Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Hesy.)

442 Δημοκήδηϲ, Καλλιφῶντοϲ, ἱερέωϲ ἐν Κνίδῳ γενομένου Ἀϲκληπιοῦ, Κροτωνιάτηϲ, ἰατρόϲ· ὃϲ ἐν Αἰγίνῃ ἰάτρευϲέ τε καὶ ἔγημε καὶ [*](432 ═ Ba 193, 5, sch. β 32 cf. H, Et. M. 265, 38 433 τὰ sq. Ar. Eq. 103 c. sch. 435— αἰτιατικῇ cf. An. Ox. 4, 289, 25 τὰ—ποιεῖ ═ Ba 193, 6, H Δημιουργία cf. Ludw. 19, 24 436 — ποιῶν ═ Ba 193, 8 Ambr. 315 cf. H Ἄιδηϲ — ἄγριοϲ Soph. Ai. 1035 vs. 13 καὶ— 14 κελεύοντεϲ Thuc. 1, 56, 2 ἑαυτόν sq. Dam. fr. 30 sed cf. Byz. Zt. 19, 279 437 sch. Ar. Eq. 650; Εἰρήνῃ Pac. 297 438 ═ Ba 193, 7 cf. sch. Α 231, Ap. S. 58, 11 H 439 ═ Ba 193 9, H cf. sch. Γ 149 441 Δημόθοινα + τοῦ sq. ═ Ba 193,10 cf. H, sch. Luc. 3, 5; Δημοθοινία sq. ═ Et M. 265, 35, Et. Gen.; δημοθοινία ═ Ambr. 389) [*](433 cf. v. Ε 2507. Z 502 434 Z 494 436 Soph. cf. v. A 359. Dam hinc v. Α 613 437 Z 495. vs. 23 ὅτι sq. ex 110 438—9 Z 494 440 ex v. Α 4402 441 Z 502 cf. 500 442 Hdt. 3, 129 hinc v. Ε 1685; Hdt. 3, 133 hinc v. Α 4375) [*](A(GITFVM))[*]( 15 ἑαυτῶν IFVM 16. 17 ἐκτείνουϲι TFM 23 ὅτι—26 τεύχειν ex mg. AM 24 ϲυμμεμυκόταϲ M: ϲυμμεμυκότα A 440 om. TFV 32 ὃϲ— p. 43, 31 ἄφιξιν] καὶ τὰ ἑξῆϲ F)

