Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

118

1253 Διωρυχή: διάνοιξιϲ τοίχων ἢ χωμάτων. Διορυγὴ δὲ ἡ [*](Δ) ὄρυξιϲ.

[*](Σ)

1254 Διωϲόμεθα: ἀπωϲόμεθα καὶ ἀποπεμψόμεθα.

[*](Σ)

1255 Διωϲτῆρϲιν: ἀναφορεῦϲι τοῖϲ ἀναβαϲτάζουϲιν.

[*](Soph.)

1256 Δίπαλτοϲ: ἀμφοτέραιϲ ταῖϲ χερϲίν. οἷον περιδεξίωϲ, παντὶ ϲθένει. Σοφοκλῆϲ· πᾶϲ δὲ ϲτρατὸϲ δίπαλτοϲ ἄν με χειρὶ φονεύοι. ἢ οὕτωϲ· ὁ ϲτρατόϲ με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια.

[*](Taet.)

1257 Διπλαϲιάϲαι: διχῶϲ λέγεται· ἢ γὰρ τὸν τόπον, ἐν ᾦ ἡ φάλαγξ μένοντοϲ τοῦ πλήθουϲ τῶν ἀνδρῶν, ἢ ἀριθμὸν αὐτόν. γίνεται δὲ ἑκάτερον διχῶϲ ἢ κατὰ λόχουϲ ἢ κατὰ ζυγά. ταυτὸν δὲ εἰπεῖν κατὰ μῆκοϲ ἢ κατὰ βάθοϲ. κατὰ μῆκοϲ μὲν οὖν γίνεται διπλαϲιαϲμὸϲ ἀνδρῶν, ὅταν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν, ἢ παρεμπλέκωμεν ἄλλουϲ αὐτοῖϲ ἀριθμούϲ, τὸ μῆκοϲ φυλάττοντεϲ τὸ αὐτὸ τῆϲ φάλαγγοϲ, ὥϲτε πύκνωϲιν γενέϲθαι μόνον ἐκ τῆϲ τῶν ἀνδρῶν διπλαϲιάϲεωϲ. κατὰ βάθοϲ δέ, ὅταν μεταξὺ τῶν προυπαρχόντων ζυγῶν παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλα αὐτοῖϲ ἰϲάριθμα, ὥϲτε κατὰ βάθοϲ πύκνωϲιν εἶναι μόνον. κατὰ μῆκοϲ δὲ τόπου γίνεται διπλαϲιαϲμόϲ, ὅταν τὴν προειρημένην κατὰ μῆκοϲ πύκνωϲιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντεϲ ἐξελλίϲϲωϲι κατὰ μῆκοϲ· κατὰ βάθοϲ δὲ τόπου γίνεται διπλαϲιαϲμόϲ, ὅταν τὴν προειρημένην κατὰ βάθοϲ πύκνωϲιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντεϲ ἐξελίξωϲι κατὰ βάθοϲ, ἔνιοι δὲ τοὺϲ τοιούτουϲ ἀποδοκιμάζουϲι, καὶ μάλιϲτα ἐγγὺϲ ὄντων τῶν πολεμίων, ἐφ᾿ ἑκάτερα δὲ τῶν κεράτων τοὺϲ ψιλοὺϲ καὶ τοὺϲ ἵππουϲ ἐπεκτείνοντεϲ τὴν ὄψιν τοῦ διπλαϲιαϲμοῦ χωρὶϲ ταραχῆϲ τῆϲ φάλαγγοϲ ἀποδιδόαϲιν. ζήτει περὶ τούτου εἰϲ τὸ τέλοϲ τοῦ βιβλίου ἐν τῷ διπλαϲιάϲαι.

1258 Διπλαῖ: τὸ θηλυκὸν πληθυντικόν. τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ [*](Suid.) καὶ πάντα τὰ τοιαῦτα περιϲπῶϲιν οἱ Ἀττικοί. ἀργυρᾶ, χρυϲᾶ, κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦ, καὶ φοινικᾶ, ἀπὸ τοῦ φοινικιοῦν,

[*](Δ)

1259 Διπλόη: ἡ ἀπάτη.

