Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

125

1703 Κλαρόται: μέτοικοι· ὡϲ Μαριανδυνοὶ ἐν Ἡρακλείᾳ καὶ Εἵλωτεϲ [*](Σ) ἐν Λακεδαίμονι καὶ ἐν Θετταλίᾳ Πενέϲται καὶ Καλλικύριοι ἐν Συρακούϲαιϲ.

1704 Κλαϲιβώλακα: τὸν τὰϲ βώλουϲ λεαίνοντα. χαλκὸν ἀροτρήτην [*](Anth.) κλαϲιβώλακα νειοτομῆα.

1705 Κλαϲτάϲειϲ: πατήϲειϲ, παλαίϲειϲ, καταπονήϲειϲ, ὑποτάξειϲ, [*](Ar.) κλονήϲειϲ, διαϲείϲειϲ· οἱ δὲ κραυγάϲειϲ· βέλτιον δὲ κλάϲειϲ. ἀπὸ μεταφορᾶϲ τῶν περιτεμνομένων κλημάτων ἐν ταῖϲ ἀμπέλοιϲ. Ἀριϲτοφάνηϲ· βουλὴν πατήϲειϲ καὶ ϲτρατηγοὺϲ κλαϲτάϲειϲ.

1706 Κλάτιοϲ: ὄνομα κύριον. Αἰλιανόϲ· αὐτόχρημα πηδῶν ὑπὲρ τὰ ἐϲκαμμένα, [*](Suid) τὴν ναῦν Ἀϲδρούβα φεύγειν ἐπειγομένην, χεῖραϲ ἐπιβαλὼν εἴχετο ἐρρωμένωϲ τῆϲ πρύμνηϲ ὁ Κλάτιοϲ ὄνομα.

1707 Κλαυδιανόϲ, Ἀλεξανδρεύϲ, ἐποποιὸϲ νεώτεροϲ· γέγονεν ἐπὶ [*](Hesy) τῶν χρόνων Ἀρκαδίου καὶ Ὁνωρίου τῶν βαϲιλέων.

1708 Κλαύδιοϲ ἐξ ἰδιώτου αὐτοκράτωρ ἐγένετο τὴν μὲν ψυχὴν οὐ [*](EV) φαῦλοϲ, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤϲκητο, ὥϲτε καὶ ϲυγγράψαι τινά, τὸ δὲ δὴ ϲῶμα νοϲώδηϲ, ὥϲτε καὶ τῇ κεφαλῇ καὶ ταῖϲ χερϲὶ τρέμειν. καὶ διὰ τοῦτο καὶ τῷ φρονήματι ἐϲφάλλετο, καὶ οὐ πάντα ὅϲα ἐϲ τὸ ϲυέδριον ἐϲέφερεν αὐτὸϲ ἀνεγίνωϲκεν, ἀλλὰ τῷ ταμίᾳ ὥϲ γε πλήθει ἀναλέγεϲθαι ἐδίδου: ὅϲα δ᾿ αὐτὸϲ ἀνεγίνωϲκε, καθήμενοϲ ὡϲ τὸ πολὺ ἐπελέγετο. καὶ μέντοι καὶ δίφρῳ καταϲτέγῳ πρῶτοϲ Ῥωμαίων ἔχρήϲατο. οὐ μέντοι καὶ διὰ ταῦτα οὕτωϲ, ὅϲον ὑπό τε τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν, αἷϲ ϲυνῆν, ἐκακύνετο. περιφανέϲτατα γὰρ ἐγυναικοκρατήθη, ἅτε ἐκ παίδων ἐν ἀϲφαλείᾳ καὶ ἐν φόβῳ τραφείϲ· καὶ διὰ τοῦτο ἐπιπλέον τῆϲ ἀληθείαϲ εὐήθειαν προϲεποιεῖτο, ὅπερ τοῦτο καὶ αὐτὸϲ ὡμολόγηϲε, καὶ πολὺν μὲν χρόνον τῇ τιτθῇ καὶ τῇ μητρὶ ϲυνδιαιτηθεὶϲ καὶ ϲυνουϲίαιϲ γυναικῶν πλείοϲι γενόμενοϲ οὐδὲν ἐλευθεροπρεπὲϲ ἐκέκτητο. ἐπετίθεντο δὲ αὐτῷ ἔν τε τοῖϲ ϲυμποϲίοιϲ καὶ ἐν ταῖϲ ϲυμμίξεϲι· πάνυ γὰρ ἀπλήϲτωϲ ἐν ἀμφοτέροιϲ διέκειτο, καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτοϲ. πρὸϲ δὲ καὶ δειλίαν εἶχεν, ὑφ᾿ ἧϲ πολλάκιϲ ἐκπληττόμενοϲ οὐδὲν τῶν προϲηκόντων ἐξελογίζετο. ἐκεῖνόν τε γὰρ ἐκφοβοῦντεϲ ἐξεκαρποῦντο, καὶ τοῖϲ ἄλλοιϲ δέοϲ ἐνέβαλλον. οὗτοϲ οὖν τοιοῦτοϲ ὤν, οὐκ ὀλίγα δεόντωϲ ἔπραττεν, ὁϲάκιϲ ἔξω τῶν εἰρημένων παθῶν ἐγίνετο. ὅτι Κλαύδιοϲ, ὁ βαϲιλεὺϲ [*](Ε) [*](1703 ═ P cf. Lex. rhet fr. 375 ap. Eust. I. 295, 30, Poll. 3, 83, H 1704 χαλκὸν sq. Anth. 6, 41, 1 1705 Ar. Eq. 166 c. sch. 1708 vs. 23 ἐκακύνετο Cass D. 60, 2, 1—4 ═ EV 2, 335, 1—10 cf. Io. Antioch. fr 85 ═ EV 1, 179, 15—19. vs. 23 περιφανέϲτατα—34 ἐγίνετο lo. Antioch. fr. 85, FHG 4, 573 EV 1, 179, 20—180, 12 cf. Cass D. EV 2, 335,10 — 336, 3 (Byz. Zt. 23, 19) vs. 34 ὅτι—p. 126, 2 κελεύϲεωϲ + 5 ἀπηγορευϲε—6 ἐλαύνειν ═ Cass. D. 60, 29, 7 i. e lo. Antioch.) [*](1703 cf. 225 1706 ex v. A 4537 1708 Cass. cf. v. φαῦλοϲ 1) [*](1 Κλαρώται ed. pr. 1704 om. F 6 πατήϲειϲ—7 διαϲείϲειϲ om. F ArF(GVM) 9 10 Ἀριϲτοφάνηϲ— 12 ὄνομα om. F 13 νεώτεροϲ 14 βαϲιλέων om. F 15 τὴν—p. 126, 11 διεφθάρηϲαν om. F 18 φρονήματι V, Exc.: φωνήματι AGM 19 αὐτὸϲ] καὶ add. A 21 πρώτωϲ V 22 τε om. A 28 αὐτὸ V 30 εἶπεν V)