43
Πολυκράτην τὸν Σάμου τύραννον ἰάτρευϲεν ἐπὶ χρυϲίου ταλάντοιϲ δύο· καὶ ὑπὸ Δαρείου τοῦ Πέρϲου μετεπέμφθη καὶ ϲυνεγένετο αὐτῷ χρόνον ἱκανόν. ἔγραψεν ἰατρικὸν βιβλίον. ὅτι Δαρεῖοϲ ὁ βαϲιλεὺϲ [*](EV) ἐν ἄγρῃ Θηρῶν ἀποθρώϲκων ἀπὸ ἵππου ἐϲτράφη τὸν πόδα καί κωϲ ἰϲχυροτέρωϲ· ὁ γάρ οἱ ἀϲτράγαλοϲ ἐξεχώρηϲεν ἐκ τῶν ἄρθρων. νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν τοὺϲ δοκέονταϲ Αἰγυπτίων εἶναι πρώτουϲ τὴν ἰατρικὴν τούτοιϲιν ἐχρῆτο. οἱ δὲ ϲτρεβλοῦντεϲ καὶ βιώμενοι τὸν πόδα κακὸν μεῖζον ἐργάζοντο. ἐφʼ ἑπτὰ μὲν δὴ ἡμέραϲ καὶ ἑπτὰ νύκταϲ ὑπὸ τοῦ παρεόντοϲ κακοῦ ὁ Δαρεῖοϲ ἀγρυπνίηϲιν εἴχετο· τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρωϲ παρακούϲαϲ τιϲ πρότερον ἔτι ἐν Σάρδιϲι τοῦ Κροτωνιήτεω Δημοκήδεοϲ τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ· ὁ δὲ ἄγειν μιν τὴν ταχίϲτην παῤ ἑωυτὸν ἐκέλευε. τὸν δὲ ὡϲ ἐξεῦρον ἐν τοῖϲιν Ὀροίτεω ἀνδραπόδοιϲιν ὅκου δὴ ἀπημελημένον, παρῆγον εἰϲ μέϲον πέδαϲ τε ἕλκοντα καὶ ῥάκεϲιν ἐϲθημένον. ϲταθέντα δὲ ἐϲ μέϲον ἠρώτα ὁ Δαρεῖοϲ, τὴν τέχνην εἰ ἐπίϲταιτο. ὁ δὲ οὐκ ἀπεδέκετο, ὀρρωδέων μὴ ἑωυτὸν ἐκφήναϲ τοπαράπαν τῆϲ Ἑλλάδοϲ ᾖ ἀπεϲτερημένοϲ. κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιϲτάμενοϲ· καὶ τοὺϲ ἀγαγόνταϲ αὐτὸν ἐκέλευϲε μάϲτιγάϲ τε καὶ κέντρα παραφέρειν εἰϲ τὸ μέϲον. ὁ δὲ ἐν ἑωυτῷ δὴ ὦν ἐκφαίνει, φάϲ, ἀτρεκέωϲ μὲν οὐκ ἐπίϲταϲθαι, ὁμιλήϲαϲ δὲ ἰητρῷ φλαύρωϲ ἔχειν τὴν τέχνην. μετὰ δέ, ὡϲ ἐπέτρεψεν, Ἑλληνικοῖϲι ἰήμαϲι χρεώμενοϲ καὶ ἠπιάματα τὰ ἰϲχυρὰ προϲάγων ὕπνου τε μεταλαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ὄντα ἀπέδεξεν, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔϲεϲθαι. οὕτω φηϲὶν Ἡρόδοτοϲ ὁ λογοποιόϲ. ὅτι καὶ Ἄτοϲϲα, ἡ Κύρου μὲν θυγάτηρ, Δαρείου δὲ γυνή, ἐπὶ τοῦ μαϲτοῦ ἔϲχε φῦμα, μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόϲω. ὅϲον μὲν δὴ χρόνον ἦν ἔλαϲϲον, ἡ δὲ κρύπτουϲα καὶ αἰϲχυνομένη ἔφραζεν οὐδενί, ἐπείτε δὲ ἐν κακῷ ἦν, μετεπέμψατο τὸν Δημοκήδην καί οἱ ἐπέδειξεν. ὁ δὲ φὰϲ ὑγιέα ποιήϲει ἐξορκοῖ μιν ἦ μέν οἱ ἀντυπουργήϲειν ἐκείνην τοῦτο, ὃ ἂν αὐτῆϲ δεηθῇ· δεήϲεϲθαι δὲ οὐδενὸϲ τῶν ὅϲα ἐϲ αἰϲχύνην φέρει. καὶ ᾐτήϲατο τὴν εἰϲ Ἐλλάδα ἄφιξιν.

443 Δημοκλείδαϲ: ξένουϲ, καὶ μοιχούϲ. τοιοῦτοϲ ὁ Δημοκλῆϲ.

[*]( Σ)

444 Δημοκοπεῖν καὶ Ἑλληνοκοπεῖν. Πολύβιοϲ· ὁ δὲ Περϲεὺϲ [*](x + EV) τὴν πρὸϲ Ῥωμαίουϲ φιλίαν ἀνανεωϲάμενοϲ ἑλληνοκοπεῖν ἐπεβάλετο. λέγεται δὲ καὶ δημοκοπία καὶ δοξοκοπία. ὑπάτουϲ αἰροῦνται ἐκ δόξηϲ πολεμικῆϲ Suid. Λεύκιον, ἐκ δὲ δημοκοπίαϲ Τερέντιον.

