Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Δ)

(Harp.) 422 Δημαίνετοϲ: ὄνομα κύριον.

[*](Σ)

423 Δημελέητοϲ: ἐλεεινόϲ.

[*](Σ)

424 Δημεύϲαϲ: δημοϲιεύϲαϲ.

[*](Σ synt.)

425 Δημηγόροϲ: ἐπὶ τοῦ δήμου λαλῶν. καὶ Δημηγορῶ· δοτικῇ.

[*](Δ)

426 Δημήτηρ: ἡ γῆ. οἱονεὶ Γημήτηρ τιϲ οὖϲα. ἐπεὶ δὲ ἕδρα πάϲηϲ πόλεώϲ ἐϲτιν ἡ γῆ, ὡϲ βαϲτάζουϲα τὰϲ πόλειϲ πλάττεται [*](Ε) πυργοφόροϲ. καὶ αὖθιϲ· ᾤκουν δὲ γῆν εὐδαίμονα μάλιϲτα καὶ καρποὺϲ ἐνεγκεῖν οὖϲαν ἀγαθήν, οἶνον ἡδὺν καὶ πολὺν ἔχουϲαν.

[*](Δ)

427 Δήμητρα: ὄνομα θεᾶϲ.

[*](Δ)

428 Δημήτρειοϲ καρπόϲ: ὁ τῆϲ Δήμητροϲ. ὅτι Ἀπολλώνιον [*](Suid.) βραχέωϲ, τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ. οὕτωϲ καί παρά Θουκυδίδη ἀναγνωϲτέον καὶ Ποϲειδώνιον, τὸ τοῦ Ποϲειδῶνοϲ· ὡϲ Ἀθήναιον, τὸ τῆϲ Ἀθηνᾶϲ· καὶ Διονύϲιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖϲ ἀνδρωνυμικοῖϲ. τὸ δὲ Ποϲειδάνειον δῆλον ὅτι Δωριαῖον.

[*](Hesy.)

429 Δημήτριοϲ, Φανοϲτράτου, Φαληρεύϲ (Φάληρον δὲ λιμὴν τῆϲ Ἀττικῆϲ), ὃϲ τὸ πρῶτον Φανὸϲ ἐκαλεῖτο· φιλόϲοφοϲ Περιπατητικόϲ. γέγραφε φιλόϲοφά τε καὶ ἱϲτορικὰ καὶ ῥητορικὰ καὶ πολιτικὰ καὶ περὶ ποιητῶν. ἠκροάϲατο δὲ Θεοφράϲτου καὶ δημαγωγὸϲ Ἀθήνηϲι γέγονε. ϲυνέγραψε δὲ ϲυχνὰ βιβλία. οὕτωϲ ἦν δὲ ϲφόδρα εὐπρεπὴϲ ὡϲ καὶ διαβολὴν λαβεῖν, ὅτι γέγονεν ἐρώμενοϲ Νέωνοϲ, καὶ προϲαγορευθῆναι ὑπό τινων αὐτὸν Λαμπετὼ καὶ Χαριτοβλέφαρον. εἰϲ μέγα δὲ ἀρθεὶϲ δόξηϲ καὶ ἐπικρατείαϲ ὑπὸ τοῦ φθόνου κατεϲτρατηγήθη καὶ ἐξελαθεὶϲ ὑπὸ Ἀθηναίων εἰϲ Αἴγυπτον ἦλθε καὶ παρὰ τῷ Σωτῆρι Πτολεμαίῳ [*](421 vs. 3 δήμαρχοι sq. cf. H; Bk. 237, 8 ═ Et. M. 265, 20; Pherecr. fr. 171 422 ═ Ambr. 321, Harp. 423 ═ Ba 193, 2, H cf. Ambr. 309 424 ═ Ba 193, 3, H 425 — λαλῶν ═ Ba 193, 4 Δημηγορῶ sq. ═ An. Ox. 4, 289, 22, Synt. Laur. 426 γῆ ═ Ps. Herodian. 21 ἐπεὶ—πυργοφόροι Preger 153. 13—15 ᾤκουν sq. fort. Aelian. 427 ═ Ambr. 370 428 — Δήμητροϲ ═ Ps. Herodian. 265, Ambr. 360 (═ Ps. Herodian. 21) + 320 420 Hesych. cf. Laert. 5, 75 sqq.) [*](423 Z 493 424 Z 503 426 Z 499; Preger hinc v. 224 427 Z 500 428 Z 499; ὅτι sq. ex v. Α 3418 cf. v. Α 730 at v. Ποϲειδώνιον 429 cf. v. Φαληρεύϲ. Ps. Hesycii 19) [*](A(GITFVM))[*]( 5 χορόν I: cp. AGM post 423 Δημαίαϲ· ἰδημάδηϲ· ὁ μετʼ Ἀντίπατρον βαϲιλεύϲαϲ Θήβαϲ ἀνέϲτηϲε. Δημαίου ναύτου, ναύτηϲ καὶ αὑτόϲ, ναυπηγὸϲ καὶ πορθμεύϲ add. A cf. p. 39, 1—2 10 λαλῶν FVM: λαλῶ Gl λαλιῶ AT καὶ —δοτικῇ om. FV post l. AGIT supra l. M δοτικῇ om. GIT 11 δὲ om. V, v. 224 12 ἐϲτιν ἡ γῆ AGIT, v. 224; ἡ γῇ ἐϲτιν FVM Preger 16 ὅτι—20 Δωριαῖον om. TFV 20 Ποϲειδώνειον cf. v. Α 3418 23 ῥητορηκὴν V πολιτικὴν V 25 οὕτωϲ] οὖτοϲ Daub 26 Νέωνοϲ] νέοϲ ὧν I Κλέωνοϲ Laert. 5, 76 27 αὐτῷ GIT)

