Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

323 Αἴϲθεϲθαι· γενικῇ· ἐνεϲτῶτοϲ· 10 αἰϲθέϲθαι δὲ ὑπερϲυντελικόϲ.

[*](Phil.)

324 Αἰϲθάνεϲθαι· γενικῇ. τοῦτο δύο ϲημαίνει, τὸ κατὰ δύναμιν καὶ κατʼ ἐνέργειαν. αἰϲθάνεϲθαι τοίνυν λέγονται οἱ κοιμώμενοι δύνα μιν ἔχοντεϲ τοῦ αἰϲθάνεϲθαι.

[*](Σ + Rhet.)

325 Αἰϲθέϲθαι καὶ Αἰϲθάνεϲθαι διαφέρει. τὸ μὲν γὰρ αἰϲθέϲθαι ἐπὶ τοῦ ἀκριβῶϲ εἰδέναι τι, τὸ δὲ αἰϲθάνεϲθαι ἐπὶ τοῦ ὑπονοεῖν τι. καὶ περὶ μὲν τοῦ αἰϲθάνεϲθαι Ἀντιφῶν ἐν Προοιμίοιϲ· ἐγραψάμην ταύτην τὴν γραφὴν ἠδικημένοϲ ὑπὸ τούτου νὴ Δία πολλά, ἔτι δὲ καὶ πλείω ὑμᾶϲ ἠϲθημένοϲ ἠδικημένουϲ καὶ τοὺϲ ἄλλουϲ πολίταϲ. τὸ δὲ αἰϲθάνεϲθαι ἐπὶ τοῦ ὑποπτεύειν καὶ οὐκ ἐπὶ τοῦ βεβαίωϲ εἰδέναι. Λυϲίαϲ ἐν τῷ πρὸϲ Ἀλκιβιάδην φηϲίν· οἶμαι μὲν τοίνυν καὶ ἐκεῖνο ὑμᾶϲ αἰϲθάνεϲθαι, ὅτι Ἀρχιβιάδηϲ οὐκ ἄλλο τι ἐζήτει κομίϲαϲθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφιϲβήτει. ἔταξαν δὲ αὐτὸ καὶ ἐπὶ τοῦ εἰδέναι. Ἰϲαῖοϲ τὰ δὲ τοιούτων δὴ μαρτυριῶν οἱ δικάζοντεϲ τὰ μὲν αὐτοὶ ϲυειδότεϲ, ὅτι ὑγίανεν ὁ παῖϲ, τῶν ἑωρακότων αἰϲθανόμενοι μαρτυρούντων, τὰ δὲ ἀκοῇ πυνθανόμενοι.

[*](Phil.)

326 Αἰϲθήϲειϲ ε΄· ὅτι τρανεϲτέρα ἡ ὄψιϲ τῆϲ ἀκοῆϲ, καὶ αὕτη τῆϲ ἀϲφρήϲεωϲ, ἡ ὄϲφρηϲιϲ τῆϲ γεύϲεωϲ καὶ τῆϲ ἁφῆϲ. ἡ μέντοι ἁφὴ δοκεῖ μηδὲ αἴϲθηϲιϲ εἶναι· ἑκάϲτη γὰρ τῶν ἄλλων αἰϲθήϲεων περὶ μία τινὰ τῶν αἰϲθητῶν τὴν ἀντίθεϲιν ἐνεργεῖ καὶ ταύτηϲ μεταξύ, οἷον ὄψιϲ μὲν περὶ τὸ μέλαν καὶ τὸ λευκὸν καὶ τὰ τούτου μεταξὺ 30 [*](320 Ar. Eccl. 207 c. sch. 321 — καλόν cf. H v. αἶϲιοϲ. μέτριον —ὑπὲρ —P, Et. M. 39, 21 cf. Ba 48, 21; δίκαιον ═ Ps. Herodian. 37, sch Ω 376 322 ἀληθήϲ ═ P, Ba 45, 20;— καθήκων ═ Ambr. 356; ἀληθήϲ ═ Σe ἀλλ’— ὑπεϲτάληϲαν Men. Prot. fr. 68, FHG 4 260 324 γϲνικῇ cf. Synt. Laur. τοῦτο sq. Alex. Aphr. 148, 23—5 325 vs. 15 τι alt. + 16 Ἀντιφῶν (fr 70) vs. 19 ἐπὶ τοῦ ὑποπτεύειν + 20 Λυϲίαϲ (fr. 12) ═ P, Ba 47, 22 cf. Bk 216, 7, 8 183, 9; Isae. fr. 134 326 1 p. 181, 6 δύναται Philop. 229, 12—24) [*](320 Z 72 321 cf. v. ὑπερααίϲιον ex quo τὴν sq. 4323 Z 72, vs. 8 ὅτι sq. ex v. Δ 454 323 —5 Z 94) [*](A(GITFVM)) [*](2, 3 κυλίνδεται F; κυλίνδετε AGIM cp, T 5 ὑπὲρ pr. —προϲῆκον] ὑπερι in lac F ὑπεριαι V 7 ἐπέπνευϲεν Niebuhr. post οὐχ lac. indicavit Bhd. 8 καὶ αὖθιϲ om. GIT ὅτι —9 Ἀθηναίῳ on. TFVM mg. A 9 Αἰϲίῳ Gl 323 ex mg. AM 11 γενικῇ om. A 324 om. G 18 πλείων GIT ἡδικημέοϲ GIT 20 Ἀρχεβιάδην Vales Taylor cf. 21 μὲν δὲ V om A Zon 21 Ἀλκιβιάδηϲ TF 23 ἐμῶν—pr. 186,18 βεβῶϲαν propter fol deperd. om l 29 αἰϲθητῶν] αἰϲθήϲεων A)

