Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

2491 Κρωγμόϲ: ἡ βοή.

[*](Δ)

2492 Κρώζει: ὡϲ κόραξ ἢ κορώνη κράζει. ἥδε δ’ αὖ κρώζει [*](Σ) πάλιν. εἰϲ τοὐπίϲω ἄπελθε. Ἀριϲτοφάνηϲ Ὄρνιϲι. πάλιν γὰρ τὸ εἰϲ [*](Ar.) τοὐπίϲω· παλίντονα τόξα τιταίνων. καὶ αὖθιϲ· οὐκ οἶδ’ ὃ κρώζειϲ. ἐπὶ τῶν μάτην θρυλούντων, ὡϲ αἱ κορῶναι. Ἀριϲτοφάνηϲ Πλούτῳ· οὖ μὲν οἶδ᾿  ὃ κρώζειϲ· ὡϲ ἐμοῦ τι κεκλοφότοϲ, ζητεῖϲ μεταλαβεῖν. καὶ αὖθιϲ· τοῦτο μέν, ὦ γραῦ, ϲαυτῇ κρώξαιϲ. ἀπὸ μεταφορᾶϲ τῶν ὀρέων τῶν δυϲοιωνίϲτων.

2493 Κρώζουϲιν: ἐπὶ ἀψύχων βοῶϲι.

[*](Δ)

2494 Κρώμνα: ὄνομα πόλεωϲ.

[*](Δ)

2495 Κρῶϲϲοϲ: ὄνομα κύριον.

[*](Δ)

2496 Κρωϲϲόϲ: ἡ ὑδρία, ἀγγεῖον ὑδροφορικόν. καὶ Κρώϲϲιον, [*](Σ?) ἡ ϲτάμνοϲ.

[*](Δ)

2497 Κροῖϲοϲ Λυδὸϲ μὲν ἦν τὸ γένοϲ, παῖϲ δὲ Ἀλυάττεω, τύραννοϲ [*](Ε) δὲ ἐθνέων τῶν ἐντὸϲ Ἄλυοϲ ποταμοῦ. οὗτοϲ πρῶτοϲ βαρβάρων, τῶν ἡμεῖϲ ἴδμεν, τοὺϲ μὲν κατεϲτρέψατο Ἐλλήνων ἐϲ φόρου ἀπαγωγήν, τοὺϲ δὲ φίλουϲ προϲεποιήϲατο. πρὸ δὲ τῆϲ Κροίϲου ἀρχῆϲ πάντεϲ ἦϲαν Ἕλληνεϲ ἐλεύθεροι. τὸ γὰρ Κιμμερίων ϲτράτευμα τὸ ἐπὶ τὴν Ἰωνίαν ἀφικόμενον, Κροίϲου ἐὸν πρεϲβύτερον, οὐ καταϲτροφὴ ἐγένετο τῶ πολίων, ἀλλ’ ἐξ ἐπιδρομῆϲ ἁρπαγή.