41
διατρίβων δηχθεὶϲ ὑπὸ ἀϲπίδοϲ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ Βουϲιρίτῃ νομῷ, πληϲίον Διοϲπόλεωϲ τῆϲ ἐν τοῖϲ ἕλεϲι. τοῦ πατρὸϲ δὲ ἤδη [*](EV) γεγηρακότοϲ Δημητρίου τοῦ Πολιορκητοῦ, αἱ τῆϲ βαϲιλείαϲ ἐλπίδεϲ ἐϲ τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὅπλων εὔνοιαν. ἦν δὲ τῷ κάλλει καὶ μεγέθει διάφοροϲ, ἔτι δὲ καὶ κεκοϲμημένοϲ ὅπλοιϲ βαϲιλικοῖϲ εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, διʼ ἦϲ εἰϲ ἐλπίδαϲ ἁδρὰϲ ἦγε τοὺϲ πολλούϲ· πρὸϲ δὲ τούτοιϲ πραότηϲ τιϲ ἦν περὶ αὐτόν, ἁρμόζουϲα νέῳ βαϲιλεῖ, δι᾿ ἦϲ εἰϲ προθυμίαν ἐξεκαλεῖτο πάνταϲ ὡϲτε καὶ τοὺϲ ἐκτὸϲ τάξεωϲ ϲυνδραμεῖν ἐπὶ τὴν ἀκρόαϲιν, ϲυναγωνιῶνταϲ τῇ νεότητι καὶ τῇ μελλούϲῃ γίνεϲθαι κρίϲει διὰ τῆϲ παρατάξεωϲ.

430 Δημήτριοϲ, ὁ ἐπίκλην Ἰξίων, γραμματικόϲ, Ἀδραμυττηνόϲ, γεγονὼν [*](Hesy.) κατὰ τοὺϲ Αὐγούϲτου τοῦ Καίϲαροϲ χρόνουϲ· ὃϲ διέτριψεν ἐν Περγάμῳ. ἐπεκλήθη δὲ τοῦτο, ὡϲ μέν τινεϲ, διότι λεπίδαϲ χρυϲᾶϲ κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆϲ Ἥραϲ ἀγάλματοϲ ἐφωράθη, ὡϲ δὲ ἄλλοι, ὅτι ἀπεϲύληϲεν Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ διδαϲκάλῳ Ἀριϲτάρχῳ ἀντήριϲεν, ὥϲπερ ὁ Ἰξίων εὐεργετήϲαϲιν αὐτὸν τοῖϲ θεοῖϲ ἀχαριϲτεῖν ἐπεχείρηϲεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰϲ μι ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντωνυμιῶν· εἰϲ Ὅμηρον ἐξήγηϲιν, εἰϲ Ἡϲίοδον ὁμοίωϲ.

