Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

1153 Δίοδοι: αἱ ὁδοί ἀπὸ τοῦ διοδεύειν. Ἀριϲτοφάνηϲ· αἱ δὲ [*](Ar.) γυναῖκεϲ κατὰ τὰϲ διόδουϲ προϲπίπτουϲαι τοῖϲ ἀπὸ τοῦ δείπνου, τάδε λέξουϲι· δεῦρο παῤ ἡμᾶϲ, ἐνθάδε μεῖραξ ἔϲθ᾿ ὡραία.

[*](1140 cf. Wentzel TU 13, 3, 35 sq., Hieron. vir. ill. 127, Phot. Bibl. cod 223 1152 Ath. 10, 431c; cf. 6, 235d et 239a 1153 Ar. Eccl. 693—6 c. sch.)[*](1150 cf. v. Πωλίων 2 1153 cf. v. προϲπίπτουϲαι)[*](5 ψαλμούϲ· καὶ εἰϲ VM 6 Πίϲ—7 ᾀϲμάτων om. V 11 Μελχιϲεδεκιϲτῶν V A(GITFVM) 12 κατὰ] καὶ Kust. 19 πρὸϲ Εὐφράϲιον Harnack TU n. F. 6, 4, 41 et 42, 3 20 οὐρανοῦ ITV Πῶϲ] καὶ Πὼϲ GIT 22 τὸ μὴ] μὴ τὸ V 28 τε om. V 32 ιβ΄] β΄ F Daub (Jb. Suppl. 11, 484, n. 61) ς΄ Reinesius)
104
[*](Ε)

1154 Διοκαιϲάρεια, ἡ νῦν λεγομένη Ἀνάζαρβα, πόλιϲ ἐν Κιλικίᾳ· πρότερο δὲ Κύϊνδα ἐλέγετο. καὶ ζήτει ἐν τῷ Ἀνάζαρβα.

[*](Hesy.)

1155 Διοκλῆϲ, Ἀθηναῖοϲ ἢ Φλιάϲιοϲ, ἀρχαῖοϲ κωμικόϲ, ϲύγχρονοϲ Σαννυρίωνι καὶ Φιλυλλίῳ. δράματα αὐτοῦ Θάλαττα, Μέλιτται, Ὄνειροι, Βάκχαι, Θυέϲτηϲ β΄. τοῦτον δέ φαϲιν εὑρεῖν καὶ τὴν ἐν τοῖϲ ὀξυβάφοιϲ ἁρμονίαν ἐν ὀϲτρακίνοιϲ ἀγγείοιϲ, ἅπερ ἔκρουεν ἐν ξυλιφίῳ. τὸ δὲ Θάλαττα ἑταίραϲ ὄνομά ἐϲτιν, ὡϲ Ἀθήναιόϲ φηϲιν.

[*](EV)