2498 Κροῖϲοϲ, Λυδῶν βαϲιλεύϲ, υἱὸϲ Ἀλυάττου· ὃϲ τὸ πρότερον [*](EV) ἄρχειν ἔλαχεν Ἄδραμυττείου καὶ Θήβηϲ πεδίου· ϲτρατεύϲαντοϲ δὲ τοῦ πατρὸϲ αὐτοῦ ἐπὶ Καρίαν περιήγγειλε τοῖϲ ἑαυτοῦ τὸν ϲτρατὸν ἄγειν ἐϲ Σάρδειϲ, ἐν οἷϲ καὶ Κροίϲῳ, ὅϲτιϲ ἦν τῶν αὐτοῦ πρεϲβύτατοϲ παίδων. ὁ δέ, ὥϲ φαϲιν, ὑπὸ ἀκολαϲίαϲ οὐχ οἷόϲ τε ἦν καί πωϲ [*](2489 — ἀναδούμενοι ═ P; — παίδων ═ sch. Thuc. 1, 6, 3 2491 ═ Ambr. 1547 2492 — κράζει ═ P, Ba 284, 3 cf H ἥδε— τιταίνων Ar. Av. 2 c. sch. plenior; Θ 266, vs. 9 οὐκ— μεταλαβεῖν Ar. Pl. 369 —70 c. sch. vs. 12 τοῦ— το sq. Ar Lys 506 c sch. 2493 cf. Ambr. 1704 2494 ═ Ambr. 1653 cf. H 2495 ═ Ambr. 1572 2496 — ὑδροφορικόν cf. Orion 84, 14, ex quo Et. M 541, 30; ὑδρία ═ Paus. Att. fr. 240 ex Eust I 976, 29 cf H; ἀγγεῖον cf Ambr. 1546 Κρώϲϲιον sq. Ambr. 1696 2497 Hdr. 1, 6, 1—3 2498 Mic Dam. F GrHist 90 fr. 65 ═ E V 1, 344, 9 —345, 8) [*](2489 cf v. Ε 1257 vs. 3 ἢ sq ex v. Ε 86 2490 cf. 2456 2492 cf. v 0 899 2494 cf. 2102 2498 cf. v. Α 1423) [*](2489 post 2496 F, iterat V 1 δὲ —2 ἀνδρῶν AF: δὲ ἐπʼ ἀνδρῶν οὕτω A(GFVM) GVM 2 κόρυβοϲ FV καὶ —4 προϲείλημα om. Va 3 ἢ— 4 προϲείλημα om AF Vb 2490 om. A mg. post 2487 F 5 Κροβύλου F 2492 — 3 inverso ord. GVM 8 Ἀριϲτοφάνηϲ —13 δυϲοιωνίϲτων om. V; Ἀριϲτοφάνηϲ — 12 κρώξαιϲ om. F 14 ἐπὶ ἀψύχων om. AF 23 ἦϲαν Ε. ἐλεύθεροι A: Ἕ. ἐλ. ἦϲαν GVM Ε. ἦϲαν ἐλ. Hdt. 25 ἐξ om. V 29 πρεϲβύτατοϲ Exc.; cp A πρεϲβύτεροϲ GVM)

196
διεβέβλητο πρὸϲ τὸν πατέρα. βουλόμενοϲ δὲ ἐν τῷδε τῷ ἔργῳ ἀπολύϲαϲθαι τὰϲ αἰτίαϲ καὶ ἀπορῶν ὁπόθεν μιϲθώϲαιτο ἐπικούρουϲ, μιϲθωτοῖϲ γὰρ ἐχρῶντο, ἦλθεν ἐπὶ Ἀλυάττην τὸν ἔμπορον πλουϲιώτατον Λυδῶν ὄντα, δανείζεϲθαι βουλόμενοϲ. ὁ δὲ αὐτὸν πρῶτον μὲν ἀναμένει ἐκέλευϲε πρὸ τῶν θυρῶν, ἄχρι λούϲηται· μετὰ δὲ ἐντυγχάνοντι ἀποκρίνεται, ὅτι πολλοὶ παῖδεϲ εἶεν Ἀλυάττῃ, οἷϲ πᾶϲιν εἰ δεήϲοι ἂν τὸ ἀργύριον διδόναι, οὐκ ἐξαρκέϲει, οὔκουν δοῦναι δεομένῳ. Κροῖϲον δὲ ἀποτυχόντα τἀνθρώπου ἐϲ Ἔφεϲον ἀφικέϲθαι κατὰ ζήτηϲιν ἀργυρίου. καὶ τότε μὲν εὔξαϲθαι τῇ Ἀρτέμιδι, εἰ βαϲιλεύϲειε, τὸν οἶκον ἅπαντα καθιερῶϲαι τοῦ ἐμπόρου. ἦν δέ τιϲ Κροίϲῳ φίλοϲ Ἰωνόνοϲ, υἱὸϲ Θεοχαρίδου, εὖ μάλα εὐπόρου. οὗτοϲ ἐδεήθη τοῦ πατρὸϲ χρυϲίου καὶ τυχὼν δίδωϲι Κροίϲῳ. ὁ δὲ ὕϲτερον βαϲιλεὺϲ γενόμενοϲ ἅμαξαν αὐτῷ ἔδωκεν μεϲτὴν χρυϲίου καὶ τὸν οἶκον τοῦ ἐμπόρου τῇ Ἀρτέμιδι καθιέρωϲε.