431 Δημήτριοϲ, ὁ Ἀντιγόνου, καὶ Πτολεμαῖοϲ ὡμολόγηϲαν φιλίαν [*](Ε) ϲφίϲιν ἔνϲπονδον εἶναι ἐπ’ ἐλευθερώϲει τῆϲ πάϲηϲ Ἑλλάδοϲ καὶ ἐπὶ τῷ τῇ ἀλλήλων ἐπιμαχεῖν· καὶ ἅμιλλα ἦν αὐτοῖν, πότεροϲ μᾶλλον τὰ δόξαντα ἔργῳ ἐμπεδώϲει. καὶ ὁ Μακεδονικὸϲ ἄρχων οὐ διὰ ϲχολαιότητοϲ ἀφικνεῖται καὶ τήν τε Μουνυχίαϲιν οὖϲαν φρουρὰν ἐκβάλλει καὶ Διονύϲιον, τὸν ἐπιτεταγμένον αὐτῇ, κτείνει καὶ Δημήτριον τὸν Φαληρέα μεθίϲτηϲιν, ὃϲ δὴ τὰ Ἀθήνηϲιν ἦγεν εἰϲ ὀλιγαρχίαν, καὶ αὐτονομεῖϲθαι, καθότι πάτριον, Ἀθηναίοιϲ τε καὶ Μεγαρεῦϲιν ἔδωκεν, φυλάττειν τε ὅϲα ἦν ϲφίϲιν ἐκ τῆϲ εἰϲ τὸ ἀρχαῖον πολιτείαϲ νόμιμα. ὁ δὲ Πτολεμαῖοϲ ἅτε διαφερόντωϲ τρόπου πραότητα καὶ φιλανθρωπίαν ἔργοιϲ δηλώϲαϲ ἐπῆρε τοὺϲ Ἕλληναϲ τῇ τοῦ ἐλευθεροῦϲθαι ἐλπίδι ἐν διδόναι ϲφᾶϲ ἐπὶ μᾶλλον· ἐπεὶ καὶ τὰ ἐφολκὰ τῶν λόγων καὶ ὧν ἔπραττε, θαρϲεῖν ἐποίει, πιϲτεύονταϲ ὡϲ ἐπὶ ϲαφεῖ τῶν Ἐλλήνων ἐλευθερώϲει καὶ οὐκ ἀρχῆϲ ἐπιθυμίᾳ τὰ πραττόμενα γίγνοιτο. αύτονόμουϲ τε δὴ τὰϲ πλείϲταϲ τῶν Ἑλληνίδων πόλεων ἀφίηϲι καὶ τὰϲ Ἰϲθμιάδαϲ ϲπονδὰϲ ἐπήγγελλε κελεύων οἷα ἐπʼ ἐλευθερώϲει θαλλοφοροῦνταϲ [*](429 vs. 2 τοῦ sp. Diodor. 19, 81, 3—4 ═ EV 1, 249, 12—21 430 cf. Laert. 5,"84) [*](430 Ps. Hesych. 20 431 cf. 2458 et v. ὄφελεϲ) [*](3 Δημητρίου τοῦ Πολιορκητοῦ ex GITM: om. A Exc. 4 ὅπλων όχλων A(GITFVM) Exc. 5 τῷ om. GIT 16 Ἰξίονα Bas.; Ἰξίωνα omnes 18 δὲ πολλά om. V καὶ ἄλλα post 19 ὁμοίωϲ transp. Flach 19 εἰϲ Ἡϲίοδον ὁμοίωϲ om. V 21 τῆϲ] τὴν A 24 Μουνυχίαϲιν in add. Bhd.: Μουνυχία A Μουνυχίαν rell. 27 καθότι καθότιπερ Gl καθόπερ T 28 τῆϲ A: τοῦ GITM νόμιμα AM: νόμιμον Gl 29 ἅτε AM: ὅτε l τε G)

42
θεωρεῖν εἰϲ τὰ Ἰϲθμια. ἄραϲ δὲ ἐντεῦθεν ἀπέπλευϲεν ἐπ· Αἰγύπτου, Λεωνίδην ἐπὶ τῇ Ἑλληνικῇ ἀρχῇ ἐπιϲτήϲαϲ· καὶ Λιβύηϲ πάϲηϲ ἐκράτηϲεν, Ὀφέλλα τοῦ Κυρηναίου δυνάϲτου πρὸϲ Ἀγαθοκλέουϲ κατὰ Σικελίαν ἀναιρεθέντοϲ δόλῳ. διέμεινε δὲ ἄρα οὐκ ἐπὶ πολὺ Πτολεμαίῳ καὶ Δημητρίῳ ἡ ὁμολογία τῆϲ ξυμβάϲεωϲ πέρι.

