Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

81 Δαϲμολογῶ· αἰτιατικῇ. ϲυνάγω. Πλάτων μὲν ἀτελεῖϲ φόρων [*](Δ) τοὺϲ παῤ αὐτὸν φοιτῶνταϲ ·ποίει· ϲὺ δὲ δαϲμολογεῖϲ, καὶ παῤ ἑκόντων [*](Ε) καὶ ἀκόντων λαμβάνειϲ.

[*](72 τούτου sq. Hdt. 4, 87,1 73 Harp. cf. H, Bk. 237, 17 74 — κοινωνίαν lo. Antioch. fr. 41, FHG 4, 555 75 λαμπάϲ ═ Ba 188, 25 cf. H τὰ ἡμίτομα sq Aelian. fr. 50 76 διαμερίϲαϲθαι ═ Σa cf. H, sch. γ 66 ἐϲ sq. Hdt. 7, 121, 2 78 ═ Ambr. 4 79 ═ Ambr. 5, sch. 0 273 80 — φορολογία ═ Σa; Δαϲμολόγοι sq. ═ cf. H, Ba 188, 28 81 — αἰτιατικῇ ═ Bk. 135, 7 Synt. Gud. et Laur. ϲυνάγω ═ Ambr. 124 Πλάτων sq. Laert. D. 4, 2)[*](74 Io. Antioch. cf. v Α 1121 75 cf. 5. Aclian. cf. v. Α 73, v. ὑπερήφανοϲ, v. ὑπὸ δᾳϲίν, v. Κ 1422; hinc v. ὕφει 79 Z 465, 469 80 cf. Z 465 81 Z 473)[*](1 ἀποϲτρέφεϲθαι V 6 χρυϲοῖ om. FV 8, 9 παλαιωτέρου l παλαιοτέρου F A(GITFVM) cf. Harp 10 δραχμάϲ T Harp. cf. p. 17, 22 12 τῶν Μακεδόνων A Μακεδών A 15 Ῥωξάνην A: Ῥοξάνην GIVM 16 Βέϲϲοϲ AGIT: Βέϲοϲ M Βέϲεω V 75 om. T 19 Δᾴϲ] Δᾶε Gl φακέλλουϲ FV κεχρημένουϲ Gl 22 τὸν AVM: τῶν GIF 27 Δαϲέωϲ] Δαϲέοϲ F)
8
[*](Σ)

82 Δαϲμόϲ: μεριϲμόϲ, φόρου ἀπαρχή. Ξενοφῶν· εὗρον δὲ καὶ [*](Ε) πώλουϲ εἰϲ δαϲμὸν βαϲιλεῖ τρεφομένουϲ ιζ΄. καὶ αὖθιϲ· Ἀθηναῖοι [*](Ε) δὲ δείϲαντεϲ τὸν Μίνωοϲ ϲτόλον ὑπέϲτηϲαν δαϲμὸν οἴϲειν εἰϲ Κρήτην, ὅν τινα ἂν ἐκεῖνοι δικαιώϲειαν.

[*](Synt.)

83 ΔΔ α ϲμοφ ορῶ· δοτικῇ.

[*](Σ)

84 Δάϲονται: διαϲπῶνται. κατὰ μέρη φαγοῦνται καὶ μεριοῦνται.

85 αϲπλῆτα: τὴν ἐπὶ κακῷ προϲπελάζουϲαν. ἐν Ἐπιγράμμαϲι [*](Auth.) ϲὴν γὰρ ἐγὼ δαϲπλῆτα διάϲταϲιν οἷά τε πικρὴν νύκτα καταπτήϲϲω [*](Δ) τὴν Ἀχεροντιάδα. Δαϲπλῆτιϲ γάρ ἡ Ἰριννύϲ.

86 Δαϲύπουϲ: λαγώϲ. καὶ παροιμία· Πρότερον χελώνιη [*](Prov.) παραδραμεῖται δαϲύποδα· ἐπὶ τοῦ ἀδυνάτου.

[*](Prov.)

87 Δαϲύπουϲ κρεῶν ἐπιθυμεῖ: λέγεται ἐπὶ τοῦ ἐπιθυμοῦντοϲ παῤ ἄλλῳ γενέϲθαι τὰ ὄντα παῤ ἑαυτῷ.