[*](442 vs. 3 ὅτι—24 ἔϲεϲθαι Hdt. 3, 129—130 ═ EV 2, 11, 1—22 vs. 24 ὅτι sq. Hdt. 3,133 ═ EV 2,12, 20—13, 2 443 cf. H; l. fr. com. ad. 71 444 ὁ— ἐπεβάλετο Polyb. 25, 3, 1 ═ EV 2, 175, 1—2)[*](444 cf. v. Ε 840; Polyb. cf. v. Κ 566 et v. Περϲεύϲ 1. λέγεται sq. ex 1373)[*](2 τοῦ Πέρϲου om. V 3 ἔγραψεν—31 ἄφιξιν om. V ὅτι—31 ἄφιξιν A(GITFVM) om. T 21 ἐπέϲτρεψεν A ἰήμαϲι A Hdt.; ῥήμαϲι GIM 22 ἡπιάματα τὰ Exc.: ἡπιάματα A φάρμακα τὰ GlM 23 ἀπέδεξεν AG; ἀπέδειξεν lM 34 ἐπεβάλλετο AacGTac 35 λέγεται—36 Τερέντιον om. TFV δὲ om. A καὶ alt.] ἡ M)
44
[*](Δ)

445 Δημόκομποϲ: ὁ ϲτωμύλοϲ

[*](Δ)

446 Δημοκρατία. ὅτι Πολύβιόϲ φηϲιν, ὡϲ δημοκρατία ἐπανελομένῃ [*](Ε) τοὺϲ ἐπιβουλεύονταϲ οὐκέτι μιϲθοφόροιϲ τηρεῖ τὴν ἑαυτῆϲ ἐλευθερίαν.

[*](Hesy.)

447 Δημόκριτοϲ, Ἡγηϲιϲτράτου, οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμαϲίππου, γεγονὼϲ ὅτε καὶ Σωκράτηϲ ὁ φιλόϲοφοϲ, κατὰ τὴν οζ΄ Ὀλυμπιάδα, οἱ δὲ κατὰ τὴν π΄ φαϲίν· Ἀβδηρίτηϲ ἐκ Θρᾴκηϲ, φιλόϲοφοϲ, μαθητὴϲ κατά τιναϲ Ἀναξαγόρου καὶ Λευκίππου, ὡϲ δέ τινεϲ καὶ Μάγων καὶ Χαλδαίων Περϲῶν· ἦλθε γὰρ καὶ εἰϲ Πέρϲαϲ καὶ Ἰνδοὺϲ καὶ Αἰγυπτίουϲ καὶ τὰ παῤ ἑκάϲτοιϲ ἐπαιδεύθη ϲοφά. εἶτα ἐπανῆλθε καὶ τοῖϲ ἀδελφοῖϲ ϲυνῆν Ἡροδότῳ καὶ Δαμάϲτῃ. ἤρξε δὲ ἐν Ἀβδήροιϲ, διὰ τὴν ἑαυτοῦ ϲοφίαν τιμηθείϲ. μαθητὴϲ δὲ αὐτοῦ διαφανὴϲ ἐγένετο Μητρόδωροϲ ὁ Χῖοϲ· οὗ πάλιν ἀκροαταί Ἀνάξαρχοϲ καὶ Ἱπποκράτηϲ ὁ ἰατρόϲ. ἐπεκλήθη δὲ Σοφία ὁ Δημόκριτοϲ, καὶ Γελαϲῖνοϲ δέ διὰ τὸ γελᾶν πρὸϲ τὸ κενόϲπουδον τῶν ἀνθρώπων. γνήϲια δὲ αὐτοῦ βιβλία εἰϲὶ δύο, ὅ τε μέγαϲ Διάκοϲμοϲ, καὶ τὸ Περὶ φύϲεωϲ κόϲμου. ἔγραψε δὲ καὶ ἐπιϲτολάϲ.