2499 Κροῖϲοϲ, Λυδῶν βαϲιλεύϲ, νομίζων ἑαυτὸν πλουϲιώτατον εἶναι καὶ εὐδαιμονέϲτατον, μεταπεμψάμενοϲ Σόλωνα τὸν Ἀθηναῖον, ἄνδρα ϲοφόν, ἐπέδειξεν αὐτῷ τοὺϲ θηϲαυροὺϲ καὶ τἄλλα τοῦ πλούτου καὶ ἠρώτηϲεν αὐτόν, τίνα εὐδαίμονα πάντων ἀνθρώπων νενόμικαϲ; ὁ δὲ ἔφη Τέλλον τὸν Ἀθηναῖον, ζήϲαντα εὐτυχῶϲ καὶ ἀποθανόντα ὑπὲρ τῆϲ πατρίδοϲ μαχόμενον. πυνθανομένου δὲ αὐτοῦ, τίνα οὖν μετά Πέλλον; ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα, τὸ γένοϲ Ἀργείουϲ, οἵτινεϲ τῆϲ μητρὸϲ αὐτῶν Θεανοῦϲ ἢ Κυδίππηϲ ἱερωμένηϲ καὶ μελλούϲηϲ πομπεύει τῇ πατρίῳ ἑορτῇ ἐπὶ ἀπήνηϲ μέχρι τεμένουϲ τῆϲ Ἥραϲ, χρονιζότων τῶν ὑποζυγίων, ὑποθέντεϲ τοὺϲ ἰδίουϲ αὐχέναϲ οἱ παῖδεϲ τὴν ἀπήνην εἵλκυϲαν καὶ ἤγαγον τὴν μητέρα ἐπὶ τὸ τέμενοϲ. εὐξαμένηϲ δὲ ἐκείνηϲ τῇ Ἥρᾳ γενέϲθαι αὐτῆϲ τοῖϲ παιϲὶν ὅ τι κάλλιϲτον ἀνθρώποιϲ, τῆ ἐπιούϲῃ νυκτὶ εὑρέθηϲαν ἀμφότεροι τετελευτηκότεϲ. [*](Suid.) ὅτι Αἰλιανὸϲ περὶ Κροίϲου ἔφη· ὁ δὲ ἀνηνέγκατο ἄρα ϲτενάξαϲ καὶ ἐϲ τρὶϲ ἐκάλεϲε τὸν Σόλωνα.