[*](Harp.)

88 Δατεῖϲθαι καὶ Δατηταί: δατεῖϲθαι μὲν τὸ μερίζεϲθαι, δατηταὶ δὲ οἱ μεριϲταί. τὸ δὲ εἰϲ δατητῶν αἵρεϲιν, εἶδόϲ ἐϲτι δίκηϲ. ὁπότε γὰρ κοινωνοῖέν τινεϲ ἀλλήλοιϲ καὶ οἱ μὲν βούλοιντο διανέμεϲθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖϲ μὴ βουλομένοιϲ εἰϲ δατητῶν αἵρεϲιν. οὕτωϲ Λυϲίαϲ καὶ Ἀριϲτοτέληϲ. Δατηταὶ κυρίωϲ, [*](Σ) οἱ τὰ κοινὰ διανέμοντεϲ τοῖϲ μὴ βουλομένοιϲ.

[*](Ar.)

89 Δᾶτιϲ, Πέρϲηϲ· ὃϲ ἐπετήδευϲεν ἑλληνίζειν. ὃν λέγουϲι φάναι [*](EV) χαίρομαι, ἀντὶ τοῦ εἰπεῖν χαίρω. καί ἐϲτι Δατιϲμόϲ. ρίωϲ,ᾶτιϲ· οὗτοϲ δὲ εἶδεν ὄψιν ὀνείρου, καὶ ἥτιϲ ἦν ἡ ὄψιϲ, οὐ λέγεται. ὁ δέ ᾧϲ ἡμέρη τάχιϲτα ἐπέλαμψεν, ζήτηϲιν ἐποίεε τῶν νεῶν. εὑρὼν δὲ ἐν Φοινίϲϲῃ ἄγαλμα Ἀπόλλωνοϲ κεχρυϲωμένον ἐπυνθάνετο, ὁκόθεν εἴη ϲεϲυλημένο. πυθόμενοϲ δὲ ἐξ οἴου ἦν ἱεροῦ, ἔπεμπε τῇ ἑωυτοῦ νηὶ ἐϲ Δῆλον, καὶ κατατίθεται εἰϲ τὸ ἱερὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται [*](Αr.) τοῖϲι Δηλίοιϲιν ἀπαγαγεῖν τὸ ἄγαλμα. ὃϲ ἑλληνίζειν βουλόμενοϲ, εἶπε ἥδομαι καὶ χαίρομαι καὶ εὐφραίνομαι. Δᾶτιϲ καὶ Ἀρταφέρνηϲ, [*](82 — ἀπαρχὴ ═ Ba 188, 29 cf. ll, sch. Luc. 238, 16; — μεριϲμόϲ ═ scih. 166 Et. M. 249, 3 εὖρον-,ζ Χen. An. 4, 5, 24 Ἀθηναῖοι sq. Nice Dam attr. Bhd, 83 ═ Synt. Gud. et Laur. 84 ═ Ba 188, 31; φαγοῦνται sq. ν Et M. 249, 2 cf. H, srch. 354, Ap. S. 56, 22 85 — προϲπελάζουϲαν cf. H, Et. M. 249, 7, sch ο 234, Ap. S. 56, 20 ϲὴν—Ἀχεροάδ Anth. 5, 240, 34 Δαϲπλῆτιϲ sq. ═ L, Ambr. 79, Et. M. 249, 6 86 — λαγώϲ ═ H cf. Eust O. 1821, 34 πρότερον sq. ═ Diogen VIl 57 87 cf Diogen. lV 12 88 — Harp. cf. Lex. Cantabr. v. εἰϲ δατητῶν, Bk. 235, 26; Lys. fr. 7 Ar. Ath Pol. 56, 6 Δατηταί sq. cf. Bk. 235, 27 89 — Δατιϲμόϲ sch. Ar. Pac. 289 cf. Cohn Z d. P. 24 vs. 21 Δᾶτιϲ—vs. 27 ἄγαλμα Hdt. 6, 118, 12 ═ EV 2, 18, 1—7 vs. 27 ὃϲ—εὐφραίνομαι sch. Ar. Pac. . 289) [*](85 Z 468 86 cf. v. πρότερον 89 cf. v. νῦν τοῦτ᾿ et v. Α 4022; hinc v. χαίρομαι; Z 465) [*](A(GITFVM))[*]( 4 ἐκεῖνοϲ δικαιώϲειεν pr. 6 διαϲπιάϲονται Mec μετριοῦνται FV καταπτήϲϲω VM: καταπτήϲω GlTF Anth. καταπτύϲϲω A 10 λαγώϲ] ο ss. A cf. Hes. 12 ἐπιθυμεῖ] ἐπιθυμεπῖϲ FVM 18 Δατηταί] Διαιτηταί GIT 20 Δἃτιϲ—28 εὐφραίνομαι om. T ἐπετήδευεν A 21 Δᾶτιϲ — p. 9, 6 χάριν] καὶ τὰ ἑξῆϲ F 22 δέ pr. om. V 23 ἐποίεε GlM: ἐποίει V ἐποίηϲε A 24 Φοινίϲϲῃ] ηγουν νηΐ ss. 25 ἑωυτοῦ AIG: ἑαυτοῦ VM 27 ἀπαγεῖν V 28 Δᾶτιϲ nov. gl. Gl(T))