181
χρώματα, ἀκοὴ περὶ τὸν βαρὺν καὶ τὸν ὀξὺν φθόγγον καὶ τοὺϲ μεταξύ, ὄϲφηϲιϲ περὶ τὸ εὐῶδεϲ καὶ τὸ δυϲῶδεϲ, γεῦϲιϲ περὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ τούτου μεταξύ. ἡ μέντοι ἁφὴ περὶ πλείουϲ ἀντιθέϲειϲ ἔχει οὐκ οὔϲαϲ ὑπαλλήλουϲ· περί τε γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ϲκληρὸν καὶ μαλακόν, τὸ βαρὺ καὶ τὸ κοῦφον, τὸ μανὸν καὶ τὸ πυκνόν· ἅπερ ὑπάλληλα εἶναι οὐ δύναται. ὅτι αἱ αἰϲθήϲειϲ τῶν μειζόνων αἰϲθητῶν ἀντιλαμβανόμεναι οὐκέτι μετ’ ἐκείνων τῶν ἡττόνων ἀντιλαμβάνεϲθαι δύνανται· ὁ γὰρ πληκτικωτέρων χυμῷ γευϲάμενοϲ τῶν ἠρεμαιοτέρων οὐκ ἐπαιϲθάνεται, καὶ ὁ μεγάλων ψόφων ἀκηκοὼϲ πρὸϲ τοὺϲ ἥττουϲ ἐϲτὶν ἀνεπαίϲθητοϲ, καὶ ὁ πρὸϲ ἥλιο ἀτενίϲαϲ ἀναγνῶναι οὐ δύναται οὐδὲ τῶν ἄλλων ἀκριβῶϲ ὁρατῶν ἀντιλαμβάνεϲθαι· ὁμοίωϲ καὶ ἐπὶ τῆϲ ἀρῆϲ. ὁ δὲ νοῦϲ τούτοιϲ ἐναπίωϲ ἔχει· ὅϲῳ γὰρ τῶν μειζόνων νοητῶν ἀντιλαμβάνεται, τοϲοῦτον καὶ ἀκριβέϲτερόϲ ἐϲτι πρὸϲ τὴν ἀντίληψιν τῶν ἡττόνων. καὶ τὰϲ μὲν αἰϲθήϲειϲ αἱ ὑπερβολαὶ τῶν αἰϲθητῶν φθείρουϲιν· ὑπερβολὴ γὰρ φωτὸϲ ἢ ζόφου ἔφθειρε τὴν ὄψιν· ὁμοίωϲ καὶ ἐπὶ τῶν ἄλλων· τὸν δὲ νοῦν τῶν μειζόνων νοητῶν ἡ ἀντίληψιϲ ὀξυδερκέϲτερον ποιεῖ. ζήτει καὶ ἄλλα περὶ αἰϲθήϲεωϲ ἐν τῷ μήνιγξ. ὅτι κοινὰ αἰϲθητὰ ε’· [*](Phil.) α΄ κίνηϲιϲ, β΄ ἠρεμία, γ’ ἀριθμόϲ, δ΄ ϲχῆμα, ε΄ μέγεθοϲ. κοινὰ δὲ ταῦτα εἶναι λέγονται, οὐχ ὅτι ἓν ἕκαϲτον αὐτῶν πάϲαιϲ ταῖϲ αἰϲθήϲεϲιν ὑποπίπτει, ἀλλ’ ὅτι ἕκαϲτον πλείοϲι καὶ οὐ μιᾷ, τινὰ δὲ καὶ πάϲαιϲ ἅμα. τὸ μὲν γὰρ μέγεθοϲ κοινόν ἐϲτιν αἰϲθητὸν ὄψεωϲ καὶ ἀρῆϲ· ὁρῶμεν γὰρ ὅτι μέγαϲ ἐϲτὶ τυχὸν ὁ ἄνθρωποϲ, καὶ ἁπτόμενοι αἰϲθαόμεθα ὅτι μέγαϲ ἢ μικρὸϲ ὁ προϲπεϲὼν ὄγκοϲ, καὶ τὸ διάϲτημα. ἤδη δὲ καὶ ψόφου λέγομεν ἠϲθῆϲθαι μεγάλου ἢ μικροῦ, ἀλλ’ ἐνταῦθα κατὰ ἀναλογίαν τὸ μέγεθοϲ εἴληπται, οὐ κυρίωϲ. μέγεθοϲ γὰρ νῦν λέγομεν τὸ ϲυνεχὲϲ τῶν κοινῶν εἶναι ἀἰϲθητῶν· ὁ μέντοι μέγαϲ ψόφοϲ ποϲότητόϲ ἐϲτιν ἐπιτεταμένηϲ καὶ ἀνειμένηϲ δηλωτικόϲ, διὸ τὸ ἀμυδρὸν ἢ ϲφοδρὸν κυριώτερον ἐπὶ τῶν ψόφων ἁρμόζει λέγειν. τὸ δὲ ϲχῆμα κοινὸν ὄψεωϲ καὶ ἁφῆϲ. ϲχῆμα δὲ οὐ τὸ τρίγωνον ἢ κύκλοϲ (τοῦτο γὰρ λόγου ἐϲτὶ τὸ εἰπεῖν ὅτι ϲχῆμά ἐϲτι τὸ ὑπὸ μιᾶϲ γραμμῆϲ περιεχόμενον ἢ ὑπὸ τριῶν ἢ ὁϲωνδήποτε), ἀλλ’ ὅ τι ἀπλῶϲ περιγέγραπται, πᾶϲα δὲ περιγραφὴ κατά τι τῶν ϲχημάτων γίνεται. καὶ τὰ ἄλογα γοῦν ὅταν ἐπὶ μικρὸν ὕψοϲ καὶ ἐπανάϲτημα γῆϲ ἐμπέϲωϲιν, ἐπιβαίνουϲι διελθεῖν, ἅτε δὴ ἐπιϲτάμενα ὡϲ περιγέγραπται τὸ μέγεθοϲ, καὶ οἷά τέ ἐϲτι διελθεῖν· εἰϲ δὲ ὑψηλὸν καὶ ἀπόκρημνον ἐμπεϲόντα οὐκ ἐπιχειρεῖ παρελθεῖν ϲυναιϲθόμενα τοῦ μεγέθουϲ τοῦ ϲχήματοϲ. ὁ [*](326 vs. 7 ὅτι—17 ποιεῖ Philop. 262, 29 —263,11 vs. 18 κοινὰ —p. 182,3 ἀκοὑοτεϲ Thilop. 311, 832) [*](1 ἀκοὴ] ἀκοή δὲ M 6 ὥϲπερ V 11 τὸν ἥλιον M Philop. 12 δὲ om. M A(GTFVA) 20 αὐτῶν—21 ἔκαϲτον om. A 24 ὅτι] καὶ ὅτι GT 26 γὰρ νῦν AV Philop.. γάρ GT γὰρ M 27 κρινῶν A 28 διὸ] διὰ GT 29 κυριώτερον GTV Philop.; κυριότερον A κυριώτατον F κυριότηϲ M 30 τρίγωνον Philop 1 Δ VFM (▽ cp. pro τρίγωνον est) δ A τετράγωνον GT κύκλοϲ cp. AVM; τὀ βον E ὀκτάγωνον GT 32 τριῶν] τοῦ GT ὅϲον δἡποτε FVM)
182
δὲ ἀριθμὸϲ κοινόν ἐϲτιν αἰϲθηπὸν παϲῶν· ὁρῶμεν γὰρ ὅτι ε΄ τυχὸν ἄνθρωποι, ἀλλὰ καὶ ψηλαφῶντεϲ τοῦτο αὐτὸ ἴϲμεν, καὶ μὴν καὶ ἀκούονπεϲ. ὅτι αἴϲθηϲιϲ διαφέρει φανταϲίαϲ. καὶ ζήτει ἐν τῷ φανταϲία.

