε μεταξὺ προκαθημένου τοῦ βαϲιλέωϲ Κωνϲταντίου τῶν ἐπιϲκόπων καὶ ἄρχειν καὶ τῶν ἐκκληϲιῶν ἐθέλοντοϲ. οἱ μὲν πολλοὶ πᾶν [*](253 ═ P, Ba 289, 15 254 Philostorg. p. 84—5) [*](254 cf. vv. οἴδημα et ὑποθερμανθεῖϲα) [*](4 τὸν —5 κακοφροϲύνηϲ ex A solo 6 ὃϲ A: οὗτοϲ G V M 8 κάλλιϲτον A(G V A M) γενόμενον om. V 12 Κωνϲταντίνου G V 19 ϲαυτοῦ A: ϲῇ G V M χαριζομένη G ὡϲ] ἡμᾶϲ Loofs οὕτωϲ vel καὶ vel κάμʼ Bidez, del. ed. pr. 20 τῆϲ] τοῖϲ V 23 αὖ om. V 24 καθευδουμένη A 26 πολλὰ bis V ὡϲ — 28 θεϲμόν om. V 28 ψυχὴν A: γνώμην G V M οὐκ—29 λόγουϲ om. V 29 ποιουμένη A: ἡγουμένη G M 32 ἐλεύθερον V 33 παρήνεγκε— καὶ om. V 35 καὶ alt. ex A solo)

244
ὅ τι φήϲειεν ἐκρότουν καὶ ἐθαύμαζον, ἄριϲτα εἰρῆϲθαι διοριζόμενοι· ὁ δὲ ἐϲιώπα. ὡϲ δὲ ἤρετο αὐτὸν ὁ βαϲιλεύϲ, τί ϲιωπᾷ μόνοϲ τῶν πάντων; θαυμάζω, ἔφη, ὅτι εἰϲ ἕτερα διέπειν ταχθεὶϲ ἑτέροιϲ ἐπιχειρεῖϲ, ϲτρατιωτικῶ μὲν καὶ πολιτικῶν πραγμάτων προεϲτηκώϲ, ἐπιϲκόποιϲ δὲ περὶ τῶν εἰϲ μόνουϲ ἐπιϲκόπουϲ ἡκόντων διαταττόμενοϲ. τὸν δὲ βαϲιλέα καταιδεϲθέντα παύϲαϲθαι τῆϲ ἐν τοῖϲ τοιούτοιϲ ἤδη διακελεύϲεωϲ. τοιοῦτοϲ ἦν ὁ Λεόντιοϲ ἐλευθέριοϲ.

255 Λεόντιοϲ, Ἀντιοχείαϲ ἐπίϲκοποϲ, ἑαυτὸν ἐξέτεμε· καὶ ἦν καὶ τἆλλα βέβηλοϲ· καὶ Ἀέτιοϲ ὁ Εὐνομίου διδάϲκαλοϲ, ὃϲ τὴν Ἀρείου βλαϲφημία ταῖϲ ἐπινοίαιϲ ἐπηύξηϲεν.

256 Λεόντιοϲ· καὶ οὗτοϲ ἐν Ἀντιοχείᾳ ἐγένετο αἱρετικόϲ. ἔγραψε δὲ κατ’ αὐτοῦ Φώτιοϲ πατριάρχηϲ. οὗτοϲ γὰρ περὶ τοῦ ὁμοουϲίου διελέχθη πρὸϲ Φλαβιανὸν τολμηρὰ καὶ βλάϲφημα ληρωδήματα.