448 Δημόκριτοϲ· ὅτι Δημόκριτοϲ ὁ Ἀβδηρίτηϲ οὐκ ἦλθεν εἰϲ Ἀθήναϲ, ἀλλὰ τοϲαύτηϲ πόλεωϲ ὑπερεφρόνηϲεν, οὐκ ἐκ τοῦ τόπου δόξα λαβεῖ βουλόμενοϲ, ἀλλὰ τῷ τόπῳ δόξαν περιθεῖναι προελόμενοϲ. ὅτι ἐλθόντα Ἱπποκράτην πρὸϲ Δημόκριτον κελεῦϲαι κομιϲθῆναι γάλα καὶ θεαϲάμενον τὸ γάλα εἰπεῖν αἰγὸϲ εἶναι πρωτοτόκου καὶ μελαίνηϲ· καὶ τὴν ἀκρίβειαν αὐτοῦ θαυμάϲαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ τὴν κόρην τὴν μετὰ Ἱπποκράτουϲ πρὸϲ αὐτὸν ἐλθοῦϲαν τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀϲπάϲαϲθαι οὕτω· χαῖρε κόρη· τῇ δὲ ἐχομένῃ, χαῖρε γύναι. καὶ ἦν ἡ κόρη τῆϲ νυκτὸϲ διεφθαρμένη. ἤδη δὲ ὑπέργηρων ὄντα πρὸϲ τῷ καταϲτρέφειν εἶναι· τὴν οὖν ἀδελφὴν λυπεῖϲθαι, ὅτι ἐν τῇ τῶν Θεϲμοφόρων ἑορτῇ μέλλοι τεθνήξεϲθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴν οὐ ποιήϲειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦϲαι αὐτῷ προϲφέρειν ἄρτουϲ Θερμοὺϲ ὁϲημέραι· τούτουϲ δὴ ταῖϲ ῥιϲὶ προϲφέρων διεκράτηϲεν ἑαυτὸν τὴν ἑορτήν. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖϲ δὲ ἦϲαν, ἀλυπότατα τὸ βίον προήκατο.

[*](Σ |)

449 Δημόκοινον: δημόϲιον. τὸ τοῦ δημοϲίου. καὶ Δημόκοινοϲ, [*](Harp. Σ) κοινοϲ, δημόϲιοϲ βαϲανιϲτήϲ. ἢ ὁ δήμιοϲ.

[*](445 ═ Ambr. 314 446 l. ═ Ambr. 390 δημοκρατία sq. Polyb. 11, 13, 447 cf. Laert. 9, 34 sqq., 46 448 — vs. 20 προελόμενοϲ Laert. 9, 37 vs. 21 ὅτι ἐλθόντα sq. Laert. 9, 42—3 449 — δημόϲιον ═ Ba 193, 11 Δημόκοινοϲ sq. ═ Et. M. 265, 23, Et. Gen., H; — βαϲανιϲτήϲ Harp. ═ An. Ox 2, 492, 19 cf. Bk. 236, 8, Hellad. ap. Phot. Bibl. 533 b 21—2)[*](445 Z 494 447 hinc v. Γ 108 extr. 449 Z 502)[*](A(GITFVM))[*]( 9 Περϲῶν] καὶ Π. Bhd. 14 δὲ alt om. VM 18 Δημόκριτοϲ pr. om. (T)F 20 λαβεῖν δόξαν VM 21 ἐλθόντοϲ Ἱπποκράτουϲ 24 ἀϲπάϲαϲθαι] προϲειπεῖν V 25 ἐρχομένῃ VM 28 αὐτῇ Aac Bhd. om. V 31 τὴν] ἐϲ τὴν VM)
45

450 Δημονιάδηϲ: ὄνομα κύριον.

[*]( Δ)

451 Δημοποίητοϲ: ὁ ὑπὸ τοῦ δήμου εἰϲποιηθεὶϲ καὶ γεγονὼϲ πολίτηϲ. [*](Harp. + x) Περικλῆϲ γὰρ ὁ Ξανθίππου, νόμον γράψαϲ τὸν μὴ ἐξ ἀμφοῖν [*](Ε) ἀϲτυπολίτην μὴ εἶναι, οὐ μετὰ μακρὸν τοὺϲ γνηϲίουϲ ἀποβαλών, ἄκων καὶ ϲτένων καὶ λύϲαϲ τὸν ἑαυτοῦ νόμον καὶ ἀϲχημονήϲαϲ, ἐλεεινὸϲ ἅμα καὶ μιϲητὸϲ ἔτυχεν ὧν ἐβούλετο. ὅμωϲ γε μὴν ἀντιβολοῦντοϲ καὶ δεκάϲαντοϲ τοὺϲ ἐντεῦθεν ζῶνταϲ, ὀψὲ καὶ μόλιϲ τὸν νόθον οἱ παῖδα τὸν ἐξ Ἀϲπαϲίαϲ τῆϲ Μιληϲίαϲ ἐποίηϲε δημοποίητον. Δημοποίητοϲ [*](Harp.) οὖν ὁ φύϲει ξένοϲ, ὑπὸ δὲ τοῦ δήμου πολίτηϲ γεγονώϲ.