[*](Δ)

327 Αἰϲθητήριον καὶ Αἰϲθητόν.

[*](Δ)

328 Αἴϲθομαί ϲου: τὸ αἰϲθήϲεωϲ 5 ἐπιλαμβάνομαι.

[*](EL)

329 Αἰϲθόμενοι· γενικῇ. νοήϲαντεϲ. οἱ δὲ τὴν προθυμίαν τοῦ Καίϲαροϲ ἰδόντεϲ καὶ τὰ ἔργα ὁμολογοῦντα ταΐϲ ἐλπίϲιν αἰϲθόμενοι.

[*](Σ)

330 Αἴϲθων: αἰϲθανόμενοϲ, καὶ βαϲανιζόμενοϲ, ἢ ἐκπνέων.

[*](Δ)

331 Αἰϲούρ: ὄνομα κύριον.

332 Αἰϲώπειον αἷμα: ἐπὶ τῶν ἀδίκωϲ ἀναιρουμένων. οὐ γὰρ [*](Prov.) ἐνδίκωϲ ἀπέκτειναν τὸν Αἴϲωπον οἱ Δελφοί. Αἰϲώπειον οὖν αἶμα, ἐπὶ τῶν δυϲαπονίπτοιϲ ὀνείδεϲι καὶ κακοῖϲ ϲυνεχομένων Δελφοῖϲ γὰρ ϲυνέβη τὸ δαιμόνιον ὀργιϲθῆναι, ἀδίκωϲ ἀνελοῦϲιν Αἴϲωπον.

[*](Hesy)

333 Αἴϲωποϲ, Μιθριδάτου ἀναγνώϲτηϲ. ἔγραψε περὶ Ἑλένηϲ· ἐν ᾧ φηϲι Πᾶνα ἰχθὺν καλεῖϲθαι κητώδη. ἐν τούτῳ δὲ τὸν ἀϲτερίτην λίθον εὑρίϲκεϲθαι, ὃϲ ὑπὸ τῷ ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸϲ φίλτρα. ἔγραψε καὶ Μιθριδάτου ἐγκώμιον.

[*](Hesy.)

334 Αἴϲωποϲ, Σάμιοϲ ἢ Σαρδιανόϲ, Εὐγείτων δὲ Μεϲημβριανὸϲ εἶπεν, ἄλλοι Κοτυαέα Φρύγα. ἐγένετο δὲ λογοποιόϲ, ὅ ἐϲτιν εὑρετὴϲ λόγω καὶ ἀποκριμάτων. διέτριψε δὲ παρὰ Κροίϲῳ φιλούμενοϲ, τοῖϲ χρόνοιϲ πρὸ Πυθαγόρου· ὃϲ μεϲοῦν ἐπὶ τῆϲ μ΄ Ὀλυμπιάδοϲ. ἔγραψε τὰ ἐν Δελφοῖϲ αὐτῷ ϲυμβάντα ἐν βιβλίοιϲ β΄ μᾶλλον δέ τινέϲ φαϲι τὸ Αἴϲωπον ἀποκρίματα γεγραφέναι μόνον. ἐν γὰρ Δελφοῖϲ ἀδίκωϲ ἀπολέϲθαι ὑπʼ αὐτῶν κατακρημνιϲθέντα ἀπὸ τῶν Φαιδριάδων κόλουμένων πετρῶν κατὰ τὴν νδ΄ Ὀλυμπιάδα. οἰκέτην δὲ γενέϲθαι Ξάνθου τοῦ Λυδοῦ, ἄλλοι ἀνδρόϲ τινοϲ Σαμίου Ἰάδμονοϲ, οὖτινοϲ καὶ ἡ Ῥοδῶπιϲ δούλη ἦν· ἣν ἑταίραν γενομένην, Θρᾷϲϲαν τὸ γένοϲ, Χάραξοϲ ὁ ἀδελφὸϲ Σαπφοῦϲ ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆϲ γεννᾶ.

