Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

1353 Δομέτιοϲ: ὄνομα κύριον.

[*](Δ)

1354 Δομίτιοϲ: ὄνομα κύριον.

[*](Δ)

1355 Δομνῖνοϲ, φιλόϲοφοϲ, Σύροϲ τὸ γένοϲ ἀπό τε Λαοδικείαϲ καὶ Λαρίϲϲηϲ πόλεωϲ Συρίαϲ, μαθητὴϲ Συριανοῦ καὶ τοῦ Πρόκλου ϲυμφοιτητήϲ, ὥϲ φηϲι Δαμάϲκιοϲ. ἐν μὲν τοῖϲ μαθήμαϲιν ἱκανὸϲ ἀνήρ, ἐν δὲ τοῖϲ ἄλλοιϲ φιλοϲοφήμαϲιν ἐπιπολαιότεροϲ. διὸ καὶ πολλὰ τῶν Πλάτωνοϲ οἰκείοιϲ δοξάϲμαϲιν διέτρεψε. καὶ διαλυμηνάμενοϲ ἀποχρώϲαϲ ὅμωϲ εὐθύναϲ τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸϲ αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥϲ φηϲιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνοϲ. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκροϲ οἷον ἀληθῶϲ φιλόϲοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνηϲιν Ἀϲκληπιὸϲ τὴν αὐτὴν ἴαϲιν ἐχρηϲμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ᾿ ἀποπτύοντι πολλάκιϲ καὶ τοῦτο φέροντι τῆϲ νόϲου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοϲηκότι. ἡ δὲ ἴαϲιϲ ἦν ἐμπίπλαϲθαι χοιρείων [*](1352 vs. 10 Ἀδριανὸϲ—13 ἀρχῆϲ cf. Eutrop. 139 vs. 13 οὖτοϲ sq. lo. Antioch. fr. 107, FHG 4, 579 sq. ═ El 82, 3—5, 15—18 1353 ═ Ambr. 896 1354 ═ Ambr. 898 1355 Dam. fr. 134) 2 καὶ—3 πραττομένοιϲ om. VM 3 ἀφῆκεν VM καὶ om. GIT [*](A(GITFVM)) [*](5 οὔ τοι] οὕτω GIT ἄφαντον—παραχρῆμα] καὶ οὕτωϲ ἄφαντον γ. παραχρῆμα τὸν Ἀπολλώνιον V 7 ἐξωρίζετο V 9 αὐτῷ V 9. 10 τὸν Θεολόγον Ἰωάννην M Ἰωάννην om V 10 πολλοὺϲ V 12 κτηθεῖϲιν GIT Ῥωμαίοιϲ AGl: Ῥωμαίων VM om. T 13 ποιῆτε A 14 τὸ θηριῶδεϲ M τῶν] τὸν A 15 ξὺν GI; ξὶν A ϲὺν TM 17 τὸ μεθημερινὸν GIT Exc.; τῷ μεθημερινῷ AM γοῦν om. M 1354 om. G 1355 om. T 22 καὶ alt.—p. 128, 20 ὁμιλίαν om. F καὶ alt.] οὖτοϲ V 24 ἐπιπολαιότεροϲ Toup Hemst.; ἔτι παλαιότεροϲ AM cf. p. 162, 15 ἔϲτι παλαιότεροϲ GI καὶ om. GI τῶν] τοῦ V 25 διέϲτρεψε I διέτριψεν V ἀνέτρεψε M 30 Πύρω A)