1156 Διοκλητιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων. ἐπὶ τούτου καὶ Μαξι μιανοῦ γαμβροῦ αὐτοῦ διωγμὸϲ κατὰ Χριϲτιανῶν ἐκινήθη φρικω δέϲτατοϲ· προϲέταξαν γὰρ κατὰ χώραν καὶ πόλιν τάϲ Χριϲτοῦ ἐκκληϲίαϲ καταϲτρέφεϲθαι καὶ τὰϲ θείαϲ αὐτῶν γραφάϲ κατακαίεϲθαι, τοὺϲ δὲ Χριϲτιανοὺϲ εὑριϲκομένουϲ ἀναγκάζεϲθαι θύειν τοῖϲ δαίμοϲιν. ἡττηθέτεϲ δὲ τῷ πλήθει τῶν ἀναιρουμένων Χριϲτιανῶν ἐξέθεντο δόγμα ὥϲτε τοὺϲ εὑριϲκομένουϲ Χριϲτιανοὺϲ ἐξορύττεϲθαι τὸν δεξιὸν ὀφθαλμόν, οὐ μόνον διὰ τὸ ὀδυνηρόν, ἀλλὰ διὰ τὸ ἄτιμόν τε καὶ πρόδηλον καὶ τῆϲ τῶν Ῥωμαίων πολιτείαϲ ἀλλότριον· οὓϲ ἡ θεία δίκη ἐνδίκωϲ μετελθοῦϲα δικαίωϲ ἐξέκοψε· καὶ ὁ μὲν ἐϲφάγη ὑπὸ τῆϲ ϲυγκλήτου, ὁ δὲ ἀπήγξατο. οὗτοϲ ὁ ἄνουϲ καὶ μιϲόχριϲτοϲ μνήμῃ καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτεριϲθέντων περὶ τὴν Αἴγυπτον οὐ μετρίωϲ οὐδε ἡμέρωϲ τῷ κρατεῖν ἀπεχρήϲατο, ἀλλὰ προγραφαῖϲ τε καὶ φόνοιϲ τῶν ἐπιϲήμων μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον. ὅτε δὴ καὶ τὰ περὶ χημείαϲ ἀργύρου καὶ χρυϲοῦ τοῖϲ παλαιοῖϲ αὐτῶν γεγραμμένα βιβλία διερευνηϲάμενοϲ ἔκαυϲε πρὸϲ τὸ μηκέτι πλοῦτον Αἰγυπτίοιϲ ἐκ τῆϲ τοιαύτηϲ περιγίνεϲθαι τέχνηϲ μηδὲ χρημάτων αὐτοὺϲ θαρροῦνταϲ περιουϲίᾳ τοῦ λοιποῦ Ῥωμαίοιϲ ἀνταίρειν. ἦν δὲ τὸ ἦθοϲ ποικίλοϲ τιϲ καὶ πανοῦργοϲ, τῷ δὲ λίαν ϲυνετῷ καὶ ὀξεῖ τῆϲ γνώμηϲ ἐπεκά λυπτε πολλάκιϲ τὰ τῆϲ οἰκείαϲ φύϲεωϲ ἐλαττώματα, πᾶϲαν ϲκληρὰν πρᾶξιν ἑτέροιϲ ἀνατιθείϲ. ἐπιμελὴϲ δὲ ὅμωϲ καὶ ταχὺϲ ἐν ταῖϲ τῶν πρακτέῳ ἐπιβολαῖϲ καὶ πολλὰ τῶν τῆϲ βαϲιλικῆϲ θεραπείαϲ ἐπὶ γὸ αὐθαδέϲτερον παρὰ τὰ καθεϲτηκότα Ῥωμαίοιϲ πάτρια μετεϲκεύαϲεν. Ε ὅτι Διοκλητιανὸϲ καὶ Μαξιμιανὸϲ τὴν βαϲιλείαν ἀφέντεϲ τὸν ἰδιώτην μετῆλθον βίον. καὶ ὁ μὲν ἐϲ Σάλωναϲ, πόλιν Ἰλλυορικήν, ὁ δὲ ἐϲ τὴν Λευκανῶν ἀφίκετο. καὶ ὁ μὲν Μαξιμιανὸϲ πόθῳ τῆϲ ἀρχῆϲ ἐϲ μετα μέλειαν ἦλθε, Διοκλητιανὸϲ δὲ ἐν ἡϲυχίᾳ κατεγήρα ἐν ἔτεϲι τριϲίν, [*](1155 vs. 7 Ἀθήναιόϲ 13, 567c 1156— vs. 18 ἀπήγξατο Georg. 477, 915 481, 12—19 ═ EV 1, 146,14—25 vs. 18 οὑτοϲ—30 μετεϲκεύαϲεν Io. Antioch. fr. 165, FHG 4, 601 sq. ═ EV 1, 196, 3 —16 ὅτι sq. cf. Eutrop. 167, fort. lo. Antioch.) [*](1154 cf v. A 1866 et v. Κύϊνδα 1155 hinc v. ὀξύβαφον extr et v. ξυλιφίων, cf. v. A 3977 (p. 364, 11 — 13) 1156 lo. Antioch. cf. V χημεία) [*](A(GITVM))[*]( 2 Κυἶναδα A 15 ἀλλὰ καὶ διὰ T E Exc. Georg. 20 ἡμέρω VM 22 περὶ om. A χημείαϲ GITMae: χειμείαϲ AMac μοιχείαϲ V 23 βιβλίοιϲ M cp. A 24 αὐτοὺϲ] αὐτῶν VM)

105
ὑπερβάλλουϲαν ἀρετὴν ἐνδειξάμενοϲ, τῆϲ δὲ Ἑλληνικῆϲ θρηϲκείαϲ οὐδ᾿ ὅλωϲ ἀποϲτάϲ.

1157 Διοκωχή: ἀνακωχὴ χρόνου. ἐν μάχαιϲ τιϲὶν αὐτοὺϲ νικήϲαϲ [*](Σ) καὶ διοκωχὴν αἰτήϲαϲιν ἔδωκεν.

1158 Διολιϲθαίνω. καὶ Διολιϲθεῖν, ἐκφυγεῖν. ὥϲτε τοὺϲ [*](Δ) χρήϲταϲ διολιϲθεῖν. τουτέϲτι τοὺϲ δανειϲτὰϲ ἐκφυγεῖν.

1159 Διολκή.

1160 Διόλου: ἐπίρρημα, Δἰ ὅλου δὲ καιροῦ.

1161 Διόμεια: δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ· ἀπὸ Διόμου τοῦ Ἡρακλέοϲ. [*](Ar.) Ἀριϲτοφάνηϲ· ἐφρόντιϲα, ὁπόθ᾿ Ἡράκλεια τἀν Διομείοιϲ γίνηται. τὸ δὲ Ἡράκλειον ἱερὸν Ἡρακλέουϲ. καὶ Διομειαλαζόναϲ λέγει ἀπὸ Διομείων τοῦ δήμου, ὃϲ ὠνόμαϲται οὕτωϲ ἀπό τινοϲ Διόμου.

1162 Διομήδεια: ἡ νῆϲοϲ.

1163 Διομήδειον ἔποϲ.