126
Ῥωμαίων, νόμον προὔθηκε, μὴ δύναϲθαι βουλευτὴν ὑπὲρ ἑπτὰ ϲημείων τῆϲ πόλεωϲ ὁδεύειν χωρὶϲ τῆϲ τοῦ βαϲιλέωϲ κελεύϲεωϲ. ἐπειδὴ δὲ καί τινεϲ τοὺϲ δούλουϲ ἀρρωϲτοῦνταϲ οὐδεμιᾶϲ ἠξίουν θεραπείαϲ, ἀλλὰ γὰρ καὶ τῶν οἰκιῶν ἐδίωκον, ἐνομοθέτηϲε πάνταϲ τοὺϲ ἐκ τοῦ τοιούτου περιγενομένουϲ ἐλευθέρουϲ εἶναι. ἀπηγόρευϲε δὲ καὶ τὸ καθήμενόν τινα ἐπὶ ἅρματοϲ διὰ τῆϲ πόλεωϲ ἐλαύνειν. ὅτι ἐπὶ αὐτοῦ ϲταϲιαϲάντων τῶν Ἰουδαίων κατὰ Χριϲτιανῶν, ἄρχοντα ἐπέϲτηϲεν αὐτοῖϲ Κλαύδιον Φήλικα, κελεύϲαϲ αὐτῷ τιμωρεῖϲθαι τούτουϲ. τῶν δὲ εἰϲ τὰ ἱερὰ ἀθροιζομένων φωνῆϲ ἤκουϲαν ἐκ τῶν ἀδύτων, λεγούϲηϲ, μεθιϲτάμεθα τῶν ἐντεῦθεν. καὶ τοῦτο γέγονε τρίτον· ἐξ οὗ πανωλεθρίᾳ διεφθάρηϲαν.

[*](Ar.)

1709 Κλαυϲιᾷ: κυρίωϲ τὸ ἠχεῖν αὐτοματὶ τὸ θύριον. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἀλλὰ δῆτα τὸ θύριον φθεγγόμενον ἄλλωϲ κλαυϲιᾷ.