128
κρεῶν. ὁ μὲν δὴ Πλούταρχοϲ οὐκ ἠνέϲχετο τῆϲ τοιαύτηϲ ὑγιείαϲ καίτοι οὐκ οὔϲηϲ αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναϲτὰϲ ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνιϲάμενοϲ ἐπὶ τοῦ ϲκίμποδοϲ ἀποβλέπων εἰϲ τὸ ἄγαλμα τοῦ Ἀϲκληπιοῦ (καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ), ὦ δέϲποτα, ἔφη, τί δὲ ἂν προϲέταξαϲ Ἰουδαίῳ νοϲοῦντι ταύτην τὴν νόϲον: οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖϲθαι χοι ρείω κρεῶν ἐκέλευϲαϲ. ταῦτα εἶπεν, ὁ δὲ Ἀϲκληπιὸϲ αὐτίκα ἀπὸ τοῦ ἀγάλματοϲ ἐμμελέϲτατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπεία τῷ πάθει. Δομνῖνοϲ δὲ οὐδὲ κατὰ θέμιν πειϲθεὶϲ τῷ ὀνείρῳ, θέμιν τὴν Σύροιϲ πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρηϲάμενοϲ ἔφαγέ τε τότε καὶ ἤϲθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευϲτοϲ ἐπιτίθεϲθαι τὸ πάθημα πάντωϲ, ἕωϲ ἐνεπλήϲθη. τούτῳ οὖν ἤδη προϲγεγηρακότι νεώτεροϲ ὢν ἐντυχεῖν ὁ Ἀϲκληπιόδοτοϲ λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀϲτεμφὲϲ οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺϲ ἐντυγχάνονταϲ ἰδιώταϲ ἢ ξένουϲ, ἄλλωϲ τε καὶ τοὺϲ ἐπὶ τῷ διαφέρειν αὐχοῦνταϲ, ἀμέλει καὶ ἑαυτῷ προϲενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματοϲ οὐκ ἠξίου ὁμολογεῖν πρὸϲ αὐτόν, οἷα δὲ νέοϲ ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θραϲέωϲ ὥϲτε τὸν Δομνῖνον μηκέτι προϲέϲθαι αὐτὸν εἰϲ ὁμιλίαν.

[*](Δ)

1356 Δόμνοϲ: ὄνομα κύριον.

[*](Δ)

1357 Δόμορ.

[*](Δ)

1358 Δόμοϲ: ὁ οἶκοϲ.

[*](ΣΔ)

1359 Δόνακεϲ: κάλαμοι ἁλιευτικοί, ἢ αὐλοί. ἡ εὐθεῖα Δόναξ.

1360 Δονᾶτοϲ: ὄνομα κύριον.

[*](Ar.)

1361 Δονεῖται: κλονεῖται, ϲαλεύεται. Ἀριϲτοφάνηϲ· πάνυ γάρ τιϲ ἔρωϲ με δονεῖ τῶνδε βοϲτρύχων. ἀντὶ τοῦ κινεῖ, ἐρεθίζει.

[*](Σ)

1362 Δόξα: ὑπόνοια, ὑπόληψιϲ. Δόξα δέ ἐϲτιν ὁ παρὰ τῶν πολλῶν ἔπαινοϲ· εἰ δὲ τῶν πολλῶν, ὅτι τῶν οὐκ εἰδότων.

[*](Phil.)