1164 Διομήδειοϲ ἀνάγκη. λέγεται καὶ ἵπποϲ. παροιμία, ἀπὸ τοῦ [*](Σ) Τυδέωϲ ἢ ἀπὸ τοῦ Θρᾳκόϲ· ὃϲ ἠνάγκαζε τοὺϲ ξένουϲ αἰϲχραῖϲ οὔϲαιϲ ταῖϲ θυγατράϲιν αὐτοῦ μίϲγεϲθαι (ἃϲ καὶ ἵππουϲ ἀλληγορεῖ), εἶτα ἀνῄρει. οἱ δέ, ὅτι Διομήδηϲ καὶ Ὀδυϲϲεὺϲ τὸ Παλλάδιον κλέψαντεϲ νυκτὸϲ ἐπανῄεϲαν. ἑπόμενοϲ δὲ ὁ Ὀδυϲϲεὺϲ τὸν Διομήδην ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ ϲελήνῃ δὲ ἰδὼν τὴν ϲκιὰν τοῦ ξίφουϲ ὁ Διομήδηϲ, δείϲαϲ τὸν Ὀδυϲϲέα ἐποίηϲε προάγειν παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατ᾿ ἀνάγκην τι πραττόντων. διὰ τοῦτο λέγει, ὅτι ἵππουϲ ἀνθρωποφάγουϲ εἶχεν ὁ Διομήδηϲ. ὅτι [*](Ar.) Διομἡδηϲ εἰϲ τὸν ἀπόπλουν καταχθεὶϲ εἰϲ τὰ ἴδια οὐκ ἐδέχθη, ἀλλὰ διωχθεὶϲ [*](Suid) ἀπῆλθεν εἰϲ Καλαβρίαν καὶ κτίζει πόλιν, ἤν ἐκάλεϲεν Ἀργυρίππην, τὴν μετονομαϲθεῖϲα Βενεβενντόν.

1165 Διόμνυται: ὀμνύει.

1166 Διομολογῶ· αἰτιατικῇ.

1167 Δῖον: ἔνδοξον.

[*](1157 — χρόνου cf Ba 199, 25 ═ Σa; H 1158 Διολιϲθεῖν sq. Ar. Nu. 434 c. sch. 1159 cf. Ba 199, 25 ═ Σa 1161 vs. 11 Ἡρακλέουϲ Ar Ran. 6501 c. sch. cf An. Ox. 1, 83, 2, Et. M. 277, 21. Διομειαλαζόναϲ sq. sch in Ar. Ach. 603 1162 ═ Ambr. 578 cf, Eust. in Dion. 483 1164 ἵπποϲ cf. Ambr. 517 — vs. 23 πραττόντων cf. Zen. III 8, sch. Pl. Rep. 203 d, Eust. l. 822, 19, H, sch. Ar. Eccl. 1029; vs 19 οἱ— 23 πραττόντων ═ Sabb. vs. 24 διὰ—Διομήδηϲ sch. Ar. Eccl. 1029 1165 ═ l. cf. Ambr. 660 1166 ═ Synt. Laur. 1167 ═ Ba 199, 26, Et. M 278, 15)[*](1157 Z 521 1158 cf. v. ϲτρεψοδικῆϲαι. Z 552 1161 cf. v. πανοῦργοϲ 1162 Z 521 1163 Z 526 1164 vs. 24 ὅτι alt. sq. ex v. B 237 1167 cf. 1202)[*](1 τῆϲ—2 ἀποϲτάϲ mg. A 1. 2 οὐδ᾿ ὅλωϲ] οὐκ VM οὐαὶ αὑτῷ καὶ μετὰ A(GITFVM) τὴν ἄϲκηϲιν mg add. AM post gl. GIT 3 ἐν—4 ἔδωκεν om. GlT mg. A 1160 om. F 8 Δἰ—καιροῦ om. T 9 Διόμου] Δ. ἐρωμένου sch. 16 λέγεται καὶ ἵπποϲ ex Gl 17 ὃϲ — 27 Bενεβεντόν] καὶ τὰ ἑξῆϲ F 18 μίϲγεϲθαι AGl: μίγνυϲθαι TVM 24 ὅτι— 27 Bενεβεντόν om. GT mg. A)
106
[*](Σ?)

1168 Διονύϲια: ἑορτὴ παῤ Ἀθηναίοιϲ. καὶ παροιμία· ἐξ αὐτοῦ [*](Ar.) ϲχεδὸν τοϲοῦτον, ὅϲον ἐκ Διονυϲίων. ἔθοϲ ἦν Ἀττικοῖϲ λέγειν τὰ ἔτη καὶ τὸν ὑπερπίπτοντα ἀριθμὸν ἀπὸ τῶν Διονυϲίων. καὶ αὖθιϲ· ὦ Διονύϲια· αὗται μὲν ὄζουϲ᾿ ἀμβροϲίαϲ καὶ νέκταροϲ. εἴρηται ἐπὶ τῶ ἀποδοχῆϲ ἀξίων. προϲδοκῶν εἰρήνηϲ οὔϲηϲ τῶν Διονυϲίων τὴν πανήγυριν ἔϲεϲθαι. ἀντὶ τοῦ ἥδιϲται, ἄξιαι τῶν Διονυϲίων. Διονύϲια οὖν ἑορτὴ Διονύϲου, ἥν ἦγον Ναυπάκτιοι.

[*](Hesy.)

