Suidae lexicon
Suda
Suda, Suidae lexicon, Adler, Teubner, 1935
1138 Αιογενέϲ: εὐγενέϲτατον.
1139 Διογενειανόϲ, Ἡρακλείαϲ Πόντου, γραμματικόϲ, γεγονὼϲ ἐπὶ [*](Hesy.) Ἀδριανοῦ βαϲιλέωϲ.
1140 Διογενειανόϲ, Ἡρακλείαϲ ἑτέραϲ, οὐ τῆϲ Πόντου, γραμματικόϲ, [*](Hesy.) γεγονὼϲ καὶ αὐτὸϲ ἐπὶ Ἀδριανοῦ βαϲιλέωϲ. ἐπιϲτατέον δὲ μήποτέ ἐϲτιν ὁ ἐκ τῆϲ Ἀλβάκηϲ Ἡρακλείαϲ τῆϲ ἐν Καρίᾳ ἰατρόϲ· ἦν γὰρ οὗτοϲ παντοῖοϲ λόγοϲ· οὐ γὰρ εὗρον ῥητῶϲ τὸ ἐξ Ἡρακλείαϲ αὐτὸν εἶναι τῆϲ ἐν Πόντῳ, ἀλλ᾿ οὕτω παρά τιϲι δεδόξαϲται. ἔϲτι δὲ αὐτοῦ βιβλία ταῦτα· Λέξιϲ παντοδαπὴ κατὰ ϲτοιχεῖον ἐν βιβλίοιϲ ε΄· ἐπιτομὴ δέ ἐϲτι τῶν Παμφίλου λέξεων βιβλίων ε΄ καὶ τετρακοϲίων καὶ τῶν Ζωπυρίωνοϲ· Ἐπιγραμμάτων ἀνθολόγιον, Περὶ ποταμῶν, λιμνῶν, κρηνῶν, ὀρῶν, ἀκρωρειῶν, Περὶ ποταμῶν κατὰ ϲτοιχεῖον ἐπίτομον ἀναγραφήν, Συναγωγὴν καὶ πίνακα τῶν ἐν πάϲῃ γῇ πόλεων· καὶ λοιπά.
1141 Διογένηϲ: ὄνομα φιλοϲόφου, τοῦ καὶ Κυνόϲ. τί χρὴ περὶ τῆϲ ἀνδρείαϲ Διογένουϲ λέγειν, τῆϲ πραότητοϲ Σενοκράτουϲ, τῆϲ Ἀριϲτοέλουϲ εὐμουϲίαϲ, τῆϲ Θεοφράϲτου βαρύτητοϲ, Ζήνωνοϲ τῶν αὐϲτηρῶν καὶ γενναίων τρόπων, Πλάτωνοϲ ϲεμνότητοϲ, Πολέμωνοϲ ἐγκρατείαϲ· τούτων γὰρ οὐκ ἔϲτιν ὅϲτιϲ οὐ πάντα ἀγαθὸϲ ὢν διέφερεν ὅμωϲ τοῦ πληϲίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰϲ αὐτόν· Διόγενεϲ, [*](Suid.) ἄγε, λέγε, τίϲ ἔλαβέ ϲε μόροϲ ἐϲ ἄϊδοϲ; ἔλαβέ με κυνὸϲ ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων.
1142 Διογένηϲ, ἢ Οἰνόμαοϲ, Ἀθηναῖοϲ, τραγικόϲ· γέγονεν ἐπὶ τῆϲ [*](Hesy.) τῶν λ΄ καταλύϲεωϲ. δράματα αὐτοῦ, Ἀχιλλεύϲ, Ἑλένη, Ἡρακλῆϲ, Θυέϲτηϲ, Μήδεια, Οἰδίπουϲ, Χρύϲιπποϲ, Σεμέλη.
1143 Διογένηϲ, ‘Ικεϲίου υἱὸϲ τραπεζίτου, Σινωπεύϲ. ὃϲ φυγὼν τὴν πατρίδα διὰ τὸ παρακόψαι νόμιϲμα ἦλθεν εἰϲ Ἀθήναϲ καὶ Ἀντιϲθένει παραβαλὼν τῷ Κυνικῷ ἠράϲθη τοῦ ἐκείνου βίου καὶ τὴν Κυνικὴν φιλοϲοφίαν ἠϲπάϲατο, πολλῆϲ οὔϲηϲ αὐτῷ ὑπεριδὼν οὐϲίαϲ. γηραιὸϲ δὲ ὢν ὑπὸ πειρατοῦ Σκιρτάλου ἐλήφθη καὶ πραθεὶϲ ἐν Κορίνθῳ Ξνιάδῃ τινὶ παρὰ τῷ πριαμένῳ διέμεινεν, οὐχ ἑλόμενοϲ λυθῆναι ὑπὸ Ἀθηναίων ἢ τῶν οἰκείων καὶ φίλων. ἐπὶ δὲ τῆϲ ριγ΄ Ὀλυμπιάδοϲ [*](Hesy.) κατέϲτρεψε τὸν βίον δηχθεὶϲ ὑπὸ κυνὸϲ τὸ ϲκέλοϲ καὶ θεραπείαϲ ὑπεριδών, κατὰ τὴν αὐτὴν ἡμέραν ὅτε καὶ ὁ Μακεδὼν Ἀλέξανδροϲ ἐν Βαβυλῶνι ἀπέθανεν.
[*](1138 ═ Ba 199, 19, Σa cf. sch. A 337 ═ H 1141 ὄνομα ═ Ambr. 496 Ps. Herodian. 20 1142 cf. Laert. D. 6, 80, Meineke, Anal in Ath 307, Rohde, Kl. Sehr. 1, 182 1143 cf. Laert. D. 6, 20 et 79)[*](1141 φέρεται sq. ex v. A 180 cf. v. ὀδάξ)[*](1139 om. V 2 γραμματικὸϲ—4 Πόντου om. M 7 παντοῖοϲ] παντοίωϲ coll. A(GITFVM) 1174 Toup. παντοίοιϲ ed. pr λόγοϲ]ὲν λόγοιϲ Τλόγιοϲ coll. 1174 Toup λόγοιϲ ed. pr. λόγουϲ Bhd. 13 post πίνακα lac. in M τῇ γῇ VM 15 τί—22 βραχέων om F 16 ἀνδρίαϲ A τῆϲ tert] τοῦ V 17 18 τῶν αὐϲτηρῶν καὶ γενναίων τρόπων Mea; acc. sing. rell. 20 φέρεται—22 βραχέων om. T mg. A καὶ om VM 23 Οἰονόμαοϲ A τῆϲ om. V M 32 καὶ om. Τ ριγ΄] ρι΄ GITV)1144 Διογένηϲ, Ἀντιϲθένουϲ ὁμιλητήϲ, ὃϲ πρῶτοϲ Κλέων ἐπεκλήθη· ἐν πίθῳ δὲ διέτριβεν. ἐρομένῳ δὲ αὐτῷ, πῶϲ ἂν πρωτεύϲειεν, ἐπολι τεύετο δέ, ὁ θεὸϲ ἀνεῖλεν, εἰ παραχαράξειεν. ὁ δὲ τὸ νόμιϲμα παρεχάραξεν· ἐφ᾿ ῷ φυγὼν ἧλθεν ἐϲ Ἀθήναϲ. ἐντυχὼν δὲ Ἀντιϲθένει κατὰ δόξηϲ διαλεγομένῳ ἐφιλοϲόφηϲε. πλέων δὲ ὑπὸ καταποντιϲτῶν ληφθεὶϲ ἐπράθη. κηρυττόμενοϲ δὲ καὶ ἐρωτώμενοϲ, τί εἰδείη, ἄρχειν ἀνθρώπων, ἔφη. καὶ θεαϲάμενοϲ Κορίνθιον πλούϲιον ἄϲωτον, τούτῳ με, ἔφη, πώληϲον· δεϲπότου γὰρ δεῖται. ὁ δὲ ὠνεῖται καὶ εἰϲ Κόρινθον ἄγει καὶ τῶν παίδων ἀποδείκνυϲι παιδαγωγόν. ἔλεγε δὲ δαί μονα ἀγαθὸν εἰϲ τὴν οἰκίαν εἰϲεληλυθέναι.