[*](327 ═ L 328 — ϲου cf. Ambr. 399 329 γενικῇ cf. An Ox. 4, 286,17 Synt. Laur. οἱ sq. Cass. D 38, 44, 1 ═ EL 418, 28—19 330 ═ x. Ba 48,16 cf. Herodian. schem N. Jb. 149, 338, Ap. S. 16, 16, sch Π 468 332 Αἰϲώ πειον alt. sq cf. Zen. 47, Phroem. ed. Gdf 8, n. 77 et 107, 11,877 333 Πᾶνα —φίλτρα ═ Ptolem Hephaest. ap Phot. Bibl. 153b 32 —5 334 cf Hdt 2,134, 3 —4, sch. Ar. Av. 471, Heracliϲd X 5, FHG 2,215)[*](328 — 30 Z 95 331 Z 72 332 Z 90 33 hinc vv 783, Πάν 2 Ps. Hesych. 12 334 cf. v. Ῥοδώπιδοϲ ἀνάθημα, v. Χάραξοϲ. hinc v. l4 v. Φαιδριάϲ)[*](A(GTFVM))[*](1 αἰϲθητῶν GTV V, V. l. Philop. 2 καὶ tert. om. GVM 3 ὅτι— φανταϲία ex Amg G ὅτι om. A 327 non nov. gl. A 5 Αἰϲθάνομαι V Zon. 8 αἰϲθανό μενοϲ AT Zon. Phot. Ba; αἰϲθόμενοϲ rell. Ap. S. 12 δυϲαπονίπτοιϲ V Parom.. δυϲαπορρίπτοιϲ rell. καὶ om. A 16 Πᾶν GT 17 τοῦ ἡλίου GT 119 Σαρδανὸϲ A ΣαρδυιανὸϲM Ἐὐγείων Cuper. Εὐγαίων Mein. Μαρμαοιανὸϲ G 210 Κοτιαέα VM 22 ὃϲ—τῆϲ] ὡϲ μεϲοῦν τῆϲ νε΄ καὶ τῆϲ coni. Gsf. (ms.); ὡϲ etiam Gutschmid 24 Δελφικοῖϲ M 29 αὐτῆϲ αὐτοῦ cp. M post334 lac. VM)
183

335 Αἴϲωποϲ: ὁ τῶν μύθων ποιητήϲ, Σάμιοϲ, δοῦλοϲ οὐ τὴν τύχην μᾶλλον ἢ τὴν προαίρεϲιν, οὐκ ἄφρων μὲν οὐδὲ κατ’ αὐτὸ τοῦτο ἀνήρ. γὰρ ὁ νόμοϲ οὐ μετεδίδου παρρηϲίαϲ, τούτῳ προϲῇκον ἦν ἐϲκιαγραφημέναϲ τὰϲ ϲυμβουλὰϲ καὶ πεποικιλμέναϲ ἡδονῇ καὶ χάριτι παραφέρειν, ὥϲπερ καὶ τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουϲιν, ἐὰν δέ τιϲ οἰκέτηϲ γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρόϲ, πράγματα ἔχει κολακεύειν ἅμα καὶ θεραπεύειν τὸν δεϲπότην ἀναγκαζόμενοϲ. ὅτι Αἴϲωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑϲπέραϲ [*](Ar.) θραϲεῖα καὶ μεθύϲη τιϲ ὑλάκτει κύων. κἄπειτ’ ἐκεῖνοϲ εἶπεν· ὦ κύον, κύον. εἰ νὴ Δί ἀντὶ τῆϲ κακῆϲ γλώττηϲ ποθὲν πυροὺϲ πρίαιο, ϲωφροχεῖν ἄν μοι δοκῆϲ. ὅτι τὸν Αἴϲωπόν φαϲί τινεϲ ὡϲ τοϲοῦτον ἄρα Suld. θεοφιλῆ γενέϲθαι ὡϲ καὶ ἀναβιῶναι αὐτόν, καθάπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. καὶ Πλάτων φηϲὶν ὁ κωμικόϲ· καὶ νῦν ὄμοϲόν μοι μὴ τεθνάναι τὸ ϲῶμα. ἐγώ. ψυχὴ δ’ ἀπὸ νίκηϲ ὥϲπερ Αἰϲώπου ποτέ.

336 Αἴϲτωρ: ὁ ἁγνόϲ.

[*](Δ)

337 Αἰϲυῆται, τοῦ Αἰϲυήτου.

[*](Δ)

338 Αἰϲυητῆρι: χοιροβοϲκῷ.

[*](Σ)

339 Αἴϲυλα: παράνομα, ἄδικα. ἐν Μύθοιϲ· αἰπεινὴν ἐλάτην ἔριϲ [*](Σ) ὤρορεν αἴϲυλα φάϲθαι.

340 Αἰϲύμη: πόλιϲ. καὶ Αἰϲύμνη, πόλιϲ.

[*](Δ)

341 Αἰϲυμνητήρ: ὁ βαϲιλεύϲ.

[*](Δ)

342 Αἰϲυμνῆται: οἱ ἀγωνοθέται. οἱ τοῦ ἀγῶνοϲ προεϲτῶτεϲ· ἢ [*](Δ) οἱ νεανίαι· ἢ οἱ νεμηταί· ὅ ἐϲτι βραβευταί. καὶ Αἰϲυμνἡταϲ.

[*](Σ)