Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Δ)

62 Αἴγιϲθοϲ: ὄνομα κύριον.

[*](Δ)

63 Αἰγιϲτεύϲ, Αἰγιϲτέωϲ: ὄνομα κύριον.

[*](Σ)

64 Αἴγλη: βόλοϲ κυβευτικόϲ, λαμπηδών, αὐγή. Κρατῖνοϲ. καὶ ποπάνου εἶδοϲ δηλοῖ, καὶ θυϲίαν, ὥϲ φηϲι Λεαγόραϲ. ἔϲτι καὶ παιδιά τιϲ. ἀλλὰ καὶ ἡ ϲελήνη οὕτω καλεῖται καὶ ὁ Ἀϲκληπιόϲ.

[*](Δ Σ)

65 Αἰγλήεντοϲ: λαμπροῦ. ἡ εὐθεῖα Αἰγλήειϲ.

[*](Σ)

66 Αἴγληϲ Χάριτεϲ: πιθανῶϲ ἐγενεαλόγηϲαν τὰϲ Χάριταϲ· Αἴγληϲ γὰρ καὶ ὁ Ἥλιοϲ, ἐπεὶ τὰϲ Χάριταϲ λαμπρὰϲ εἶναι δοκεῖ

[*](Δ)

67 Αἰγόκερωϲ: εἶδοϲ ζᾡου

68 Αἰγὸϲ ἀϲτήρ· ζήτει ἐν τῷ ἀϲτήρ. αἴξ, αἰγόϲ· ζήτει ἐν τῷ βεκεϲέληνε.

[*](Σ)

69 Αἰγὸϲ τρόπον: ἐπὶ τῶν ἑαυτοῖϲ ἐπιφερόντων κακόν. ἀπὸ Κοριιακῆϲ παροιμίαϲ, ἡ αἴξ δοῦϲα τὴν μάχαιραν.

[*](Δ)

70 Αἰγοφάγοϲ.

[*](Δ)

71 Αἰγώνη: ὄνομα πόλεωϲ.

[*](Δ)

72 Αἰγωνίεια: ὄνομα πόλεωϲ.

[*](Prov. 73 Αἰγῶν ὀνόματα: οἷον ἄχρηϲτα πράγματα· ὅμοιαι γὰρ αἱ αἶγεϲ. ἐπὶ δὲ τοῖϲ διαφέρουϲιν ὡϲ χαρακτηριϲτικὰ τίθεται τὰ ὀνόματα.)
[*](Σ Hdt)

74 Αἰγυπιόν: οὕτωϲ οἱ παλαιοί, ἀλλ’ οὐ γῦπα. Αἰγυπιῶ ν δὲ Δ πληθυντικῶϲ, γυπῶν. Ἡρόδοτοϲ. ἡ εὐθεῖα Αἰγυπιόϲ, ὁ γύψ.

[*](Σ)

75 Αἰγυπτιάζειν: τὸ πανουργεῖν καὶ κακοτροπεύεϲθαι. τοιοῦτοι [*](Ar.) γὰρ οἱ Αἰγύπτιοι. καὶ παροιμία· Αἰγύπτιοϲ πλινθοφ πλινθοφόροϲ. οὖτοι διαβάλλοται ἀεὶ ὡϲ ἀχθοφόροι ὄντεϲ. περὶ δὲ Αἰγυπτίων ζήτει ἐν τῷ δέλτα εἰϲ τὸ δογματίζει.