9
Περϲῶν καθηγεμόνεϲ μετὰ τὴν καθαίρεϲιν Μαρδωνίου ἀπέϲτειλαν εἰϲ τὴν Ἐλλάδα, καταπειράϲοντεϲ τὰϲ πόλειϲ καὶ γῆν καὶ ὕδωρ αἰτήϲοντεϲ. οἱ δὲ νηϲιῶται πάντεϲ ἔδωκαν· Ἀθηναῖοι δὲ βαρέωϲ ἐνεγκόντεϲ τοὺϲ πρεϲβευτὰϲ ἐξεκήρυξαν. οἱ Λακεδαιμόνιοι δὲ ἀμφότερα δώϲειν ἐπηγγείλαντο· καὶ ἐμβαλόντεϲ αὐτοὺϲ εἰϲ φρέατα καὶ καταχώϲαντεϲ ἀπεφήναντο δεδωκέναι τὴν τῶν αἰτουμένων χάριν.

90 Δατόν: παρὰ Ῥωμαίοιϲ ϲημαϲία τῆϲ ἡμέραϲ καὶ τοῦ καιροῦ, ὅτε τιϲ ἢ ἐκ πόλεωϲ ἢ ἔκ τινοϲ τόπου ἀποϲταλῇ. ϲημείωϲαι, μή ποτε τοῦτό ἐϲτιν, ὃ καὶ νῦν ϲυνήθωϲ λέγεται, τί δατὸν ἔχειϲ; οἱ δὲ ζάκανον.

91 Δατόϲ: πόλεωϲ ὄνομα. καὶ Δατὸϲ ἀγαθῶν, ἐν ᾗ καὶ χρύϲεια [*](Prov.) μέταλλα.

92 Δάτοϲ, πόλιϲ Θράκηϲ, ϲφόδρα εὐδαίμων. ἀφ᾿ ἧϲ καὶ ἡ παροιμία· [*](Harp.) δατὸϲ ἀγαθῶν. ταύτην δὲ τὴν πόλιν καὶ τὴν παρακειμένην χώραν καὶ θηλυκῶϲ καὶ ἀρϲενικῶϲ ὀνομάζουϲιν.

93 Δατοῖϲ: δόλοιϲ, πανουργεύμαϲιν. ἐϲκόπηϲαν ἐγγράφοιϲ προϲρήμαϲι [*](Ε) διαμαρτύραϲθαι αὐτούϲ. ἀλλ᾿ ἐπεὶ τοῦτο οὐχ ἁπλῶϲ καὶ ὡϲ ἔθοϲ ἐνεχώρει γενήϲεϲθαι διὰ τὸν τοῦ βαϲιλέωϲ φόβον, δατοῖϲ οὐκ ἔξω δεινότητοϲ τεχναϲθεῖϲιν ἐχρήϲαντο.