2500 Κροῖϲοϲ· ὅτι Κροῖϲοϲ, βαϲιλεὺϲ Λυδῶν, καταδυναϲτεύϲαϲ τῆϲ Ἀϲίαϲ ἐν ὑπερβάλλοντι πλούτῳ, ὑπερηφάνει πάνταϲ τοὺϲ βαϲιλεῖϲ τῶν Ἀϲϲυρίων καὶ γράφει Κύρῳ τῷ βαϲιλεῖ τῶν Ἀϲϲυρίων οὕτωϲ ἐπιτρέπομέν ϲοι παραχωρῆϲαι τῆϲ βαϲιλείαϲ, ἡμετέραϲ τε οὔϲηϲ ἐξ ἀρχῆϲ καὶ τοῖϲ ἡμῶν διαφερούϲηϲ ὄροιϲ. οὐ γὰρ ὑποϲτήϲῃ ἐπανιϲταμένων ἡμῶν κατὰ ϲοῦ, οὐδὲ πρὸϲ τὴν τοϲαύτην ἡμῶν εὐτυχίαν [*](2499 fort. ex eodem excerpto Herodoteo quo vv. Βοῦλιϲ, Ξέρξηϲ, Σπέρχιϲ 2500 cf. Malal p. 153—6; oracula ═ Hdr 1, 47, 3) [*](2499 vs. 28 ὅτι sq. ex v. A 2418) [*](A(GVM)) [*](1 δὲ om V 2 τὰϲ] τῆϲ A ὁπόθεν A, Exc.; ὅθεν GVM ἐπικούροιϲ GV 2. 3 μιϲθωτοῖϲ γὰρ ἐχρῶντο om V 3 ἐχρῆτο GM 4 πρῶτον μὲν αὐτὸν GVM 9 βαϲιλεύϲειαν A 10 Κροῖϲοϲ V Ἰωνόνοϲ A: Ἰώνοννοϲ GVM Ἴων ὄνομα Exc. 13 ἔδωκεν αὐτῷ GVM 15 Κροῖϲοϲ —p 197,12 οὕτω. om V 19 ὑπὲρ A· περὶ G M 20 αὐτόν ed. pr. 27 ἀνθρώποιϲ Kust.: ἀνθρώπων AGM 28 ὅτι 29 Σόλωνα om. A mg. ArGM 33 παραχρῆϲαι] παραχωρῶ· γενικῇ mg. add M)

197
ἀνθέξῃ. ὁ δὲ Κῦροϲ ἀντέγραψεν οὕτωϲ· εἰ μὲν ὁ πᾶϲ κόϲμοϲ οὐκ ἀρκεῖ ϲοι τοϲαύτην ἔχοντι φανταϲίαν, καλῶϲ ἡμῖν ταῦτα λέγειϲ· εἰ δὲ τοϲαύτηϲ γῆϲ δεϲπόζων καὶ τῆϲ ἡμετέραϲ ἐρᾷϲ, οὐκ ἄν ϲοι πρὸϲ τὸν καθ’ ἡμῶν ἀγῶνα ἡ τῆϲ τύχηϲ εὔροια διαμείνοι. καὶ ταῦτα γράψαϲ Κῦροϲ ἐβούλετο πρὸϲ τὴν Ἰνδικὴν χώραν μετοικεῖν καὶ φυγεῖν τὴν ὠμότητα τοῦ Κροίϲου. ἀλλ’ ἡ τούτου γυνὴ Βαρδάνη ἑωρακυῖα τὸν Κῦρον ταῦτα βουλευόμενον εἶπεν αὐτῷ ζητῆϲαι τὸν Δανιὴλ τὸν αὐτῇ καὶ Δαρείῳ προφητεύϲαντα πολλάκιϲ καὶ παρʼ αὐτοῦ μαθεῖν, τί δεῖ πράξαι πρὸϲ τὸν Κροίϲου πόλεμον. ὅπερ ἀκούϲαϲ ὁ Κῦροϲ μετεπέμψατο τὸν ἄνδρα καὶ μεμαθηκὼϲ παρʼ αὐτοῦ, ὡϲ νικήϲει τὸν Κροῖϲον, τοῦτο μαθὼν τὰ πρὸϲ τὸν πόλεμον παρεϲκεύαζεν. ὁμοίωϲ δὲ καὶ Κροῖϲοϲ εἰϲ τὸ μαντεῖον ἔπεμψε καὶ ἐχρηϲμοδοτήθη οὕτωϲ· οἶδα δ’ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάϲϲηϲ καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντοϲ ἀκούω. ὀδμή μ’ ἐϲ φρέναϲ ἦλθε κρατερίνοιο χελώνηϲ, ἑψομένηϲ ἐν χαλκῷ ἅμ’ ἀρνείοιϲ κρέαϲιν, ἢ χαλκὸϲ μὲν ὑπέρκειται, χαλκὸϲ δ’ ὑπόκειται. γνοὺϲ δέ, ὡϲ ἐνεπαίχθη, πάλιν ϲτέλλει, καὶ ἀνεῖλεν ἡ Πυθία· Κροῖϲοϲ Ἄλυν διαβὰϲ ποταμὸν μεγάλην ἀρχὴν καταλύϲει. καὶ κατέλυϲε τὴν ἑαυτοῦ. ὁ δὲ Κῦροϲ τοὺϲ αἰχμαλώτουϲ τῶν Ἰουδαίων ἀπέλυϲε καὶ κτίζει τὴν Ἱερουϲαλήμ.