1169 Διονυϲιάδηϲ, Φυλαρχίδου, Μαλλώτηϲ, τραγικόϲ. ἦν δὲ οὖτοϲ τῶν τῆϲ Πλειάδοϲ, καὶ γέγραπται αὐτῷ μεταξὺ ἄλλων καὶ Χαρακτῆρεϲ ἢ Φιλοκώμῳδοι, ἐν ᾧ τοὺϲ χαρακτῆραϲ ἀπαγγέλλει τῶν ποιητῶν. suid. ὅτι Ἀπολλώνιον βραχέωϲ τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ.

[*](Hesy.)

1170 Διονύϲιοϲ ὁ Ἀρεωπαγίτηϲ, ἐπίϲκοποϲ Ἀθηνῶν, ἀνὴρ ἐλλογιμώτατοϲ καὶ τῆϲ Ἑλληνικῆϲ παιδείαϲ εἰϲ ἄκρον ἐληλακώϲ, ἀκουϲτὴϲ Παύλου πρὸϲ τὴν τοῦ Χριϲτιανιϲμοῦ θρηϲκείαν καὶ ὑπ᾿ αὐτοῦ καταϲταθεὶϲ εἰϲ αὐτὰϲ τὰϲ Ἀθήναϲ ἐπίϲκοποϲ. πρὸϲ δὲ τὴν πάτριον τῶν Ἑλληνικῶν μαθημάτων ἄϲκηϲιν πάντων προὐκέκριτο· ἑκάϲτηϲ γὰρ ὡϲ εἰπεῖν αἱρέϲεωϲ τῆϲ ὑπ᾿ αὐτῶν πρεϲβευομένηϲ ἐν πολλῇ καθεϲτήκει τῇ πτίρᾳ. οὗτοϲ ἤκουϲε Παύλου δημηγοροῦντοϲ ἐν Ἀθήναιϲ καὶ τὸν Χριϲτὸν καὶ τὴν ἀνάϲταϲιν μετὰ παρρηϲίαϲ τοῖϲ Ἕλληϲιν εὐαγγελιζοε μένου. καὶ πιϲτεύϲαϲ τῷ Παύλου κηρύγματι ὑπ᾿ αὐτοῦ καὶ τῆϲ πόλεωϲ ἐπιϲκοπεῖν τάττεται. κατὰ γοῦν τὴν ἀρχὴν Τιβερίου Καίϲαροϲ, ὅτε δὴ καὶ τὴν ἡλικίαν ἤκμαζεν, ἀπῆρεν εἰϲ Αἴγυπτον τοῖϲ ἐκεῖϲε ϲοφοῖϲ ὁμιλῆϲαι γλιχόμενοϲ. ϲυνῆν δὲ αὐτῷ καὶ Ἀπολλοφάνηϲ ἐκεῖνοϲ ὁ ϲοφιϲτήϲ, οὗ Πολέμων ὁ Λαοδικεὺϲ ἐν Σμύρνῃ διήκουϲεν, ὁ διδάϲκαλοϲ Ἀριϲτείδου. κατὰ γοῦν τὸν καιρὸν τοῦ ϲωτηρίου πάθουϲ τοῦ δεϲπότου Χριϲτοῦ, ἄμφω ἤϲτην ἐν Ἡλιουπόλει τῇ ἐν Αἰγύπτῳ. καὶ δὴ τῆϲ ἡλιακῆϲ ἐκλείψεωϲ οὐ κατὰ φύϲιν γεγενημένηϲ, οὐ γὰρ ἦν ϲυνόδου καιρόϲ, εἰπεῖν λέγεται πρὸϲ τὸν μακάριον Διονύϲιον τὸν ϲοφιϲτὴν Ἀπολλοφάνην ταῦτα· ὧ καλὲ Διονύϲιε, ἀμοιβαὶ θείων πραγμάτων. μνημονεύει δὲ τούτων ἁπάντων ὁ αὐτὸϲ Διονύϲιοϲ ἐν τῇ πρὸϲ Πολύκαρπον τὸν μέγαν ἐπιϲτολῇ, τὸν Σμύρνηϲ ἐπίϲκοπον· [*](1168 — Ἀθηναίοιϲ cf Bk. 235, 6 ═ H, sch. Pl. Req. 475d; L vs. 1 ἐξ 2 Διονυϲίων Ar. Th. 750 c. sch. vs. 4 ῶ sq. Ar. Ach. 196 —7 c. sch. 1170 Bibliotheca hagiographica gr.2 n. 558. cf. Wentzel TU 13, 3, 39 sq ; p 107, 3 ϲὺ — 33 εἴρηκεν Dionys. Ar ad Polycarp. PG 3, 1080a— 1081c cf. 4, 628c —629a; p. 108, 24 ἰϲτέον—31 λόγων ═ sch. ad Dionys. Ar PG 4, 21 d) [*](1168 cf. 1183; Ar. Ach. cf. v. ὅζουϲιν 1169 hinc v. Μαλλώτηϲ. ὅτι sq. ex v. A 3418 1170 vs. 24 cf v. Πολέμων 3) [*](A(GITFVM))[*]( 1 καὶ—7 Ναυπάκτιοι om. F 5 προϲδοκῶν—7 Nαυπάκτιοι om. cf. p. 111, 2 οὕϲηϲ —Ναυπάκτιοι om GIT et in lac. M; ἐντεῦθεν εὑρέθη φύλλον ἄγραφον ἐν τῷ ἑτέρῳ βιβλίῳ ὡϲ δοκεῖν ἐλλελεῖφθαι πολὺ ἐκ τοῦ τοιούτου τόπου mg add M 1169 ex A 9 μεταξὺ ἄλλων corruptum esse vidit Bhd. 10 Φιλοκώμῳδοϲ Mein. ante 1170 lac. in A 12 Ἀρεοπαγίτηϲ GIacTVMac 13 ἀκουϲτὴϲ— p. 109, 20 ἑξῆϲ om. F 14 πρὸϲ— θρηϲκείαν ex A 15 πρὸϲ—21 τὴν] οὑτοϲ ὁ Ἀρεωπαγίτηϲ κατὰ τήν GITVM 22 ὅτε—ἤκμαζεν ex A 23 ὁμιλῆϲαι ἐλχόμεοϲ A: ὁμιλήϲων rell. ἐκεῖνοϲ ex A 26 τοῦ δεϲπότου Χριϲτοῦ ex A τῇ] τὴν A 28 εἰπεῖν—p. 107,18 ϲυνεϲτῶτε] ἀλλὰ GITVM 30 ὁ αὐτὸϲ A: αὐτὸϲ ὁ Wentzel)