94 Δαυίδ, προφήτηϲ, προπάτωρ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. ὃϲ μετὰ τὸ βαϲιλεῦϲαι ἐπορεύετο μεγαλυνόμενοϲ, καὶ κύριοϲ παντοκράτωρ [*](Ε) ἦν μετ᾿ αὐτοῦ. εἶχε δὲ δυνατοὺϲ ἄνδραϲ λζ΄, ὥϲτε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸϲ ρ΄, τὸν δὲ μέγαν πρὸϲ χιλίουϲ ἄνδραϲ. δυνατοὶ καὶ ἀκαταγώνιϲτοι πρὸϲ τοὺϲ ἐναντίουϲ, θυρεούϲ αἴροντεϲ καὶ δόρατα μέγιϲτα, κοῦφοι τοῖϲ ποϲίν, ὡϲ δορκάδεϲ ἐπὶ τῶν ὀρέων τρέχοντεϲ. ἡ καταϲκευὴ αὐτῶν ἔκπληκτοϲ, τὰ πρόϲωπα αὐτῶν ὡϲ λεόντων. τοὺϲ δὲ πολεμιϲτάϲ, οὓϲ εἶχε Δαβὶδ μετ᾿ αὐτοῦ, μυριάδεϲ τλβ΄ καθὼϲ ἠριθμήθη ὑπὸ Ἰωὰβ τοῦ ἀρχιϲτρατήγου αὐτοῦ. καὶ τοῦτο πονηρὸν ἐφάνη ἔναντι κυρίου, καὶ ἀπέϲτειλε κύριοϲ Γὰδ τὸν προφήτην πρὸϲ Δαβὶδ καὶ εἶπε· τάδε λέγει κύριοϲ ὁ θεόϲ· ἔκλεξαι ϲεαυτῷ γενέϲθαι ϲοι ἓν τῶν τριῶν, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ, ἢ μῆναϲ τρεῖϲ φεύγειν ἔμπροϲθε τῶν ἐχθρῶν ϲου, ἢ τρεῖϲ ἡμέραϲ θάνατον ἐν τῇ γῇ ϲου. καὶ εἶπε Δαβίδ· ϲτενά μοι πάντοθεν τὰ τρία· πλὴν ἐμπεϲοῦμαι εἰϲ χεῖραϲ κυρίου. καὶ ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωῒθεν μέχρι ὥραϲ ἀρίϲτου χιλιάδεϲ ο΄ καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήϲαϲ, οὗτοι τὰ πρόβατα· γενέϲθω δὴ ἡ χείρ ϲου ἐπ᾿ ἐμοί. [*](90 — ἀποϲταλῇ ═ gl. Rom. Barocc. 50 91 cf. Zen. Ill 11 92 Harp. cf. H 94 vs. 19 ὃϲ Georg. 1, 176, 10—13; 178, 4—11; 179, 5—25) [*](90 Z 471 93 Z 465 94 hinc v. οὔ τοι) [*](1 Μαρδονίου Mac ἀπέϲτειλαν VM; ἀπέϲτειλεν AGlT 2 καταπειράϲονταϲ A(GITFVM) Kust. αἰτήϲονταϲ Kust. 6 τὴν⌋ τὸ V ἀπαιτουμένων M 8 ἢ pr. om. V Zon. ϲημείωϲαι—9 ζάκανον om. GTFV mg. l 10 χρύϲια AF 92 non nov. gl. A 12 εὐδαίμων | ἡ νῦν Δαόνιον ὀνομαζομένη add. I mg. M 16 ἐπεὶ] ἐπὶ A 21 δὲ ex AM 23 θυραιοὺϲ AG cf. Georg. 24 μέγιϲτα⌉ ὡϲ ἀντία ὑφαινού ϲηϲ add V 34 μέχριϲ VMec ὥραϲ om. V 35 οὗτοι] οὔτοι τὰ πρόβατα ἀντὶ τοῦ οὐχῖ τὰ πρόβατα οὐ μήν mg. add. M)

10
καὶ παρακληθεὶϲ ὁ κύριοϲ ἀπέϲτειλε τὴν χεῖρα αὐτοῦ καὶ ϲυνέϲχεν ἡ θραῦϲιϲ, καὶ ᾠκοδόμηϲεν ἐκεῖ Δαβὶδ θυϲιαϲτήριον.