452 Δῆμοϲ: παρὰ Ἀριϲτοφάνει ἡ κώμη. ἢ ἡ νῆϲοϲ. ϲημαίνει [*](Ar. + Δ) δὲ καὶ τὸν τῶν Ἀθηναίων δῆμον. ἕκτῳ ϲʼ ἔτει προϲεῖπον ἐϲ τὸν δῆμον ἐλθών.

[*](Ar.)

453 Δημόϲ: τὸ λίποϲ. δημοῦ βοείου θρίον ἐξωπτημένον. ϲκεύαϲμά [*](Δ) τι μετὰ ἐγκεφάλου γινόμενον ἐν τοῖϲ θρίοιϲ, τουτέϲτι τοῖϲ φύλλοιϲ [*](Ar.) τῆϲ ϲυκῆϲ.

454 Δημοϲθένηϲ, Ἀθηναῖοϲ, υἱὸϲ Δημοϲθένουϲ καὶ Κλεοβούληϲ, [*](Hesy.) ῥήτωρ, τῶν δήμων Παιανιεύϲ· ἐπιμελὴϲ μᾶλλον ἢ εὐφυήϲ, ὡϲ Ἕρμιπποϲ ἱϲτορεῖ· καὶ πρὸϲ τὰϲ ἡδονὰϲ ἀκόλαϲτοϲ, ὡϲ καὶ τοῦτό φηϲιν ὁ αὐτόϲ. ὅθεν καὶ νέοϲ μὲν ὢν Βάταλοϲ ἐκλήθη, ὡϲ καὶ γυναικείᾳ ἐϲθῆτι πολλάκιϲ χρηϲάμενοϲ· Ἀργὰϲ δὲ μετὰ τὸ εἰϲ ἄνδραϲ τελέϲαι· ὅπερ ἐϲτὶν ὄνομα ὄφεωϲ. ἐπεθύμηϲε δὲ ῥητορικῆϲ Καλλίϲτρατον θεαϲάμενοϲ τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουϲε δὲ Ἰϲαίου, τοῦ Ἰϲοκράτουϲ μαθητοῦ, καὶ τοῖϲ λόγοιϲ ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, ϲοφιϲτεύοντοϲ ἐν Ἀθήναιϲ, Πολυκράτουϲ καὶ Ἀλκιδάμαντοϲ, τοῦ Γοργίου μαθητοῦ, καὶ αὐτοῦ μέντοι Ἰϲοκράτουϲ. ϲυνεφιλολόγηϲε δὲ Αἰϲίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοϲόφῳ. διηκροάϲατο δὲ καὶ Εὺβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνοϲ· ἐτελεύτηϲε δὲ φυγὼν εἰϲ Καλαβρίαν ἐν τῷ τοῦ Ποϲειδῶνοϲ ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντίπατρον, προϲενεγκάμενοϲ φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώϲαϲ δύο καὶ ἑξήκοντα.

[*](450 ═ Ambr. 324 451— πολίτηϲ cf. ad vs. 8. 9 Περικλῆϲ—vs. 8 δημοποίητον Aelian. fr. 68 vs. 8 Δημοποίητοϲ sq. Harp. cf. An. Ox. 2, 492, 20, H 452 — κώμη cf. sch. Ar. Ach. 266 νῆϲοϲ ═ Ambr. 377 ἕκτῳ sq. Ar. Ach. 266 —7 453 — λίποϲ ═ Ambr. 317, Philop. diff., Ps. Herodian. 21 cf. Et. M. 265, 3, Apion, sch. Θ 380, H, sch. Ar. Eq. 954 δημοῦ sq. Ar. Hq. 954 c. sch. 454 cf. Plut. Χ oratt. Pap. Ox. 15, 141, Phot. Bibl. p. 492b 21 sq., 495a 31 sq.)[*](451 Z 494 453 cf. 473 hinc v. Θ 502 454 hinc v. Ὠρωπία et v. ΑΙ 322 extr. cf. v. Β 178)[*](5 καὶ pr.] δὲ M ἐλεεινῶϲ M 6 μιϲητῶϲ Tac M ἀντιβολοῦντα M A(GITFVM) 18 καὶ alt.—19 αὐτόϲ] αὐτόϲ φηϲιν VM 19 καὶ alt. om. VM 210 ἄνδραϲ V: ἄνδρα rell. 22 δὲ] δὲ τῦο VM 25 Γοργίου] Γρηγορίου V ϲυνεφιλολόγηϲε] ϲυνεφιλοϲόφηϲε V 27 δὲ alt. ex AT: om. rell. 28 Καλαβρίαν omnes, Phot. 494b 18 et 27: Καλαυρίαν pr. cf. v. Κ188, Plut.)
46
[*](Ε)