[*](Σ)

432 Δήμιον: δημόϲιον.

433 Δημιόπρατα: ἃ ὁ δῆμοϲ πιπράϲκει. τὰ δημοϲίᾳ πιπραϲκόμενα [*](Ar.) ἐκ δημεύϲεωϲ, καὶ τῶν δημοϲιουμένων διὰ Κλέωνα. Ἀριϲτοφάνηϲ· ἐπίπαϲτα λείξαϲ δημιόπραθ’ ὁ βάϲκανοϲ.

434 Δήμιοϲ: ὁ κολάζων τοὺϲ παρανόμουϲ.

[*](ΣΔ)

435 Δημιουργεῖ· αἰτιατικῇ. τὰ μὴ ὄντα ποιεῖ. καὶ Δημιουργία.

[*](Σ)

436 Δημιουργόϲ: χειροτέχνηϲ, ὁ τὰ μὴ ὄντα ποιῶν. δημώδη [*](Soph.) ἐργαζόμενοϲ. Ἄιδηϲ δημιουργὸϲ ἄγριοϲ. καὶ μηκέτι δέχεϲθαι [*](Ε) τοὺϲ κατ’ ἔτοϲ ἐκπεμπομένουϲ Κορινθίων ἐπιδημιουργοὺϲ κελεύοντεϲ. ἑαυτόν τι παρέχων ὑπόδειγμα, ὥϲπερ οἱ πλαϲτικώτεροι τῶν δημιουργῶν, τὸν χαλκὸν ἄμορφον παραλαβόντεϲ καὶ ἀειδέϲτερον, εἰϲ μορφὴν ἐντείνουϲι καὶ καταϲχηματίζουϲι.

[*](Ar.)

437 Δημιουργοί: οἱ κεραμεῖϲ, οἱ ϲκευοποιοί. δημιουργοὺϲ ἐκάλουν καὶ τὰϲ νῦν λεγομέναϲ ὑπονυμφίδαϲ, τουτέϲτι τὴν παρεϲτῶϲαν τῇ νύμφῃ γυναῖκα. ὅθεν ἐϲτὶ καὶ Μενάνδρῳ Δημιουργόϲ. κοινῶϲ δὲ ἔλεγεν δημιουργοὺϲ τοὺϲ τὰ δημόϲια ἐργαζομένουϲ, ποτὲ δὲ καὶ τοὺϲ ἀρχιτέκτοναϲ. Ἀριϲτοφάνηϲ ἐν Εἰρήνῃ. καὶ δημιουργικῶϲ, ἀντὶ τοῦ, [*](Suid.) τεκτονικῶϲ· δημιουργοὶ γὰρ οἱ τέκτονεϲ. ὅτι οἱ παλαιοὶ δημιουργοὶ ϲυμμεμυκόταϲ τοὺϲ ὀφθαλμοὺϲ ἐποίουν, ὁ δὲ Δαίδαλοϲ ἀνεπέταϲεν αὐτοὺϲ καὶ τοὺϲ πόδαϲ διέϲτηϲεν. καὶ μηρόϲ φηϲιν· ὃϲ χερϲὶν ἡπίϲτατο δαίδαλα πάντα τεύχει.

[*](Σ)

438 Δημοβόροϲ: ὁ τὰ δημόϲια ἐϲθίων.

[*](Σ)

439 Δημογέροντεϲ: οἱ τοῦ δήμου ἐντιμότατοι.

[*](suid.)

440 Δημοδόκοϲ, ἀοιδόϲ. ζήτει ἐν τῷ ἀοιδόϲ.

[*](Σ + Δ)

441 Δημόθοινα καὶ Δημοθοινία: τοῦ δήμου εὐωχία, ἢ θυϲία.