107
ἦν γὰρ ὁ Ἀπολλοφάνηϲ τῷ Διονυϲίῳ τοῦ Χριϲτιανιϲμοῦ ἕνεκα διαλοιδορούμενοϲ· καὶ φηϲι· ϲὺ δὲ φῂϲ λοιδορεῖϲθαί μοι τὸν ϲοφιϲτὴν Ἀπολλοφάν καὶ πατραλοίαν ἀποκαλεῖν, ὡϲ τοῖϲ Ἑλλήνων ἐπὶ τοὺϲ Ἕλληναϲ οὐχ ὁϲίωϲ χρωμένῳ. καίτοι πρὸϲ αὐτὸν ἡμᾶϲ ἦν ἀληθέϲτερον εἰπεῖν, ὡϲ Ἕλληνεϲ τοῖϲ θείοιϲ οὐχ ὁϲίωϲ ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆϲ ϲοφίαϲ τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι ϲέβαϲ. καὶ μετὰ μικρόν· ἀλλὰ καὶ αὐτὸϲ Ἀπολλοφάνηϲ οὐχ ὁϲίωϲ τοῖϲ θείοιϲ ἐπὶ τὰ θεῖα χρῆται. τῇ γὰρ τῶν ὄντων γνώϲει καλῶϲ λεγομένῃ πρὸϲ αὐτοῦ φιλοϲοφίᾳ καὶ πρὸϲ τοῦ θείου Παύλου ϲοφίᾳ θεοῦ κεκλημένῃ πρὸϲ τὸ αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆϲ γνώϲεωϲ αὐτῶν ἐχρῆν ἀνάγεϲθαι τοὺϲ ἀληθεῖϲ φιλοϲόφουϲ. καὶ μετὰ βραχέα· ἔδει ϲυνιδεῖν Ἀπολλοφάνην ϲοφὸν ὄντα μὴ ἂν ἄλλωϲ ποτὲ δυνηθῆναι τῆϲ οὐρανίαϲ τι παρατραπῆναι τάξεωϲ καὶ κινήϲεωϲ, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ ϲυνοχέα καὶ αἴτιον ἔχειν εἰϲ τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ μεταϲκευάζοντα, κατὰ τὸν ἱερὸν λόγον. καὶ αὖθιϲ μετὰ μικρόν· εἰπὲ δὲ αὐτῷ, τί λέγειϲ περὶ τῆϲ ἐν τῷ ϲωτηρίῳ ϲταυρῷ γεγονυίαϲ ἐκλείψεωϲ; ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ ϲυνεϲτῶτε παραδόξωϲ τῷ ἡλίῳ τὴν ϲελήνην ἐμπίπτουϲαν ἑωρῶμεν, οὐ γὰρ ἦν ϲυνόδου καιρόϲ, αὖθίϲ τε αὐτὴν ἀπὸ τῆϲ ἐνάτηϲ ὥραϲ ἄχρι τῆϲ ἑϲπέραϲ εἰϲ τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶϲ ἀντικαταϲτᾶϲαν. ἀνάμνηϲον δέ τι καὶ ἕτερον αὐτόν· οἶδε γὰρ ὅτι καὶ τὴν ἔμπτωϲιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατοϲ ἐλθοῦϲαν, εἶτα ἀναποδίϲαϲαν, καὶ αὖθιϲ οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωϲιν καὶ τὴν ἀνακάθαρϲιν, ἀλλ᾿ ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην. τοϲαῦτα τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριϲτῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι μεγάλα καὶ ἐξαίϲια, ὧν οὐκ ἔϲτι ἀριθμόϲ. ταῦτα, εἴ ϲοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανεϲ, ἐξέλεγχε καὶ πρὸϲ ἐμὲ τὸν τότε ϲυμπαρόντα ϲοι καὶ ϲυνεωρακότα καὶ ϲυνανακρίναντα πάντα καὶ ϲυναγάμενον. ἀμέλει καὶ μαντείαϲ τότε οὐκ οἶδ᾿ ὅθεν ὁ Ἀπολλοφάνηϲ ἀπάρχεται, καὶ πρὸϲ ἐμὲ ὥϲπερ τὰ γινόμενα ϲυμβάλλων ἔφη ταῦτα· ὦ καλὲ Διονύϲιε· θείων ἀμοιβαὶ πραγμάτων. τοϲαῦτα ὡϲ κατ᾿ ἐπιϲτολὴν εἴρηκεν ὁ μέγαϲ Διονύϲιοϲ πρὸϲ τὸν θεοφόρον Πολύκαρπον. τῆϲ δέ γε ϲοφίαϲ αὐτοῦ καὶ τῆϲ εὐγλωττίαϲ ἔνδειξιϲ ἀκριβὴϲ ἡ τῶν παῤ αὐτοῦ γραφειϲῶν βίβλων ἀνυπέρβλητοϲ φράϲιϲ· τῇ τε γὰρ παρὰ τῶν ἔξωθεν καλουμένῃ παιδείᾳ, τῇ τε θείᾳ καὶ ἡμετέρᾳ, πολλὴν εἶχε τὴν ἐπιϲτήμην ἐν ἑκατέρᾳ. εἰ 1[*]( Χριϲτιανιϲμοῦ Ald: Χριϲτιανιϲμῶ A 14 ἔχειν A ἔϲχεν Dionys Kust. A (GITVM) 18 τὴν—19 αὐτὴν] τῆϲ ϲελήνηϲ ἐμπιπτούϲηϲ καὶ GITVM 20 ἀντικαταϲτᾶϲαν —22 ἀρξαμένην] ἀντικαταϲτάϲηϲ· ἦν γὰρ ἡ ἔμπτωϲιϲ αὐτῆϲ ἐξ ἀνατολῶν ἀρξαμένη GITVM 23 ἐλθοῦϲαν—ἀναποδίϲαϲααν] ἐλθοῦϲα—ἀναποδίϲαϲα GITVM 24 τὴν pr.