455 Δημοϲθένηϲ, ὁ ῥήτωρ, ἀνὴρ ἦν γνῶναί τε καὶ εἰπεῖν, ὅϲα ἐνθυμηθείη, δυνατώτατοϲ γενόμενοϲ. ὅθεν καὶ δεινότατοϲ ἔδοξε τῶν καθʼ αὑτόν, οἷα δὴ ἱκανώτατοϲ τὸ ἀφανὲϲ εἰκάϲαι καὶ τὸ γνωϲθὲν ἐξηγήϲαϲθαι. καὶ ἐν οἷϲ ὑπὲρ τῶν κοινῶν λέγειν τι ἢ πράττειν ἐπεχείρηϲε, καιρῷ μὲν ἐπιτηδείῳ οὐ μάλα ἐχρήϲατο ἐϲ δόξαν τῶν δημαγωγούντων. πλεῖϲτα δὲ εἷϲ ἀνὴρ οὗτοϲ τῶν καθ’ αὑτὸν Ἀθηναίων τοῖϲ Μακεδόνων τυράννοιϲ ϲὺν παρρηϲίᾳ ἀντειπὼν παρὰ τοῖϲδε ἀδωρότατοϲ ἔδοξεν εἶναι. ὅτε δὴ ϲυνέβαινε τοὺϲ ἐν ταῖϲ ἄλλαιϲ πόλεϲιν, οἷα δὴ τῶν κερδῶν ἐφιεμένουϲ μᾶλλον ἐκ τοῦ ἐϲ τὸ κοινὸν λυϲιτελοῦντοϲ, ἐξωνηθένταϲ χρημάτων δόϲει τὸ κατὰ ϲφᾶϲ ὡϲ ἐδόκουν ἐν τῷ παραυτίκα κέρδουϲ τοῦ ϲφετέρου εἵνεκα πρὸ τοῦ ἐϲ τὰ κοινὰ ϲυμφέροντοϲ τίθεϲθαι. ὅθεν αὐτῷ καὶ ἐφʼ οἷϲ ὕϲτερον ᾐτιάθη ϲυγγνόντεϲ οἱ Ἀθηναῖοι κατεδέξαντό τε αὖθιϲ καὶ ἐϲ πάντα ϲυμβούλῳ ἐχρήϲαντο. καὶ αὐτῷ ἡ τελευτὴ γενναία ἐπιγενομένη μάλιϲτα ἐϲ μεταμέλειαν ἤγαγεν αὐτοὺϲ οὐκ ἀφανῆ τῶν γνωϲθέντων. οὐ πολλῷ γοῦν ὕϲτερον ἢ ἐξαγγελθῆναι τεθνηκότα Δημοϲθένην μετεγίνωϲκον ἐφ᾿ οὶϲ δέει τῶν Μακεδόνων μᾶλλον ἢ γνώμῃ τῇ δικαιοτάτῃ ἔκριναν, καὶ ἀτέλειάν τε τῷ πρεϲβυτάτῳ γένουϲ τοῦ Δημοϲθένουϲ ψηφίζονται καὶ χαλκοῦν ϲτῆναι αὐτὸν ἐν ἀγορᾷ, καὶ ἐλεγεῖον τῇ βάϲει τοῦ ἀνδριάντοϲ ἐπέγραψαν· εἴπερ ἴϲην ῥώμην γνώμῃ, Δημόϲθενεϲ, εἶχεϲ, οὔποτ᾿ ἂν Ἑλλήνων ἦρξεν Ἄρηϲ Μακεδών.