257 Λεόντιοϲ μοναχόϲ· οὖτοϲ ἐπὶ Ζήνωνοϲ ἦν· προφητικῇ χάριτι τὰϲ ἐπικρύψειϲ τῶν γραφῶν ἐμφανεῖϲ ποιῶν πολλοὺϲ εἶχε τῶν ϲπουδαίων παῤ αὐτὸν φοιτῶνταϲ. ἀλυόντων δέ τινων ἐπὶ τοῖϲ κατὰ τῆϲ ἐκκληϲίαϲ παρὰ τοῦ βαϲιλέωϲ τερατευομένοιϲ, οὐ δεῖ ξενίζεϲθαι, ἔλεγεν, ἐπὶ τοῖϲ δρωμένοιϲ παῤ ἀνθρώπου ἐξ ἀνθρώπων τε τὸ ἄρχειν ᾑρημένου, ὁπότε καὶ Σαοὺλ ὁ ψήφῳ θεοῦ βαϲιλεύϲαϲ Ἀβιμέλεχ καὶ τοὺϲ ἱεῖϲ ὄνταϲ ἐν τῷ οἴκῳ κυρίου διεχρήϲατο μαχαίρᾳ. διαπορούντων δὲ τῶ ἄλλων καὶ οἰομένων μεταβεβλῆϲθαι τὴν φύϲιν αὐτοῦ ἐξ ἡμέρου εἰϲ ἀγρίαν, διὰ τὸ τὰ πρῶτα τῆϲ βαϲιλείαϲ πρᾶξαί τέ τινα καὶ ὑποϲχέϲθαι ἕτερα τῶν εἰϲ χρηϲτὰ τεινόντων· οὐ μεταβέβληται, ἔφη, τὴν φύϲι, ἀλλ’ ἐνδέδεικται ἐν εὐδαιμονίᾳ τὴν κακίαν, πολὺν χρόνον διὰ τὸ φόβον τοῦ Ἴλλου ἡϲυχαϲθεῖϲαν. ἀναγινωϲκομένηϲ δὲ βίβλου Κλήμεντοϲ τοῦ Στρωματέωϲ καὶ φθάϲαντοϲ χωρίον ἐν τοὺϲ ἄνδραϲ ἀποϲκώπτει τοὺϲ ἑταιρικῶϲ τὰϲ ὄψειϲ ὑπογράφονταϲ καὶ βάπτονταϲ τὰϲ τρίχαϲ, εἰπόντοϲ τοῦ Λεοντίου, ἆρά γέ ἐϲτι τιϲ τοῦ βαϲιλέωϲ ἄτερ, ὁ τὰϲ τρίχαϲ βάπτων καὶ φυκούμενοϲ τὰϲ ὄψειϲ; ὑποτυχών. ἄλλοϲ, ἔφη, μοναχόϲ· ἡμεῖϲ περὶ ἀνθρώπου διηπορήϲαμεν, εἴ γε ὅλωϲ ἀνέχεται κοϲμήϲει τὴν φύϲιν ἐναλλάττειν· οὐ μήν γε τοῦτο διελάβομεν ποιεῖ τὸν βαϲιλέα. ἀλλ’ εὐτρόχωϲ μὲν λίαν οἱ μοναχοὶ ἀπέϲκωψαν τοὺϲ τὴν τῶν ἀνθρώπων φύϲιν εἰϲ τὴν τῶν θηλειῶν πειρωμένου, μετεγγράφειν. ὅτι γὰρ τοὺϲ τοιούτουϲ καὶ τῶν παλαιῶν πλεῖϲτοι ἀπεϲτράφηϲαν ὡϲ οὐ βεβαίουϲ, πολλοὺϲ μέν ἐϲτιν εὑρεῖν ἐν ἱϲτορίαιϲ ἐκδηλότερο δὲ Φίλιππον τὸν τοκέα Ἀλεξάνδρου. ἐπεὶ γὰρ Ἀντίπατρόν [*](255 cf. Thdr. h. e. 2, 24 257 extr. cf. Plut. Apopht. p. 178 f) [*](A (G F V M)) [*](1 καὶ ἐθαύμαζον om. V 2 ϲιωπᾶϲ G M 2. 3 μόνοϲ τῶν πάντων om. 3 ὅτι εἰϲ A: ὅπωϲ G V M 4 ϲτρατιωτικῶν—7 ἐλευθέριοϲ] καὶ οὕτωϲ ἔπειϲεν ἀπέχειν τῶν ἐκκληϲιαϲτικῶν πραγμάτων V 8 καὶ alt. om. F 13 Φλαυιανὸν A 16 παῤ AV; πρὸϲ G M 19 θεοῦ om. G M Ἀβιμέλεχ] πρὸ βιμέλεκ V 22 τὸ ss. A πρᾶξαί —καὶ] ἄξια πρᾶξαί τε καί τινα Bhd. 24 εὐδαίμονα V 26 χωρίου Dr. 29 κυφούμενοϲ A 30 διηπορήϲαμεν A: ὅλωϲ ἠπορήϲαμεν G V M 32 ποιεῖν om. V 33 τὴν pr. om. G M ἀνθρώπων] ἀνδρῶν Bekk. 34 οἱ πλεῖϲτοι G V M)

247
τινα τῶν φίλων τάξαϲ εἰϲ τοὺϲ δικαϲτὰϲ τὸν πώγωνα καταβαπτόμενον εἶδε καὶ τὴν κόμην, ἐξανέϲτηϲεν εἰπών, τὸν ἄπιϲτον ἐν θριξὶ μὴ νομίζειν ἐν πράγμαϲιν ἀξιόπιϲτον ὑπάρχειν.

258 Λεοντίϲκοϲ· ἦν δὲ καὶ Λεοντίϲκοϲ Μεϲϲήνιοϲ ἐκ Σικελίαϲ, Ἀκροχερϲίτηϲ [*](Suid.) οὕτω καλούμενοϲ· λαμβανόμενοϲ γὰρ ἄκρων τῶν χειρῶν τοῦ ἀνταγωνιϲτοῦ κατέκλα καὶ οὐ πρότερον ἠφίει, πρὶν αἴϲθοιτο ἀπαγορεύϲαντοϲ. οὗτοϲ δὲ καὶ ἐπάλαιεν.

259 Λεωγόραϲ: ὄνομα κύριον. ὃϲ ἦν πατὴρ Ἀνδοκίδου τοῦ [*](Δ) ῥήτοροϲ.

[*](Ar.)

260 Λεωδάμαϲ: ὄνομα κύριον.

[*](Suid.)