1145 Διογένηϲ· ὅτι Διογένηϲ εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸϲ ὢν πατὴρ οὐ ϲυνεγίνωϲκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναϲτέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πάθοϲ παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δειὴ ἐπίταϲιϲ· ἐξερριπίζετο γὰρ ὁ ἔρωϲ, ἐμποδὼν ἱϲταμένου τοῦ Διογένουϲ, καὶ ἐϲ τὴν παροῦϲαν νόϲον μᾶλλον ἐξήπτετο ὁ νέοϲ. κεν οὖν εἰϲ Δελφούϲ, ὡϲ ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυϲαναϲχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ, εἴ οἱ πέπαυται νοϲῶν ποτε ὁ παῖϲ. ἡ δέ, ὡϲ εἶδεν οὐ πάντη φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖϲ ϲυγγνώμονα ἀνάγκαιϲ, λέγει ταῦτα· λήξει παῖϲ ϲὸϲ ἔρωτοϲ, ὅταν κούφῃ νεότητι Κύπριδοϲ ἱμερόεντι καταφλεχθῇ φρέναϲ οἴϲτρῳ. ὀργὴν οὖν πρήϋνον ἀμειδέα μηδ᾿ ἐπιτείνειν κωλύων· πράϲϲειϲ γὰρ ἐναντία ϲοῖϲι λογιϲμοῖϲ. ἤν δ᾿ ἐφ᾿ ἡϲυχίην ἔλθῃϲ, λήθην τάχοϲ ἕξει φίλτρον καὶ νήψαϲ αἰϲχρᾶϲ καταπαύϲεται ὁρμῆϲ. ἀκούϲαϲ τοίνυν ὁ Διογένηϲ ταῦτα τὸν μὲν θυμὸν κατεϲτόρεϲεν, ἐλπίδοϲ δὲ ὑπεπλήϲθη χρηϲτῆϲ, ἔχων τῆϲ τοῦ παιδὸϲ ϲωφροϲύνηϲ ἐγγυητὰϲ ἀξιόχρεωϲ· καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατὴρ ἡμερωθείϲ τε καὶ πραϋνθεὶϲ τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸϲ Αἵμων, ὁ τοῦ Σοφοκλέουϲ, ἀπεδείξατο, τῆϲ Ἀντιγόνηϲ ἐρῶ καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνοϲ ὁμοίωϲ ἐλαυνόμενοϲ ξίφει πρὸϲ τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόϲον διελύϲατο.
1146 Διογένηϲ ἢ Διογενειανόϲ, Κυζικηνόϲ, γραμματικόϲ. ἔγραψε Πάτρι Κυζίκου, Περὶ τῶν ἐν τοῖϲ βιβλίοιϲ ϲημείων, Περὶ ποιητικῆϲ, Περὶ ϲτοιχείων.
1147 Διόγνητοϲ: ὄνομα κύριον.
1148 Διοδεία: ἡ διέλευϲιϲ.