[*](60 vs. 2 καὶ—3 οὐλότηϲ ═ Ba 42, 7, P p. 44 cf. H Νυμφόδωροϲ (fr. 22 FHG 2, 381) sq. Harp. ═ P, aliter H 61 ═ P cf. Et M. 27, 30; Pherecr. fr. 117 62 cf Ambr. 36, Ps. Herodian. 27 63 ═ Ambr. 41 61 cf. Ba 42, 15 —20 ═ P; Paus. Att. fr. 24 ap. Eust. l. 823, 26, H; λαμπηδών ═ sch. ϲ 45, Ps. Herodian. 27, gl Dionys. PG 4, 23 cf. Et. M. 29, 1; Crat fr.377 65— λαμπροῦ ═ P, Ba 42,14, H, Ap. S. 14, 7, sch. Α 532 cf. Σc Αἰγλήειϲ Ambr. 25 66 P, Ba 43,18, H 67 ═ Ambr. 24 69 cf. P 70 cf. H, Et. M. 27, 51 71 ═ Ambr. 96 72 l. ═ Ambr. 102 73 αἶγεϲ ═ Paroem. ed. Gsf. 17, n. 178 74 γῦπα cf. p ═ Ba 43, 1 Αἰγυπιῶν—γυπῶν gl. Hdt. 3, 76 Αἰγυπιόϲ sq. ═ Ambr. 27 75 — κακοτροπεύεϲθαι P, Ba 4 42,13. Et. Gen, Et. M. 29,21 τοιοῦτοι —Αἰγύπτιοι cf. sch. Ar. Th. 922. Αἰγύπτιοϲ)[*](62 Z 65 64 Z 77 69 cf. 235; hinc 236 71 —2 Z 77 75 Z 65 et 90)[*](A(GITFVM))[*]( 1 τὰϲ] τοὺϲ FM γάμουϲ F 2 ἀνέδην FMec 3 πειύχαιϲ A 6 αἰγὶϲ semel, GIT Phot. 7 Αἴγιϲτοϲ GIT 63 non nov. gl. ATV 10 Λεαγόραϲ] Μεληϲαγόραϲ Valcx. παιδεία A 12 καὶ ἡ A 14 καὶ om. G ὁ om. M ἐπὶ A 18 παροιμία M cp. AIV δοῦϲα om. V 9 Αἰγοφάγοϲ] ὁ αἶγαϲ ἐϲθίων add. F 72 om. F 25 Ἡγόδοτοϲ om. GI 28περὶ—29 δογματίζει ex M cf. p. 161, 9 sqq.)
161

76 Αἰγυπτία κληματίϲ: ἐπὶ τῶν ἰϲχνῶν καὶ ὑπομήκων· ὁποῖοϲ ἦν Ζήνων ὁ Κιτιεύϲ. ὅν φαϲι χρηϲτηριαζόμενον πῶϲ ἄριϲτα βιώϲεται, ἀποκρίναϲθαι τὸν θεόν, εἰ ϲυγχρωτίζοιτο τοῖϲ νεκροῖϲ. ὅθεν ξυνέντα τὰ τῶν ἀρχαίων ἀναγινώϲκειν.

77 Αἴγυπτοϲ: ὄνομα κύριον. καὶ ἡ χώρα τῶν Αἰγυπτίων. ὅτι[*](Δ) ὅτε ἀφίκετο Ἑρμῆϲ, ὁ υἱὸϲ Πήκου, τοῦ καὶ Διόϲ, Μεϲτρὲμ ἐβαϲίλευε τῶν ἐκεῖ· ὃν μετωνόμαϲαν Αἴγυπτον, ἀφ’ οὗ καὶ Αἴγυπτοϲ ἡ χώρα· τοῦ γένουϲ τοῦ Νῶε. ὅτι ἐν ταῖϲ μ ἡμέραιϲ γεγόναϲιν αἱ κατ’ [*](Ε) Αἴγπτον πληγαί. ὅτι Ἀναξαγόραϲ καὶ Πυθαγόραϲ εἰϲ Αἴγυπτον ἀφικόμενοι [*](suld.) καὶ τοῖϲ Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι ϲοφοῖϲ ὁμιλήϲαντεϲ τὴν περὶ τῶν ὄντων γνῶϲιν ἠκουτίϲθηϲαν, ὕϲτερον δὲ καὶ Πλάτων, ὡϲ Πλούταρχοϲ ἐν τοῖϲ Παραλλήλοιϲ φηϲίν. οὐ μὴν δέ ἀλλὰ καὶ θεοὺϲ Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν ϲελήνην ὠνόμαϲαν καλέϲαντεϲ τὸν μὲν ἥλιον Ὄϲιριν, τὴν δὲ ϲελήνην Ἴϲιν, ἅτε ὁρῶντεϲ αὐτοὺϲ δρόμῳ ἰόνταϲ καὶ θέονταϲ, θεούϲ ἐκ τοῦ θέειν καὶ ἰέναι. 78 Αἰδέϲαϲθαι: ἀντὶ τοῦ μεταπειϲθῆναι. οὕτωϲ Λυϲίαϲ καὶ Δημοϲθένηϲ. [*](Harp.) ἐν δὲ τῷ κατὰ Ἀριϲτοκράτουϲ ἀντὶ τοῦ ἐξιλάϲεται καὶ πείϲεν.

79 Αἰδεϲία, Ἑρμείου γυνή. αὕτη ἦν μὲν προϲήκουϲα γένει τῷ μεγάλῳ Συριανῷ, καλλίϲτη καὶ ἀρίϲτη γυναικῶν τῶν ἐν Ἀλεξανδρείᾳ· τὰ μὲν ἤθη τῷ ἀνδρὶ παραπληϲία, ἁπλῆ καὶ γενναία καὶ δικαιοϲύνηϲ οὐδὲν ἦττον ἢ ϲωφροϲύνηϲ ἐπιμεληθεῖϲα διὰ βίου παντόϲ· τὸ δὲ ἐξαίρετον αὐτῆϲ φιλόθεον καὶ φιλάνθρωπον. διὰ τοῦτο καὶ παρὰ δύναμιν εὖ ποιεῖν ἐπεχείρει τοὺϲ δεομένουϲ, ὥϲτε καὶ τοῦ Ἑρμείου τελευτήϲαντοϲ ἐπὶ παιϲὶν ὀρφανοῖϲ ἀπολειφθεῖϲα τῶν αὐτῶν εἴχετο δαπανημάτων εἰϲ τὰϲ εὐποιΐαϲ. τοιγάρτοι καὶ ὑπόχρεων τοῖϲ υἱέϲι τὸν βίον ἐποίηϲεν, ἔφʼ ᾧ καὶ μέμψαϲθαί τινεϲ αὐτὴν ἐπεχείρουν. ἡ δὲ ἕνα θηϲαυρὸν ἡγουμένη τῆϲ ἀμείνονοϲ ἐλπίδοϲ, εἴ τιϲ ἐθέλοι τοῖϲ ἱεροῖϲ καὶ ἐπιεικέϲιν ἀνθρώποιϲ ἐπικουφίζειν τὰ ἄχθη τῆϲ χρηϲμοϲύνηϲ, οὐδενὸϲ ἐφείδετο διὰ τὸν ἔλεον τῆϲ κατὰ τὰ ἀνθρώπεια τύχηϲ· τοιγαροῦν ἠγάπων αὐτὴν καὶ τῶν πολιτῶν οἱ πονηρότατοι. μάλιϲτα δὲ τῶν υἱέων ἐπεμελεῖτο τὰ περὶ φιλοϲοφίαν, ὀρεγομένη τὴν τοῦ πατρὸϲ ἐπιϲτήμην αὐτοῖϲ παραδοῦναι καθάπερ κλῆρόν τινα πατρᾡαϲ οὐϲίαϲ. ἥ γε καὶ τὴν δημοϲίαν τῷ πατρὶ ϲίτηϲιν διδομένην τοῖϲ παιϲὶ διεφύλαξε νέοιϲ ἔτι οὖϲιν, ὡϲ ἐφιλοϲόφηϲαν· ὅπερ οὐκ ἴϲμεν οὐδὲ ἀνδρῶν [*](76 Laert. 7, 1 —2 77 vs. 5 ἡ χὡρα cf. P ═ Ba 50, 24, H ὅτι —8 Νῶε cf. Malal. p. 21, 4, Chron. Pasch. p. 81,10 —12 ed. Bonn. vs. 8 ὅτι —9 πληγαί Georg. 116, 9—10 78 Harp ═ An Ox. 2, 488, 23, P, Ba 43, 7; Lysiae fr.74 Dem. 38, 22 et 23, 72 79 Dam. fr. 75) [*](76 cf. v. ϲυγχρωτίζεϲθαι 77 vs. 6 cf. v. Πῆκοϲ. Georg. hinc v. πληγαί. vs. 9 ὅτι sq. ex v. Δ 1319) [*](2 ἀόριϲτα V 6 Πήκου] Πίκου Malal. Gsf. Μετρὲμ Gl Μετρὲ l 8 ταῖϲ om. A A(GITFVM) 9 ὅτι —14 ἰέναι ex AGl cf. ad p. 160, 28 15 μεταποιηθῆναι M 16 ἐξιλάϲϲεται FVM cf. Harp. 17 πείϲει F 18 Ἑρμείου γυνή ex VM γένει om. GIT 19 τὰ—p. 162, 21 ἀδελφόϲ] καὶ τὰ ἐξῆϲ F 25 τὰϲ εὐποιἷαϲ] τοὺϲ πένηταϲ V 26 μέμψεϲθαι A 29 ἐφείδετο AM; ἐφίεϲθαι GIT 30 δὲ ATM; δὴ GI 33 ϲίτιϲιν A αἶτηϲιν M 34 ὡϲ] ἕωϲ Bekk.)