456 Δημοϲθένηϲ, μαχαιροποιόϲ Παιανιεύϲ, οὑ Δημοϲθένηϲ ὁ ῥήτωρ, ὃϲ ὀρφανὸϲ καταλειφθεὶϲ ἐπιτρόπουϲ ἔϲχε γ΄, Ἄφοβον, Δημοφῶντα, Θηριππίδην. ὧν ἀμελούντων αὐτοῦ καὶ τῆϲ οὐϲίαϲ, αὐτὸϲ αὑτὸν ἐν εχείριϲε διδαϲκάλῳ Ἰϲαίῳ. φιλόπονοϲ δὲ οὕτωϲ ἦν, ὥϲτε φαϲὶν ἑαυτὸν οἴκοι καθείρξαντα ἑαυτοῦ ξυρῆϲαι τῆϲ κεφαλῆϲ μέροϲ, ἵνα μήτε προΐοι μήτε δέχοιτό τινα. παιδευθεὶϲ δὲ εἴλε τῆϲ ἐπιτροπῆϲ τοὺϲ ἐπιτρόπουϲ. ϲοφιϲτεύειν βουληθεὶϲ ἀπέϲτη διαβληθεὶϲ ἐπὶ Μόϲχῳ μειρακίῳ τῶν εὐγενῶν. λογογραφεῖν δὲ ἀρξάμενοϲ διεβλήθη πάλιν, ὡϲ ἐναντίουϲ λόγουϲ ἐκδοὺϲ Ἀπολλοδώρῳ καὶ Φορμίωνι. καὶ τούτου οὖν ἀποϲτὰϲ ἤρξατο πολιτεύεϲθαι. τραυλὸϲ δὲ ὢν καὶ τὸν ὦμον ἀπρεπῶϲ ἐκίνει, καὶ τὴν ἀκοὴν ἀϲθενὴϲ καὶ τὸ πνεῦμα οὐ διαρκήϲ· ἅπερ ἀϲκήϲει διωρθώϲατο. τήν τε ὑπόκριϲιν οὐκ ὢν ἄκροϲ ὑπ’ Ἀνδρονίκῳ καὶ ταύτην ἐξήϲκηϲεν. ἐχορήγηϲε δὲ καὶ ἐτριηράρχηϲε καὶ αἰχμαλώτουϲ ἐλύϲατο καὶ θυγατέραϲ ϲυνεξέδωκεν. ὅτε δὲ ἐχορήγει, τυπτηθεὶϲ ὑπὸ Μειδίου τριϲχιλίαιϲ, ὥϲ φαϲιν, ἐπείϲθη. καὶ Δημαίνετον ἀνεψιὸν γραψάμενοϲ τραύματοϲ, ὥϲ φαϲιν, διελύϲατο. αἰτηϲάμενοϲ δὲ Χαβρίου τοῦ ϲτρατηγοῦ γυναῖκα, Χαβρίου τελευτήϲαντοϲ, Κτηϲίππου θυγατέρα ἔγημεν. ἐπολιτεύϲατο δὲ κατὰ Φίλιππον· οὗ Θηβαίοιϲ ἐπιόντοϲ, πείθει ϲυμμαχῆϲαι· [*](455 Arr. Exc. fr. 23 (sed fort. Dex. scc. Roos)) [*](455 cf. v. ΕΙ 57 456 fin. cf. v. Α 2704 et v. μυζήϲαϲ) [*](A(GITM))[*]( 9 ἐκ om. pr. ἢ coni. Dr. 11 παραυτίκα] λυϲιτελέϲ add. Roos 14 ἐπιγινομένη A 19 ϲτῆϲαι Roos 31 ὥν] ἦν V)