[*](Ε)

95 Δαυίδ, βαϲιλεὺϲ Ἰϲραήλ. διώκοντοϲ αὐτὸν τοῦ Σαούλ, ἐμπεϲόντοϲ δὲ τοῦ Σαοὺλ εἰϲ χεῖραϲ τοῦ Δαβὶδ καὶ ἅπαξ καὶ δίϲ, καὶ μηδὲν ἀδικηθέντοϲ, ἔφη Δαβὶδ ὁ πραότατοϲ πρὸϲ Σαοὺλ τὸν ἀπανθρωπότατον· ἵνα τί καταδιώκειϲ, ᾧ βαϲιλεῦ, τοῦ λαβεῖν τὴν ψυχήν μου; δικάϲαι κύριοϲ ἀναμέϲον ἐμοῦ καὶ ϲοῦ καὶ ἐκδικήϲει με ἐκ χειρόϲ ϲου. ἡ δὲ χείρ μου οὐκ ἔϲται ἐπὶ ϲέ, καθὼϲ λέγεται τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύϲεται πλημμέλεια. καὶ ὁ μὲν οἷκοϲ Δαβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἷκοϲ Σαοὺλ ἐπορεύετο καὶ ἠϲθένει. εἶτα τῶν ἀλλοφύλων κατὰ Σαοὺλ ἐϲτρατοπεδευκότων, τοῦ δὲ πρὸϲ τὴν ἐγγαϲτρίμυθον ἀπελθόντοϲ καὶ τὴν ἀπόφαϲιν δεξαμένου, προθύμωϲ εἰϲῆλθε εἰϲ τὸν πόλεμον καὶ τοξευθεὶϲ τὰ ὑποχόνδρια ἐτελεύτηϲεν. [*](EV) οὗτοϲ ἐν πολέμοιϲ ἄριϲτοϲ ἦν καὶ τῶν νόμων ἀκριβὴϲ φύλαξ καὶ πάνταϲ πολεμίουϲ ἐχειρώϲατο ὀλίγοιϲ τέ τιϲι πταίϲμαϲι τὸ ϲῶμα πιεϲθεὶϲ θείαιϲ ἐπαιδεύετο μάϲτιξι. πρὸϲ γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆϲ βαϲιλείαϲ ἐξέπεϲε γέλωϲ τε τοῖϲ πολεμίοιϲ ἀπεδείχθη. καὶ ταῦτα μετανοίαιϲ καὶ δάκρυϲιν ἐθεράπευϲεν. ἦν δὲ ὁ Δαβὶδ ἐνάρετοϲ καὶ ἀνδρεῖοϲ ὡϲ οὐκ ἄλλοϲ τιϲ, ἐν δὲ τοῖϲ ὑπὲρ τῶν ὑπηκόων ἀγῶϲι πρῶτοϲ ἐπὶ τοὺϲ κινδύνουϲ ὥρμα, τῷ πονεῖν καὶ μάχεϲθαι παρακελευόμενοϲ τοὺϲ ϲτρατιώταϲ ἐπὶ τὰϲ πράξειϲ, ἀλλ᾿ οὐχὶ τῷ προϲτάττειν ὡϲ δεϲπότηϲ, νοῆϲαί τε καὶ ϲυνιδεῖν περὶ τὰϲ τῶν μελλόπων καὶ τῶν ἐνεϲτηκότων οἰκονομίαϲ ἱκανώτατοϲ, ϲώφρων, ἐπιεικήϲ, χρηϲτὸϲ πρὸϲ τοὺϲ ἐν ϲυμφοραῖϲ ὑπάρχονταϲ, μὴ ἐξαμαρτών, εἰ μὴ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα. κατέλιπε δὲ πλοῦτον, ὅϲον οὐκ ἄλλοϲ βαϲιλεὺϲ οὔτε Ἑβραίων οὔτε ἄλλων ἐθνῶν. ὅτι ὁ Δαβὶδ εἰϲ βαϲιλέα τρίτον ἐχρίϲθη.