162
ἕτερον πεποιηκότα, μήτι γε δὴ γυναικῶν. ἦν γὰρ παρὰ πᾶϲι τιμὴ καὶ αἰδὼϲ οὐκ ὀλίγη τῆϲ Αἰδεϲίαϲ. ἀλλ’ ἐπεὶ καὶ ϲυνέπλευϲε τοῖϲ υἱέϲιν Ἀθήναζε ϲτελλομένοιϲ ἐπὶ φιλοϲοφίαν, ἐθαύμαϲεν αὐτῆϲ τὴν ἀρετὴν ὅ τε ἄλλοϲ χορὸϲ τῶν φιλοϲόφων καὶ ὁ κορυφαῖοϲ Πρόκλοϲ. αὕτη ἐϲτὶν Αἰδεϲία, ἣν κόρην οὖϲαν ἔτι τῷ Πρόκλῳ κατεγγυήϲειν ἔμελλε ὁ Συριανόϲ, εἰ μὴ θεῶν τιϲ ἀπεκώλυϲεν ἐπὶ γάμον ὁρμῆϲαι τὸν Πρόκλον. τά δὲ πρὸϲ θεὸν εὐϲεβὴϲ οὕτω καὶ ἱερά, καὶ τὸ ὅλον φάαι θεοφιλήϲ, ὥϲτε πολλῶν ἐπιφανειῶν ἀξιοῦϲθαι. ἡ δὲ Αἰδεϲία τοιαύτη ἦν καὶ διεβίω πάντα τὸν βίον ὑπὸ θεοῦ τε καὶ ἀνθρώπων ἀγαπωμένη καὶ ἐπαινουμένη. καὶ ταύτην ἐπίϲταμαι γραῦν γυναῖκα, καὶ ἐπ’ αὐτῇ τεθνεώϲῃ τὸν ἐπὶ τῷ τάφῳ λέγεϲθαι νομιζόμενον ἔπαινον ἐπεδειξάμην ἡρωικοῖϲ ἔπεϲι κεκοϲμημένον ἔτι νέοϲ ὢν τότε καὶ κομιδῆ μειράκιον. ταύτηϲ δὲ παῖδεϲ ἀπὸ τοῦ Ἑρμείου νεώτεροϲ μὲν Ἡλιόδωροϲ, πρεϲβύτηϲ δὲ Ἀμμώνιοϲ. οὗτοϲ μὲν οὖν εὐφυέϲτεροϲ ἦν καὶ φιλομαθέϲτεροϲ, ὁ δὲ ἁπλούϲτεροϲ καὶ ἐπιπολαιότεροϲ ἔν τε τοῖϲ ἤθεϲιν ἔν τε τοῖϲ λόγοιϲ. ἄμφω μὲν γὰρ ἐφιλοϲοφηϲάτην ὑπὸ Πρόκλῳ μετὰ τῆϲ μητρὸϲ ὡϲ αὐτὸν ἀφικομένω παιδαγωγούϲηϲ. καὶ ὁ Πρόκλοϲ αὐτοῖϲ προϲεῖχε τὸν νοῦν ἐπιμελέϲτερον ὡϲ παιϲὶν Ἑρμείου, φίλου τε καὶ ἑταίρου ἀνδρόϲ, παιϲὶ δὲ Αἰδεϲίαϲ, τῆϲ γένει Συριανῷ προϲηκούϲηϲ καὶ ἅμα ϲφίϲι τὸ τηνικαῦτα παρούϲηϲ. ἀφίκετο μὲν δὴ ϲὺν αὐτοῖϲ Ἀθήναζε καὶ Ἰέραξ ὁ Συνεϲίου ἀδελφόϲ.

[*](Σ Δ)

80 Αἰδέϲιμον: ἀξιοτίμητον, καλόν. ἢ λαμπρόν.

[*](Δ)

81 Αἰδημόνωϲ: αἰδεϲίμωϲ.

[*](Σ)

82 Αἰδήμων: αἰδέϲιμοϲ.