47
καὶ κατὰ Χαιρώνειαν ἡττῶνται, χιλίων ἀποθανόντων καὶ διϲχιλίων αἰχμαλώτων. ἀγαπητὴν δὲ ϲχὼν θυγατέρα τελευτήϲαϲαν ἐπένθει, καὶ ἑβδομαίου τοῦ πάθουϲ ὄντοϲ, ἀγγελθέντοϲ ἀνῃρῆϲθαι Φίλιππον ὑπὸ Παυϲανίου, μετημφιάϲατο καὶ τοῖϲ θεοῖϲ ἔθυϲεν. ἐπολιτεύϲατο δὲ καὶ κατὰ Ἀλεξάνδρου τοῦ Φιλίππου. οὖ Ἅρπαλοϲ πολλὰ νοϲφιϲάμενοϲ χρήματα ὡϲ Ἀθηναίουϲ κατέφυγεν· ὧν καὶ Δημοϲθένηϲ εἰληφέναι μέροϲ ἔδοξε. καὶ ἔφυγεν εἰϲ Τροιζῆνα. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήϲαντοϲ, ὁ Δημοϲθένηϲ κατῆλθε κληθείϲ. Ἀντίπατροϲ δὲ ἄρξαϲ τῶν Ἐλλήνων, πέμψαϲ ἐξαιτεῖ τοὺϲ δέκα ῥήτοραϲ. ἐκδόντων Ἀθηναίων, ὁ Δημοϲθένηϲ εἰϲ Σικελίαν ἔφυγεν. Ἀρχίαϲ δὲ ὁ ὑποκριτὴϲ ἀποϲταλεὶϲ ἐπ᾿ αὐτὸν ὑπ᾿ Ἀντιπάτρου βίᾳ ἀποϲπᾷ ἀπὸ τοῦ ἱεροῦ Ποϲειδῶνοϲ, ὃ ἦν ἄϲυλον. ὁ δὲ ὑπὸ τῇ ϲφραγῖδι φάρμακον ἔχων, μυζήϲαϲ ἀπέθανεν.

457 Δημοϲθένηϲ Θρᾷξ· οὗτοϲ ἔγραψε Μετάφραϲιν Ἰλιάδοϲ πεζῷ [*](Hesy.) λόγῳ, Ἐπιτομὴν τῶν Δαμαγήτου τοῦ Ἡρακλεώτου, Περὶ διθυραμβοποιῶν. Μετάφραϲιν εἰϲ τὴν Ἡϲιόδου Θεογονίαν.

458 Δημοϲιεύων· αἰτιατικῇ. δωρεὰν ἐργάζομαι. Ἀριϲτοφάνηϲ· ἀλλ’ [*](Ar.) ὦ πόνηῤ, οὐ δημοϲιεύων τυγχάνω. οἱ γὰρ δημοϲίᾳ χειροτονούμενοι ἰατροὶ καὶ δημόϲιοι προῖκα ἐθεράπευον. οἷον, οὐ κοινῇ ἐϲπείϲαμεν, ἀλλ’ ἐμαυτῷ μόνῳ, καὶ ἀμιϲθὶ οὐ μεταδίδωμί ϲοι.

459 Δημόϲιον: τὸ τοῦ δήμου.

[*]( Δ)

460 Δημόϲιοϲ· δημοϲίουϲ λέγουϲι τοὺϲ τῆϲ πόλεωϲ δούλουϲ. ὅτι [*](Harp.) ἡ βαϲιλεία κτῆμα τῶν κοινῶν, ἀλλ’ οὐ τὰ δημόϲια τῆϲ βαϲιλείαϲ κτήματα. διὸ [*](Suld.) τὰϲ ἐξ ἀνάγκηϲ καὶ μεθ᾿ ὕβρεωϲ εἰϲπράξειϲ ὡϲπερ τυραννικὰϲ ἀκολαϲίαϲ μιϲεῖν δεῖ, τὰϲ δέ ϲὺν λόγῳ καὶ φιλανθρωπίᾳ τῶν εἰϲφορῶν ἀπαιτήϲειϲ ὡϲπερ κηδεμονίαν τιμᾶν.

461 Δημοϲίων πραγμάτων διοικητήϲ, οἷον φροντιϲτὴϲ χορηγίαϲ, [*](Ar.) τριηραρχίαϲ καὶ τῶν τοιούτων. ἰδίωϲ δέ, οἷον εἰ ἀδικοῖτό τιϲ καὶ δικάζοιτο πρόϲ τινα, αὐτὸϲ ἐφρόντιζεν. ἀπεχθάνῃ δέ, διότι οἱ ἀλλοτρίοιϲ πράγμαϲιν ἐπιχειροῦντεϲ μιϲοῦνται.