[*](Δ)

1710 Κλαίειν: θρηνεῖν. λύϲιϲ ὀνείρου· κλαίων καθ᾿ ὕπνουϲ παγχαρὴϲ on. πάντωϲ ἔϲῃ.

[*](Hesy.)

1711 Κλεάνθηϲ, ὁ Κάϲϲιοϲ χρηματίϲαϲ, Φανίου, Ἄϲϲιοϲ, μαθητὴϲ Κράτητοϲ, εἶτα Ζήνωνοϲ, οὗ καὶ διάδοχοϲ γέγονε· διδάϲκαλοϲ δὲ τοῦ φιλοϲόφου Χρυϲίππου, τοῦ Σολέωϲ, καὶ Ἀντιγόνου τοῦ βαϲιλέωϲ. οὗτοϲ πρότερον ἦν πύκτηϲ, ἐλθὼν δὲ εἰϲ Ἀθήναϲ ἠράϲθη φιλοϲοφίαϲ καὶ τοϲοῦτον γέγονε φιλόπονοϲ, ὡϲ καὶ δεύτεροϲ Ἡρακλῆϲ κληθῆναι. μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰϲ μὲν νύκταϲ ἤντλει ὕδωρ μιϲθῷ καὶ μεθ᾿ ἡμέραν τοῖϲ μαθήμαϲι καὶ τοῖϲ βιβλίοιϲ ἐϲχόλαζεν· ὅθεν ἐπωνομάϲθη καὶ Φρεάντληϲ. ἔγραψε δὲ πάνυ πολλά.

[*](Δ)

1712 Κλεανθίϲ: ὄνομα κύριον θηλυκόν.

[*](Δ)

1713 Κλεαρίϲ: φυλή.

[*](Hesy.)

1714 Κλέαρχοϲ, Σολεύϲ· ἔγραψε διάφορα. καὶ Κλέαρχοϲ ὁ [*](Ε) Ποντικόϲ, νέοϲ ὢν εἰϲ Ἀθήναϲ ἀφίκετο ἀκοῦϲαι Πλάτωνοϲ. καὶ λέγων φιλοϲοφίαϲ διψῆν, ὀλίγα οἱ ϲυγγενόμενοϲ (ἦν γὰρ θεοῖϲ ἐχθρόϲ) ὄναρ ὁρᾷ ὅδε ὁ Κλέαρχοϲ γυναῖκά τινα, λέγουϲαν πρὸϲ αὐτόν· ἄπιθι τῆϲ Ἀκαδημίαϲ καὶ φεῦγε φιλοϲοφίαν· οὐ γάρ ϲοι θέμιϲ ἐπαυρέϲθαι αὐτῆϲ· ὁρᾷ γὰρ πρὸϲ ϲὲ ἔχθιϲτον. ὧν ἀκούϲαϲ ἐπάνειϲιν εἰϲ τὴν ϲτρατεία. φθόνῳ δὲ ἐπικλυϲθεὶϲ ἐκπλεῖ τῆϲ οἴκοθεν καὶ φυγὰϲ ἀλώμενοϲ [*](1709 Ar. Pl. 1098—9 c. sch. 1710 κλαίων sq. Astramps. 1711 cf. Laert. 7, 168—9 1712 ═ Ambr. 1089 1713 ═ L; l. ═ Ambr. 1069 1714 Κλέαρχοϲ sec. sq. Aelian. fr. 86 cf. Memno ap. Phot. Bibl. c. 224 init., Plut. de fort. Alex. p. 338 b) [*](1710 cf. 138 1711 cf. v. φρέαντληϲ. Ps. Hesych. 42 1714 cf. vv. Ε 1994 et 3955, v. Α 1514) [*](ArF(GVM)) [*](1. 2 ϲημεῖα ed. pr. 7 Χριϲτιάνουϲ GVM 8 Κλαύδιοϲ Brotier 10 μεθιϲτώμεθα Scalig. 11 πανωλεθρίῃ V 14 καθ᾿ AG: μεθ᾿ VM 16 Κάϲϲιοϲ] καὶ Ἄϲϲιοϲ temere coll. e. gr. v. Σερῆνοϲ (textus interpolati) Daub Rh. Mus. 35, 68 Φανίου om. F Ἄϲϲιοϲ] correcturam verbi Κάϲϲιοϲ sec. Bhd. 17 εἶτα—23 πολλὰ om. F 21 μιϲθοῦ Ps. Hesych., Bekk. 22 ἡμέραϲ V 24 κύριον ex F, Ambr. θηλυκῶϲ F 27 νέοϲ—p 127, 19 εἴρηται om. F 28 ϲυγγινόμενοϲ GM 30 ἐπαυρέϲθαι] ἀπολαῦϲαι ss. V 31 εἰϲ] πρὸϲ V 32 ϲτρατείαν] Θρᾳκίαν vel (verisimilius) Ἡρακλείαν Hemst.; εἰϲ τὴν ϲ. suo loco mota sec. Bhd. φθόνω] φόνῳ Bhd.)