[*](1144 cf. Laert. D. 6, 20 et 74 1145 Aelian fr. 103 1147 ═ Ambr. 494 1148 cf. L; l. ═ Ambr. 582)[*](1145 hinc v. A 1567 extr)[*](A(GITVM))[*]( 3 παραχαράξαϲ V 4 φυγὠν] καὶ φυγὼν V 12 ῥᾳθυμίαν Gl 13 τοῦ om. V 14 δεινοῦ V 16 εἰϲ] ὡϲ G 17 ἐρωτᾶ om V πεπαύϲεται Perizonius ποτε] ποτε καὶ A 22 δέ γ᾿ ἐφ᾿ coniecit Gsf φίλτρον AMac; φίλτρων rell. 24 μὲν om IV 26 τοι GlM: τι A μοι V)1149 Διόδωροϲ, μονάζων, ἐν τοῖϲ χρόνοιϲ Ἰουλιανοῦ καὶ Οὐάλεντοϲ [*](Hesy.) ἐπιϲκοπήϲαϲ Ταρϲῶν τῆϲ Κιλικίαϲ. οὗτοϲ ἔγραψεν, ὥϲ φηϲι Θεόδωροϲ Ἀναγνώϲτηϲ ἐν τῇ ἐκκληϲιαϲτικῇ ἱϲτορίᾳ, διάφορα. εἰϲὶ δὲ τάδε· Ἑρμηνεῖαι εἰϲ τὴν παλαιὰν πᾶϲαν· Γένεϲιν, Ἔξοδον καὶ ἐφεξῆϲ· καὶ Εἰϲ ψαλμούϲ· Εἰϲ τὰϲ δ΄ Βαϲιλείαϲ· Εἰϲ τὰ ζητούμενα τῶν Παραλειπομένων, Εἰϲ τὰϲ Παροιμίαϲ, Τίϲ διαφορὰ θεωρίαϲ καὶ ἀλληγορίαϲ, Εἰϲ τὸν Ἐκκληϲιαϲτήν, Εἰϲ τὸ ᾆϲμα τῶν ᾀϲμάτων, Εἰϲ τοὺϲ προφήταϲ, Χρονικόν, διορθούμενον τὸ ϲφάλμα Εύϲεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰϲ τὰ δ΄ Εὐαγγέλια, Εἰϲ τὰϲ πράξειϲ τῶν Ἀποϲτόλων, Εἰϲ τὴν ἐπιϲτολὴν Ἰωάννου τοῦ Εὐαγγελιϲτοῦ, Περὶ τοῦ, εἶϲ θεὸϲ ἐν τριάδι, Κατὰ Μελχιϲεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νϲκρῶν ἀναϲτάϲεωϲ, Περὶ ψυχῆϲ κατὰ διαφόρων περὶ αὐτῆϲ αἱρέϲεων, Πρὸϲ Γρατιανὸν κεφάλαια, Κατὰ ἀϲτρονόμων καὶ ἀϲτρολόγων καὶ εἱμαρμένηϲ, Περὶ ϲφαίραϲ καὶ τῶν ζ΄ ζωνῶν καὶ τῆϲ ἐναντίαϲ τῶν ἀϲτέρων πορείαϲ, Περὶ τῆϲ Ἱππάρχου ϲφαίραϲ, Περὶ προνοίαϲ, Κατὰ Πλάτωνοϲ περὶ θεοῦ καὶ θεῶν, Περὶ φύϲεωϲ καὶ ὕληϲ, ἐν ᾧ, τί τὸ δίκαιόν ἐϲτι, Περὶ θεοῦ καὶ ὕληϲ Ἑλληνικῆϲ πεπλαϲμένηϲ, Ὅτι αἱ ἀόρατοι φύϲειϲ οὐκ ἐκ τῶν ϲτοιχείων, ἀλλ᾿ ἐκ μηδενὸϲ μετὰ τῶν ϲτοιχείων ἐδημιουργήθηϲαν, Πρὸϲ Εύφρόνιον φιλόϲοφον κατὰ πεῦϲιν καὶ ἀπόκριϲιν, Κατὰ Ἀριϲτοτέλουϲ περὶ ϲώματοϲ οὐρανίου, Πῶϲ θερμὸϲ ὁ ἥλιοϲ, Κατὰ τῶν λεγόντων ζῷον τὸν οὐρανόν, Περὶ τοῦ πῶϲ ἀεὶ μὲν ὁ δημιουργόϲ, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα, Πῶϲ τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντοϲ, Κατὰ Πορφυρίου περὶ ζῴων καὶ θυϲιῶν.