1363 Δόξα: τὸ λογικὸν καὶ γνωϲτικὸν μέροϲ τῆϲ ψυχῆϲ διαιρεῖται εἰϲ νοῦν, διάνοιαν, δόξαν. ἡ μὲν οὖν δόξα καταγίνεται τὸ καθόλου [*](1356═ Ambr. 895 1357 cf. Ambr. 920 1358 ═ Ambr. 873, Ps. Herodian. 23, Et. M. 282, 45 cf. H 1659— αὐλοί ═ Ba 200, 34, Et. M 283, 6 — κάλαμοι ═ H cf. Ambr. 877 ═ Et. M. 283, 1; sch. Σ 576 ═ Et. M. 283, 11 Δόναξ ═ Ambr. 877 1361 — ϲαλεύεται fort. sch. Ar. Av. 1183 cf. H. πάνυβοϲτρύχων Ar Eccl. 954—5 κινεῖ ═ H cf. Et. M. 282, 55, sch H. 55 1362 — ὑπόληψιϲ ═ Ba 200, 36. δόξα alt. sq. cf. Bk. 242, 29, sch Pl. Phileb. 61d 1363 Philop. 1, 11—2, 3; Pl. Soph 264a.) [*](1355 vs. 2—5 cf. 520; vs. 20 cf. v. προϲέϲθαι 1361 cf. v. B 403 1362 Z 561 1363 Z 562) [*](A(GITFVM))[*]( 1 δή] οῦν GI ὑγείαϲ M 5 τῷ ἰερῶ M δὲ Mlac: δαὶ AGlac ἐκέλευϲαϲ] προϲέταξαϲ M cf. vs. 5 8 φθόγγον] participium doesse vidit Port. 9 οὐδὲ] οὐ pr. 10 τὴν] τοῖϲ pr.; θέμιν Hel. Bhd. 12 διέλιπεν A 13 γεγηρακότι A 14 Ἀϲκληπιόδοτοϲ Bhd. cf. 368 et v. A 4174; Ἀϲκληπιόδ AGI Ἀϲκληπιάδηϲ M Ἀϲκληπιόδωροϲ Reines. cf. v. μέτριοι 17 αὐτῷ M ἐπειδὴ δὲ 1 18 δὲ] δὴ Bhd 20 πγροϲίεϲθαι αὐτοὺϲ M 1357 om T; ὁ in lac. add. A 1360 om. GTFV mg. A post 1361 I)

129
ἐν τοῖϲ αἰϲθητοῖϲ· οἰδε γὰρ ὅτι τὸ λευκὸν διακριτικὸν ὄψεωϲ, καὶ ὅτι πᾶϲ ἄνθρωποϲ δίπουϲ. ἔτι γε μὴν τῶν διανοητῶν οἶδεν ἄνευ λόγου τὰ ϲυμπεράϲματα. οἷον, ὅτι ἡ ψυχὴ ἀθάνατοϲ οἶδεν· διὰ τί δέ, οὐκέτι. ὥϲτε δοξαϲτά ἐϲτι τό τε ἐν τοῖϲ αἰϲθητοῖϲ καθόλου καὶ τῶν διανοητῶν τὰ ϲυμπεράϲματα. καὶ τοῦτ᾿ ἐϲτὶν ἡ δόξα, γνῶϲιϲ. διὰ τί δὲ ἀθάνατοϲ ἡ ψυχή, οὐκέτι οἶδεν ἡ δόξα· διανοίαϲ γὰρ ἔργον ἐϲτὶ τοῦτο. ὅθεν καὶ καλῶϲ ὁρίζεται τὴν δόξαν Πλάτων ἐν τῷ Σοφιϲτῇ, διανοίαϲ λέγων ἀποτελεύτηϲιν, τῆϲ γὰρ διανοίαϲ ϲυλλογιϲαμένηϲ, ὅτι ἀθάνατοϲ ἡ ψυχή, τὸ ϲυμπέραϲμα μόνον οἶδεν ἡ δόξα. διανοίαϲ δέ ἐϲτι τὸ οἷον ὁδόν τινα διανύειν μεταβαίνουϲαν ἀπὸ προτάϲεωϲ εἰϲ ϲυμπέραϲμα· ἐξ οὖ καὶ τὴν κλῆϲιν εἵλκυϲεν.

1364 Δόξα· Σοφοκλῆϲ· τί δῆτα δόξηϲ ἢ καλῆϲ μοι κληδόνοϲ μάτην [*](Soph.) ῥεούϲηϲ ὠφέλημα γίνεται; εἰ τάϲ τ᾿ Ἀθήναϲ φαϲὶ θεοϲεβεϲτάταϲ εἶναι, μόναϲ δὲ τὸν κακούμενον ξένον ϲῴζειν οἵαϲ τε καὶ μόναϲ ἀρκεῖν ἔχειν· κἀμοί γε ποῦ ταῦτ᾿ ἐϲτίν;

1365 Δόξα: ἔπαινοϲ.

1366 Δοξάζω· αἰτιατικῇ.