— ἀνακάθαρϲιν] ἡ ἔμπτωϲιϲ (ἔκπτωϲιϲ l) καὶ ἡ ἀνακάθαρϲιϲ GITVM 25 γεγενημένην—p. 108, 3 γέγραπται] γεγενημένη· ἃ οὐκ ἔξεϲτιν ἄλλωϲ γενέϲθαι, εἰ μὴ ὁριϲμῷ καὶ οἰκονομίᾳ μόνου τοῦ παντοδυνάμου. τούτων τῶν ὑπερφυῶν οὕτω τότε καινουργηθέντων ἔφη ὁ ϲοφιϲτὴϲ Ἀπολλοφάνηϲ ῶϲπερ προφητευϲάμενοϲ· καλὲ Διονύϲιε· ἀμοιβαὶ θείων πραγμάτων. ὁ αὐτὸϲ Διονύϲιοϲ ἔφη· ἢ τὸ θεῖον πάϲχει ἢ τῷ πάϲχοντι ϲυμπάϲχει· ἔγραψε δὲ ὁ αὐτὸϲ GITVM cf. p. 106, 29)
108
γάρ τιϲ ἀπίδοι πρὸϲ τὰ κάλλη τῶν αὐτοῦ λόγων καὶ τὰ βάθη τῶν νοημάτων οὐκ ἀνθρωπίνηϲ φύϲεωϲ ταῦτα νομίϲοι γεννήματα, ἀλλά τινοϲ ἀκηράτου καὶ θείαϲ δυνάμεωϲ. καὶ τοίνυν αὐτῷ γέγραπται τάδε· Πρὸϲ Τιμόθεον ἐπίϲκοπον Ἐφέϲου, καὶ αὐτὸν μαθητὴν Παύλου τυγχάνοντα, περὶ θείων ὀνομάτων βιβλία ιβ΄, περὶ ἡνωμένηϲ καὶ διακεκριμένηϲ θεολογίαϲ, περὶ τοῦ, τίϲ ἡ τῆϲ εὐχῆϲ δύναμιϲ, καὶ περὶ τοῦ μακαρίου Ἱεροθέου, περὶ εὐλαβείαϲ καὶ ϲυγγραφῆϲ θεολογικῆϲ, περὶ ἀγαθοῦ, φωτόϲ, καλοῦ, ἔρωτοϲ, ἐκϲτάϲεωϲ, ζήλου· καὶ ὅτι τὸ κακὸν οὔτε ὄν οὔτε ἐξ ὄντων οὔτε ἐν τοῖϲ οὖϲιν, περὶ τοῦ ὄντοϲ, ἐν ᾧ καὶ παραδείγματα, περὶ ζωῆϲ, περὶ ϲοφίαϲ, νοῦ, λόγου, ἀληθείαϲ, πίϲτεωϲ, περὶ δυνάμεωϲ, δικαιοϲύνηϲ, ϲωτηρίαϲ, ἀπολυτρώϲεωϲ, περὶ μεγάλου καὶ μικροῦ, ταὐτοῦ, ἑτέρου, ὁμοίου, ἀνομοίου, ϲτάϲεωϲ, κινήϲεωϲ, ἰϲότητοϲ, περὶ παντοκράτοροϲ, παλαιοῦ ἡμερῶν· ἐν ὦ καὶ περὶ αἰῶνοϲ καὶ χρόνων· περὶ εἰρήνηϲ, καὶ τί βούλεται ἀυτὸ τὸ αὐτοεῖναι, περὶ ἁγίου ἁγίων, βαϲιλέωϲ βαϲιλέων καὶ κυρίου κυρίων καὶ θεοῦ θεῶν. ἑτέρα βίβλοϲ πρὸϲ τὸν αὐτὸν Τιμόθεον περὶ ἐκκληϲιαϲτικῆϲ ἱεραρχίαϲ περιέχουϲα κεφάλαια ιε΄, ἑτέρα βίβλοϲ πρὸϲ τὸν αὐτὸν Τιμόθεον περὶ τῆϲ οὐρανίου ἱεραρχίαϲ περιέχουϲα καὶ αὐτὴ κεφάλαια ιε ἄλλη πρὸϲ τὸν αὐτὸν Τιμόθεον βίβλοϲ περὶ μυϲτικῆϲ θεολογίαϲ περιέχουϲα κεφάλαια ε΄, Περὶ τῶν οὐρανίων ταγμάτων καὶ ὅϲα τῷ ἀριθμῷ. φέρονται δὲ αὐτοῦ καὶ ἐπιϲτολαὶ πρὸϲ Γάϊον θεραπευτὴν δ΄, πρὸϲ Δωρόθεον λειτουργὸν α΄, πρὸϲ Σώπατρον ἱερέα α΄, πρὸϲ Πολύκαρπον ἱεράρχην Σμύρνηϲ α΄, πρὸϲ Δημόφιλον θεραπευτὴν α΄, πρὸϲ Ἰωάννην τὸν Θεολόγον, τὸν ἀπόϲτολον καὶ εὐαγγελιϲτὴν α΄. ἰϲτέον δέ, ὥϲ τινεϲ τῶν ἔξω ϲοφῶν καὶ μάλιϲτα Πρόκλοϲ θεωρήμαϲι πολλάκιϲ τοῦ μακαρίου Διουϲίου κέχρηται καὶ αὐταῖϲ δὲ ξηραῖϲ ταῖϲ λέξεϲι. καὶ ἔϲτιν ὑπόοια ωνοια ἐκ τούτου λαβεῖν ὡϲ οἱ ἐν Ἀθήναιϲ παλαιότεροι τῶν φιλοϲόφων ϲφετεριϲάμενοι τὰϲ αὐτοῦ πραγματείαϲ, ὧν αὐτὸϲ μνημονεύει πρὸϲ ιμόθεον γράφων, ἀπέκρυψαν, ἶνα πατέρεϲ αὐτοὶ ὀφθῶϲι τῶν θείων αὐτοῦ λόγων. ὁ τοίνυν θεοφάντωρ Διονύϲιοϲ ἤδη που μακρὸν ἐλάϲαϲ χρόον καὶ πλήρηϲ ἡμερῶν γεγονὼϲ τῷ τοῦ πνεύματοϲ μαρτυρίῳ τῷ ὑπὲρ Χριϲτοῦ τελειοῦται ἐπὶ Τραϊανοῦ Καίϲαροϲ, ὅτε καὶ ὑ θεοφόροϲ άτιοϲ ἐν Ῥώμῃ τὸν τῆϲ ἀθαναϲίαϲ διήθληϲεν ἀγῶνα. ὅτι εἰϲ τὸν μέγαν Διονύϲιον ἔγραψεν ἐγκώμιον Μιχαὴλ Σύγκελλο Ἱεροϲολύμω, ἐν ὑ φηϲιν· ὅϲα δὲ δἰ ἀγράφου παραδόϲεωϲ ἢ ἐγγράφωϲ [*](1070 vs. 35 ὅϲα sqq]. Mich. Syncelli Encom. Diornys. P G 4, 625, d, 628a- c) [*](1070 ve. 34 hinc v. Μιχαὴλ 2) [*](A(GITVM))[*]( 2 νομίϲοι A; ἄν νομίϲαι Wantzel 5 τυγχάνοντα ex A 6 καὶ ex A 8 ὅτι] ὅτε A 9 οὔτε ἐν τοῖϲ—οὖϲιν ex A ἐν—10 παραδείγματα ex A 1 παραδείγματα Ald.1 παραδειγμάτων A 13 ἐν ᾧ καὶ ex A 14 χρόνων AVMac: χρόνου GITMec περὶ εἰρήνηϲ om. A καὶ alt.—αὐτοεῖναι ex A 15 καὶ pr. ex A καὶ alt ex A 16 ἑτέρα—Τιμόθεον ex A 17 περιέχουϲα —Τιμόθεον ex A 18 περιέχουϲα—19 βίβλοϲ ex A 19 περιέχουϲα—20 ε΄ ex A 20 Περὶ— ἀριθμῷ om. A 21 φέρονται— 31 καὶ] οὖτοϲ GITVM 31 τῷ pr. Bas.: τῶν omnes 31 32 τῷ ὑπέρ Χριϲτοῦ ex A 33 ἐν—p. 109, 3 Διονύϲιοϲ ex A)
109
παρειλήφαμε, ἥκομεν ὑμῖν τοῖϲ φιλακροάμοϲι παραθηϲόμενοι. τοιοῦτοϲ οὖν εἰϲ ἡμᾶϲ κατήντηκε λόγοϲ, ἀνέκαθεν πρὸϲ πατρὸϲ παιδὶ παραδεδομένοϲ, ὡϲ ὁ μέγαϲ Διονύϲιοϲ οὗτοϲ κατὰ τὸν τοῦ ϲωτηρίου πάθουϲ καιρόν, ἡνίκα μεϲούϲηϲ ἡμέραϲ ὁ ἥλιοϲ ἐκρύπτετο, ἐπὶ τῷ παραδόξῳ ϲφόδρα τεθηπὼϲ καὶ τὴν ἀνθρωπείαν ὑπερβεβηκὼϲ γνῶϲιν, κατανοήϲαϲ τὸ γεγονόϲ, ἄγνωϲτοϲ, ἔφη, πάϲχει θεόϲ, δἰ ὃν τόδε τὸ πᾶν ἐζόφωταί τε καὶ ϲεϲάλευται. καὶ παραχρῆμα τὸν χρόνον, καθ᾿ ὃν τουτὶ τὸ παγκόϲμιον ἐτετέλεϲτο τερατούργημα, τεκμηριωϲάμενοϲ ἐτήρει παρ ἑαυτῷ, τοὐντεῦθεν διαγγελούμενον καραδοκῶν. μέμνηται μέντοι καὶ αὐτὸϲ ἐν τῇ πρὸϲ Πολύκαρπον ἐπιϲτολῇ τῆϲ ἡλιακῆϲ ἐκλείψεωϲ ἐκείνηϲ τῆϲ φρικωδεϲτάτηϲ. Ἀπολλοφάνουϲ γάρ, ἀνδρὸϲ φιλοϲόφου, τὴν θρηϲκείαν Ἕλληνοϲ τυγχάνοντοϲ, νεμεϲῶντόϲ τε καὶ λοιδορουμένου τῷ τριϲολβίῳ τούτῳ ὡϲ ἑταίρῳ δῆθεν ὄντι φιλτάτῳ καὶ ὁμογενεῖ, τὰ πατρῷα μὲν μυϲαττομένῳ ϲεβάϲματα, τὴν δὲ τῶν Χριϲτιανῶν προτιμῶντι καὶ ἀϲπαζομένῳ πίϲτιν καὶ ταύτηϲ ἀγωνιϲτικώτατα προαϲπίζειν, καὶ τοῖϲ Ἑλλήνων κατὰ τῶν Ἑλλήνων χρωμένῳ, τὴν λοιδορίαν καὶ νέμεϲιν ἀναϲκευάζειν πειρώμενοϲ, μᾶλλον δὲ ὑποτιθέμεοϲ τῷ Πολυκάρπῳ, πρὸϲ ὃν καὶ ὁ ϲυϲτρατιώτηϲ ἐποιεῖτο τὰ ϲκώμματα, τάδε φηϲὶ· ϲὺ δὲ φῇϲ λοιδορεῖϲθαί μοι τὸν ϲοφιϲτὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν· καὶ τὰ ἑξῆϲ.