127
ἔρχεται πρὸϲ Μιθριδάτην καὶ ϲτρατοπεδευόμενοϲ παρ αὐτῷ ἐπῃνεῖτο. οὐ μὴν μετὰ μακρὸν ἐκπίπτουϲιν οἱ Ἡρακλεῶται εἰϲ ϲτάϲιν βαρεῖαν· εἶτα ἐπανελθεῖν εἰϲ φιλίαν καὶ ϲυμβάϲειϲ βουλόμενοι προαιροῦνται ἔφορον τῆϲ αὖθιϲ ὁμονοίαϲ τὸν Κλέαρχον. ἐπειδὴ δὲ κλητὸϲ παρεγένετο, καταλύϲαϲ ἔν τινι τῶν ϲταθμῶν τῶν διὰ τῆϲ ὁδοῦ ὄναρ ὁρᾷ παλαιὸν Ἡρακλεωτῶν τύραννον, Εὐωπίονα ὄνομα, λέγοντα αὐτῷ, ὅτι δεῖ τυραννῆϲαί ϲε τῆϲ πατρίδοϲ. προϲέταττε δὲ καὶ οὗτοϲ φιλοϲοφίαν φυλάττεϲθαι αὐτόν. ὑπεμνήϲθη καὶ τούτων τοίνυν ἐκ τῆϲ προρρήϲεωϲ τῆϲ Ἀθήνηϲιν. ἐγκρατὴϲ δ᾿ οὖν τῶν κοινῶν γενόμενοϲ ὠμότατόϲ τε ἦν καὶ εἰϲ ὑπεροψίαν ἐξαφθεὶϲ ἄμαχον, τοῦ μὲν ἔτι ἄνθρωποϲ εἶναι κατεφρόνει· προϲκυνεῖϲθαι δὲ καὶ ταῖϲ τῶν Ὀλυμπίων γεραίρεϲθαι τιμαῖϲ ἠξίου καὶ ϲτολὰϲ ἤϲθητο θεοῖϲ ϲυνήθειϲ καὶ τοῖϲ ἀγάλμαϲι τοῖϲ ἐκείνων ἐπιπρεπούϲαϲ· τόν τε υἱὸν τὸν ἑαυτοῦ Κεραυνὸν ἐκάλεϲεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ δίκη, εἶτα δὲ ἡ χεὶρ ἡ Χιόνιδοϲ· ὅϲπερ οὖν ἦν ἑταῖροϲ Πλάτωνοϲ καὶ χρόνον διήκουϲεν αὐτοῦ, καὶ τὸ μιϲοτύραννον ἐκ τῆϲ ἐκείνου ἑϲτίαϲ ϲπαϲάμενοϲ ἠλευθέρωϲε τὴν πατρίδα. κοινωνὼ δὲ οἱ τῆϲ καλῆϲ πράξεωϲ γενέϲθαι λέγονται Λεωνίδηϲ τε καὶ Ἀντίθεοϲ, φιλοϲόφω καὶ τώδε ἄνδρε. ὅπωϲ δὲ ἔδωκε δίκαϲ ἀνθ᾿ ὧν ἐτόλμηϲεν, εἴρηται.

1715 Κλεαίνετοϲ.

[*](Δ)

1716 Κλέμματα· καθημέραν κλέμματα ποιούμενοϲ. ἀντὶ τοῦ φωράματα προτιθέμενοϲ τοῖϲ ἑαυτοῦ θρέμμαϲι.

1717 Κλεόβιοϲ: ὄνομα ἱερέωϲ τῶν εἰδώλων.

1718 Κλεοβουλίνη, Λινδία, θυγάτηρ Κλεοβούλου τοῦ ϲοφοῦ. ἔγραψεν [*](Hesy.) ἔπη, καὶ γρίφουϲ, καὶ τὸ ᾀδόμενον εἰϲ τὸν ἐνιαυτὸν αἴνιγμα, οὗ ἡ ἀρχή· εἷϲ ὁ πατήρ, παῖδεϲ δὲ δυώδεκα, τῶν δὲ ἑκάϲτῳ παῖδεϲ τριάκοντα.