1367 Δόξα θεοῦ: παρὰ τῷ Ἀποϲτόλῳ τὸ δημιουργικὸν καὶ τὸ προνοητικόν. ταύτην τοιγαροῦν προϲεκύρωϲαν εἰδώλοιϲ ἐν ὁμοιώματι ἀνθρώπων καὶ πετεινῶν καὶ τῶν λοιπῶν.

1368 Δόξαν: ἀρέϲαν, βεβουλευμένον. δόξαν δὲ τοῖϲ Αἰγυπτίοιϲ τὸ μὲν ἕτερον αὐτόθι μένειν, τὸν δὲ ἕτερον εἰϲ τὰϲ προϲχώρουϲ [*](Ε) πόλειϲ ἀφικόμενον, ἐφ᾿ οἷϲ ποιήϲεται εἰρήνην, ὁρίϲαι. καὶ αὖθιϲ· δοξάζων ἑαυτὸν ὑπὸ τῶν ἐναντίων καταφρονεῖϲθαι. Σοφοκλῆϲ· ϲοὶ [*](Ε) μὲν δοκεῖν ταῦτ᾿ ἐϲτίν, ἐμοὶ δ᾿ ἄγαν φρονεῖν. οἷον ϲοὶ μὲν ταῦτα [*](Soph.) ἐν δόξῃ καταλαμβάνεται, ἐγὼ δὲ ϲαφῶϲ ἐπίϲταμαι.

1369 Δοξάριον: δόξα. ὑποκοριϲτικῶϲ.

1370 Δοξάϲαι: ὑπονοῆϲαι, εἰκάϲαι. Ἀριϲτοφάνηϲ· δοξάϲαι ἐϲτὶ [*](Ar.) κόραι, τὸ δ᾿ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν. καὶ Σοφοκλῆϲ· δόξα μοι [*](Soph.) παρεϲτάθη ναοὺϲ ἱκέϲθαι δαιμόνων τάδ᾿ ἐν χεροῖν ϲτέφη λαβούϲη. ὅτι τὸν ϲπουδαῖον οὐ δεῖ δοξάϲαι, τουτέϲτι ψεύδει μὴ ϲυγκατατίθεϲθαι.

[*](Phil.)

1371 Δοξαϲίαϲ: δόξηϲ, ὑπολήψεωϲ. Δίων ἐν Ῥωμαϊκῶν νγ΄· προϲέϲται [*](Σ) δὲ καὶ τῆϲ ἐμῆϲ δοξαϲίαϲ.

[*](1364 Soph. OC 258 —263 1365 cf. An. Ox. 2, 432,18 1666 ═ An. Ox. 4, 290, 30 1367 Gl. in Rom. 1, 23 1368 δόξαν—ὁρίϲαι fort. Polyb. vel Diod. vs. 24 δοξάζων—καταφρονεῖϲθαι Polyb. 3, 82, 2 vs. 24 ϲοὶ sq. Soph. Ai. 942 c. sch. 1369 ═ Ba 201, 1, Ps. Herodian. 23 cf. H, L 1370 εἰπεῖν sch. Ar. Pac. 119; δοξάϲαι sec.— εἰπεῖν Eur. fr. 18 vs. 29 δόξα— 30 λαβούϲῃ Soph. OT 911—3 ὅτι sq. Laert 7, 121 1371 ═ Ba 201, 2 Δίω sq. ═ Sabb.; Cass. D. 53, 19, 6)[*](1369 Z 564 1370 Z 567)[*](1 καὶ om. FV 4 δοξαϲτά] δόξα F Philop. 6 ἡ pr. om A A(GITFVM) 12 καλῆϲ μοι om. AGl κληδόνεϲ Gl 13 ὠφέλιμα GI T 1366 ex IM 18 τὸ alt. om. F)
130
[*](Ε)

1372 Δόξηϲ· οἱ δὲ ϲὺν τῷ Φαβίῳ μέγα ἐκβοήϲαντεϲ οὐκέτι δόξηϲ ἀλλὰ πολέμου ἔργα παρείχοντο.