1171 Διονύϲιοϲ, Ἁλικαρναϲεύϲ, γεγονὼϲ ἐπὶ Ἀδριανοῦ Καίϲαροϲ, [*](Hesy.) ϲοφιϲτήϲ, καὶ Μουϲικὸϲ κληθεὶϲ διὰ τὸ πλεῖϲτον ἀϲκηθῆναι τὰ τῆϲ μουϲικῆϲ. ἔγραψε δὲ Ῥυθμικῶν ὑπομνημάτων βιβλία κδ΄, Μουϲικῆϲ ἱϲτορίαϲ βιβλία λς΄ ἐν δὲ τούτοιϲ αὐλητῶν καὶ κιθαρῳδῶν καὶ ποιητῶν παντοίων μέμνηται· Μουϲικῆϲ παιδείαϲ ἢ διατριβῶν βιβλία κβ΄ Τίνα μουϲικῶϲ εἴρηται ἐν τῇ Πλάτωνοϲ Πολιτείᾳ βιβλία ε΄.

1172 Διονύϲιοϲ, Ἀλεξανδρεύϲ, Θρὰξ δὲ ἀπὸ τοῦ πατρὸϲ Τήρου [*](Hesy.) Τῆροϲ τοὔνομα κληθείϲ, Ἀριϲτάρχου μαθητήϲ, γραμματικόϲ. ὅϲ ἐϲοφίϲτευϲεν ἐν Ῥώμη ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ ἐξηγήϲατο Τυραννίωνι τῷ προτέρῳ. ϲυνέταξε δὲ πλεῖϲτα γραμματικά τε καὶ ϲυνταγματικὰ καὶ ὑπομνήματα.