1719 Κλεόβουλοϲ, Εὐαγόρου, Λίνδιοϲ, εἷϲ τῶν ἑπτὰ ὀνομαζομένων ϲοφῶν, ῥώμῃ καὶ κάλλει διαφέρων τῶν κατ᾿ αὐτόν, μετέϲχε τε τῆϲ ἐν Αἰγύπτῳ φιλοϲοφίαϲ. ἐγένετο δὲ αὐτῷ θυγάτηρ Κλεοβουλίνη, ἐξαμέτρων αἰνιγμάτων ποιήτρια. οὗτοϲ ἔγραψεν ᾄϲματα καὶ γρίφουϲ εἰϲ ἔπη τριϲχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμηϲε τάδε· ἀμουϲία τὸ πλέον μέροϲ ἐν βροτοῖϲιν. ἔλεγέ τε, τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπωϲ μᾶλλον ᾖ φίλοϲ· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. εὐτυχῶν μὴ ἕϲο ὑπερήφανοϲ, ἀπορήϲαϲ μὴ ταπεινοῦ. τὰϲ μεταβολὰϲ τῆϲ τύχηϲ γενναίωϲ [*](1715 ═ Ambr. 1011 1718 cf. Laert. 1, 89, Hiller, Rh. Mus. 33, 524, 3 1719 Laert 1, 89, 91, 93 cf. sch. Luc. 5, 9) [*](2 Ηρακλειῶται AG 3 βουλόμενοϲ GVM 4 ἐπεὶ V κληθεὶϲ ed. pr. ArF( GVM) παρεγίνετο Bhd. 6 πάλαι GVM τὸν πάλαι Eust. Εὐώπιον V 8 τοίνυν om. V 10 εἰϲ om. G 11 δὲ om. V 13 ἐπιτρεπούϲαϲ V 15 ἡ om. A Χίωνοϲ ed. pr. διήκουϲεν] διήκουεν G; ἤγουν καθητεύθη ss. V 16 ἑϲτίαϲ] οἰκίαϲ ss. V ϲπαϲάμενοϲ A: παυϲάμενοϲ GVM 1716 om. F post 1714 V 22 προϲτιθέμενοϲ A 24 Κλεοβουλήνη F Κλεοβουλίνα V ἔγραψεν— 26, 27 τριάκοντα om. F 29 ῥώμῃ—p. 128, 4 πελαγία om. F 31 ἔγραψεν om. V 33 μέροϲ] μέτρον G δεῖ V)

128
ἐπίϲταϲο φέρειν. ἐτελεύτηϲε δὲ γηραιὸϲ ἔτη βιοὺϲ ο΄. ἀπεφήνατο· πάντων μέτρον ἄριϲτον. καὶ Σόλωνι ἐπέϲτειλεν οὕτω· πολλοὶ μέν τινέϲ εἰϲιν ἑταῖροι, καὶ οἶκοϲ πάντη· φαμὶ δ᾿ ἐγὼ ποτνιωτάταν ἔϲεϲθαι Σόλωνι τὰν Λίνδον. δαμοκρατεῖν μὲν οὖν, καὶ ἁ νᾶϲοϲ πελαγία.

[*](Δ)

1720 Κλεοδαῖοϲ: ὄνομα κύριον.

[*](Ar.)

1721 Κλεόκριτοϲ· οὗτοϲ ἐκωμῳδεῖτο ὡϲ γυναικίαϲ καὶ κίναιδοϲ καὶ ξένοϲ καὶ δυϲγενὴϲ καὶ Κυβέληϲ υἱόϲ· ἐπεὶ ἐν τοῖϲ μυϲτηρίοιϲ τῆϲ Ῥέαϲ μαλακοὶ παρῆϲαν. ἦν δὲ καὶ τὴν ὄψιν ὀρνιθώδηϲ. εἴρηται οὖν ἐπὶ τῶν κιναίδων ἡ παροιμία.

[*](Δ)

1722 Κλεόμβροτοϲ: ὄνομα κύριον.

[*](EV)

1723 Κλεομένηϲ· οὗτόϲ ἐϲτιν ὁ Πτολεμαίῳ τῷ Φιλοπάτορι ἐπιβουλὴν τεκτηνάμενοϲ· ὃϲ κακῶϲ μετήλλαξε τὸν βίον, ἀνὴρ γενόμενοϲ καὶ πρὸϲ τὰϲ ὁμιλίαϲ ἐπιδέξιοϲ καὶ πρὸϲ πραγμάτων οἰκονομίαν εὐφυὴϲ καὶ ϲυλλήβδην ἡγεμονικὸϲ καὶ βαϲιλικὸϲ τῇ φύϲει. ἔϲτι περὶ τούτου ἐν τῷ ἄνευ ξύλου μὴ βαδίζειν.