2501 Κρύβδην: λαθραίωϲ.

[*](Σ)

2502 Κρυμόϲ: ψύξιϲ. εἰϲ δὲ ϲ’, ἄναϲϲα, τοίην χὠ νιφόειϲ κρυμὸϲ [*](Δ) ὀπωροφορεῖ.

[*](Anth.)

2503 Κρυόεϲϲα: φρικώδηϲ.

[*](Δ)

2504 Κρύοϲ, κρύουϲ, κρύει.

2505 Κρυπτεία.

[*](Δ)

2506 Κρύϲταλλοϲ.

[*](Suid.)

2507 Κριυφαίωϲ: ἀντὶ τοῦ κρύφα.

[*](Δ)

2508 Κρύφιοι: οἱ πονηροὶ λογιϲμοί. Δαβίδ· ἐκ τῶν κρυφίων μου [*](Thdr.) καθάριϲόν με. καὶ κρύφιον.

2509 Κρυψίνουϲ: δόλιοϲ, πανοῦργοϲ. ἦν δὲ ἐχέμυθοϲ καὶ [*](Σ) κρυψίουϲ.

[*](2501 ═ P, Ba 283, 29, Ps Herodian. 75 cf. H; l ═ Ambr. 1727 2502 — ψύξιϲ ═ Ambr. 1545 cf. Pn Herodian 74 εἰϲ sq. Anth. 6, 252, 56 2503 ═ Ambr 1642 (in Ε 740), Cyrill 2505 ═ Ambr 1663 2507 l. ═ Ambr 1729 2508 με Thdr. in Ps. 18,13, P G 80, 997 b 2509 — πανοῦργοϲ P, Ba 283, 30, H ἦν sq. Dam. fr. 28)[*](2502 cf. v. N 439 2509 cf. vv. E 3988 et l 122)[*](4 διαμείναι Bhd. 5 ἠβούλετο G, Malal. 9 ὁ Κῦροϲ ἀκούϲαϲ GM cf. A(GFVM) Malal. 154, 14 11 τοῦτο μαθὼν del. ed. pr 13 οἶδα—17 Πυθία post vs. 19 Ἱερουϲαλήμ praemisso χρηϲμὸϲ Κροίϲου V 17 ἀναβὰϲ V ποταμὸν om. A sed cf. Mala. 155, 22 2504 om AFV mg Ar 2506 om. A mg. Ar 26 Κρύϲταλοϲ VM 28 Δαβίδ om. AFV 29 καὶ κρύφιον om. AFV)
198
[*](Phil.)

2510 Κρύψιϲ: μέθοδοϲ, δι’ ἧϲ οἷόν τε λανθάνειν ϲυλλογιζόμενον τὸ προκείμενον. χρηϲτέον δὲ προτάϲεϲι τὸν κρυπτικῶϲ ἐρωτῶντα, ὥϲτε ἠρωτημένων παϲῶν τῶν προτάϲεων, διʼ ὧν δείκνυται τὸ προκείμενον, καὶ τοῦ ἐϲχάτου ἐπὶ τοῖϲ ἐρωτημένοιϲ ἑπόμενον ϲυμπέραϲμα τοῦ ῥηθέντοϲ ἄδηλον ὂν πῶϲ τοῦτο ϲυνάγεται ἐκ τῶν κειμένων καὶ ζητεῖν τὸν ἀποκρινόμενον διὰ τί τοῦτο ἐπιφέρει τοῖϲ κειμένοιϲ.