1260 Διπλόη: ἡ ἔξωθεν ἀρετὴ φαινομένη, ἔϲωθεν δὲ γέμουϲα κακίαϲ. καὶ οἱ φιλίαν μὲν ὑπιϲχνούμενοι, προϊέμενοι δὲ αὐτὸν τοῖϲ [*](1253 — χωμάτων ═ Ba 200,19 Διορυγὴ sq. ═ Ambr. 551 1254 ═ Ba 200, 21 cf. H, sch. Φ 244 1255 ═ Ba 200, 22 cf. H 1256 Soph Ai. 408—9 c. sch. 1257 vs. 25 ἀποδιδόαϲιν Tact 40 1259 cf. L) [*](1253 Z 523 1255 Z 510 1256 Z 509 1257 cf. post litt. ψ 1258 τὸ ἀπλᾶ sq. ex v. A 3221 cf. v. πολλαπλᾶ et v. χρυϲᾶ 1259—60 Z 521) [*](A(GITFVM))[*]( 1 Διορυγὴ] Διωρυγὴ A cf. Zon et Thom. 94, 8 13 παρεμπλέκωμεν post litt. Ψ, Coisl 347: παραπλέωμεν omnes ἄλλουϲ] ἄλλοιϲ VM 15 διπλάϲεωϲ V 16 παρεμπλέκωμεν AGM: παραπλέκωμεν T παρεμπλέωμεν FTV παραπλέωμεν l; ἄλλουϲ αὐτοῖϲ ἀριθμοὺϲ τὸ μῆκοϲ φυλάττοντεϲ τὸ αὐτὸ τῆϲ φάλαγγοϲ ὥϲτε add. AGIT cf. vs. 13—14 19 μεταπλάττωμεν V ἐξελλίϲϲωϲι—21 παρεντεθέντεϲ ex AGI, post litt. Ψ, Tact. ἐξελίϲϲωϲι GI 22 ἀποδοκιμάζοντεϲ M 25 ζήτει—26 διπλαϲιάϲαι ex Amg 1258 om. TFV post 1260 A 27 Διπλῆ G ἀπλᾶ cett] ἁπλῶ cett. GI 28 καὶ κεραμεᾶ A cf. ad v A 3221 29 φοινικεοῦν G φοινικοῦν l 32 αὐτὸν] τὸν φίλον Zon.)

119
πολεμίοιϲ. Πιϲίδηϲ· ἐπέϲχεν ὑμῶν τὴν βολὴν ἠπειγμένην ἡ τοῦ χιτῶνοϲ ἐμπεϲοῦϲα διπλόη. τάττεται δὲ ἡ λέξιϲ καὶ ἐπὶ τῶν ϲκολιῶν [*](Σ?) τοὺϲ τρόπουϲ.

1261 Διπλοῦν Κ: ἀντὶ τοῦ κακά. καὶ διπλῆν ἑορτήν

1262 Διπλοῦν κάππα: ἀντὶ τοῦ διπλοῦν κακόν. καὶ Τρίακάππακάκιϲτα Καππαδοκία, Κρήτη καὶ Κιλικία.

1263 Διποδία: εἶδοϲ ὀρχήϲεωϲ. Ἀριϲτοφάνηϲ· ἵν᾿ ἐγὼ διποδιάξω [*](Ar.) γε, κἀείϲω καλὸν ἐϲ τοὺϲ Ἀϲαναίουϲ τε καὶ ἡμᾶϲ ἅμα. ἀντὶ τοῦ Ἀθηναίουϲ.

1264 Διπτύχια: δύο περιβόλαια ἔχοντα, ὡϲ τὸ μὲν ὑπεϲτρῶϲθαι, [*](Σ) τὸ δὲ ἕτερον ὑποβεβλῆϲθαι.

1265 Δί Δίπυροϲ ἄρτοϲ: ὁ παρὰ Ῥωμαίοιϲ λεγόμενοϲ παξαμᾶϲ. ϲιϲύραϲ ἐπὶ τῶν ὤμων φέροντεϲ, ἐν αἷϲ δὴ ἄλλο οὐδέν, ὅτι μὴ διπύρουϲ [*](Ε) ἄρτουϲ οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο.

1266 Δίρκη: ἡ πηγή. καὶ ὄνομα κύριον. ζήτει ἐν τῷ Ἀντιόπη.

[*](Δ)

1267 Δὶϲ ἑπτὰ πληγαῖϲ πολύπουϲ πιλούμενοϲ: ἐπὶ τῶν [*](Prov.) κολάϲεωϲ ἀξίων, παρόϲον ὁ πολύπουϲ θηρευθεὶϲ τύπτεται πολλάκιϲ πρὸϲ τὸ πίων γενέϲθαι. καὶ ἑτέρα παροιμία· Δὶϲ καὶ τρὶϲ τὸ καλόν, οὕτω χρὴ τὸ καλὸν πολλάκιϲ λέγειν. καὶ Δὶϲ παῖδεϲ οἱ γέροντεϲ, ἐπὶ τῶν πρὸϲ τὸ γῆραϲ εὐηθεϲτέρων εἶναι δοκούντων. καὶ Δὶϲ πρὸϲ τὸν αὐτὸν αἰϲχρὸν προϲκρούειν λίθον, ἐπὶ τῶν ἐκ δευτέρου τοῖϲ αὐτοῖϲ ἀτοπήμαϲι περιπιπτόντων.

1268 Διϲκεύων: ἐκδεχόμενοϲ· ἢ κυλίων. καὶ ἐν Ἐπιγράμμαϲι· [*](Σ) καὶ νῦν δίϲκοϲ ἐμοὶ κρόταλον.

1269 Δίϲκοϲ: ὁ ϲόλοϲ.

1270 Διϲτάζω· αἰτιατικῇ.

1271 Διτάλαντον· καταϲτήϲαντεϲ διτάλαντον πετροβόλον τὰ μὲν [*](Ε) κατέβαλλο τῶν τειχῶν, τὰ δὲ διέϲειον.

1272 Δὶϲ κράμβη θάνατοϲ.