[*](Δ)

96 Δαυίδειοϲ ϲορόϲ· καὶ Δαυίδειον μέλοϲ, τὸ τοῦ Δαβίδ.

[*](Δ)

97 Δαυίδηϲ: ὄνομα κύριον.

[*](Σ)

98 Δαυλόν: τὸ δαϲύ. καὶ Δαυλία κορώνη, ἡ ἀηδών. τουτέϲτιν ἡ δαϲεῖα.

[*](Hesy.)

99 Δαφίδαϲ, Τελμιϲϲεύϲ, γραμματικόϲ, γεγραφὼϲ περὶ Ὁμήρου καὶ τῆϲ αὐτοῦ ποιήϲεωϲ ὅτι ἐψεύϲατο· Ἀθηναῖοι γὰρ οὐκ ἐϲτράτευϲαν [*](Ε) ἐπὶ Ἴλιον. ἦν δὲ οὗτοϲ λοιδορούμενοϲ παντὶ καὶ μέχριϲ αὐτῶν μὴ [*](95 — vs 13 ἐτελεύτηϲεν Georg. 167, 24—168, 13 οὗτοϲ—ἐθεράπευϲεν lo. Antioch. fr. 18, FHG 4, 549 ═ EV 1, 165, 26 166, 4; vs. 18 ἦν—26 ἐθνῶν los. Ant. 7, 390—1 ═ EV 1, 57, 33—58,9 96 — ϲορόϲ ═ Ambr. 58; Δαυίδειον sq. cf. Ambr. 111 97 ═ Ambr. 16 98 δαϲύ Paus. Att. fr. 117 ap. Eust. l. 274, 24 ═ Et. M. 249, 48, H cf Philop. diff.; Δαυλία sq. cf Et. M. 250, 7, H, Zen. Ill 14 90 vs 34 ἦν sq. Aeliano iure attr. Wilamowitz, Comm. gramm. lIl (Gott. 1889), p. 11) [*](96 Z 469, 471 98 Z 471, 469 99 Ps. Hesych. 16) [*](A(GITFVM))[*]( 2 ὁ Δαβὶδ AG 3 τοῦ] τὸν A om. V 4 τὰϲ χεῖραϲ VM cf. Georg. 8 ἔϲται] ἔϲτιν GIT Georg. 15 πολέμουϲ M 22 περὶ] παρὰ A τὰϲ om. GIT los. 26 ὅτι—27 ἐχρίϲθη om. TV 28 ϲωρόϲ FMec 32 Τελμιϲεύϲ (F) VΜ)

11
φειδόμενοϲ τῶν θεῶν. καὶ Ἄτταλον μὲν τὸν βαϲιλέα Περγάμου διὰ τοῦτο ἔχειν αὐτῷ ἐπιβουλεύοντα. εἰϲ δὲ τὴν Πυθίαν ἐλθόντα ποτὲ ϲκώπτει εἰϲ τὸ μαντεῖον καὶ ἐπιγελῶντα ἐρέϲθαι, εἰ τὸν ἵππον εὑρήϲει. χρηϲθῆναι δὲ αὐτῷ, εὑρήϲειν ταχέωϲ. εἶτα ἐκεῖνον διαθρυλῆϲαι τοῦτο, ὅτι μηδὲ ἦν αὐτῷ ἵπποϲ, μηδὲ ἀπώλετο. ἀναχωρήϲαντα δὲ ϲυλλαβόμενοϲ Ἄτταλοϲ ἐπέταξε κατακρημνιϲθῆναι. ἐν ᾧ δὲ τόπῳ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵπποϲ ὁ τόποϲ. καὶ ἔγνω πρὸϲ τῷ θανάτῳ. μὴ ἐψεῦϲθαι τὸ λόγιον. οὕτωϲ οὖν ἐνυβρίϲαϲ κακῶϲ ἀπώλετο.

100 Δαφνίνην φορῶ βακτηρίαν: τοῦτο λέγειν εἰώθαϲιν οἱ ὑπό [*](Prov.) τινων ἐπιβουλευόμενοι, παρόϲον ἀλεξιφάρμακον ἡ δάφνη.