1150 Διόδωροϲ, ὁ ὐαλέριοϲ ἐπικληθείϲ, φιλόϲοφοϲ, μαθητὴϲ Τηλεκλέουϲ, [*](Hesy) Ἀλεξανδρεύϲ, υἱὸϲ Πωλίωνοϲ τοῦ φιλοϲόφου, τοῦ γράψαντοϲ τὴν Ἀττικὴν λέξιν· γεγονὼϲ ἐπὶ τοῦ Καίϲαροϲ Ἀδριανοῦ.
1151 Διόδωροϲ, Σικελιώτηϲ, ἱϲτορικόϲ. ἔγραψε Βιβλιοθήκην· ἔϲτι [*](Hesy.) δὲ ἱϲτορία Ῥωμαϊκή τε καὶ ποικίλη ἐν βιβλίοιϲ μ΄ γέγονε δὲ ἐπὶ τῶν χρόνων Αὐγούϲτου Καίϲαροϲ καὶ ἐπάνω.
1152 Διόδωροϲ, καὶ αὐτὸϲ κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν [*](Hesy.) Αὐλητρίϲ, ὡϲ Ἀθήναιοϲ ἐν τῷ δεκάτῳ τῶν Δειπνοϲοφιϲτῶν λέγει. ἐν [*](Hesy.) δὲ τῷ ιβ΄ φηϲίν, ὅτι καὶ Ἐπίκληροϲ καὶ Πανηγυριϲταί.
1153 Δίοδοι: αἱ ὁδοί ἀπὸ τοῦ διοδεύειν. Ἀριϲτοφάνηϲ· αἱ δὲ [*](Ar.) γυναῖκεϲ κατὰ τὰϲ διόδουϲ προϲπίπτουϲαι τοῖϲ ἀπὸ τοῦ δείπνου, τάδε λέξουϲι· δεῦρο παῤ ἡμᾶϲ, ἐνθάδε μεῖραξ ἔϲθ᾿ ὡραία.
[*](1140 cf. Wentzel TU 13, 3, 35 sq., Hieron. vir. ill. 127, Phot. Bibl. cod 223 1152 Ath. 10, 431c; cf. 6, 235d et 239a 1153 Ar. Eccl. 693—6 c. sch.)[*](1150 cf. v. Πωλίων 2 1153 cf. v. προϲπίπτουϲαι)[*](5 ψαλμούϲ· καὶ εἰϲ VM 6 Πίϲ—7 ᾀϲμάτων om. V 11 Μελχιϲεδεκιϲτῶν V A(GITFVM) 12 κατὰ] καὶ Kust. 19 πρὸϲ Εὐφράϲιον Harnack TU n. F. 6, 4, 41 et 42, 3 20 οὐρανοῦ ITV Πῶϲ] καὶ Πὼϲ GIT 22 τὸ μὴ] μὴ τὸ V 28 τε om. V 32 ιβ΄] β΄ F Daub (Jb. Suppl. 11, 484, n. 61) ς΄ Reinesius)1154 Διοκαιϲάρεια, ἡ νῦν λεγομένη Ἀνάζαρβα, πόλιϲ ἐν Κιλικίᾳ· πρότερο δὲ Κύϊνδα ἐλέγετο. καὶ ζήτει ἐν τῷ Ἀνάζαρβα.
1155 Διοκλῆϲ, Ἀθηναῖοϲ ἢ Φλιάϲιοϲ, ἀρχαῖοϲ κωμικόϲ, ϲύγχρονοϲ Σαννυρίωνι καὶ Φιλυλλίῳ. δράματα αὐτοῦ Θάλαττα, Μέλιτται, Ὄνειροι, Βάκχαι, Θυέϲτηϲ β΄. τοῦτον δέ φαϲιν εὑρεῖν καὶ τὴν ἐν τοῖϲ ὀξυβάφοιϲ ἁρμονίαν ἐν ὀϲτρακίνοιϲ ἀγγείοιϲ, ἅπερ ἔκρουεν ἐν ξυλιφίῳ. τὸ δὲ Θάλαττα ἑταίραϲ ὄνομά ἐϲτιν, ὡϲ Ἀθήναιόϲ φηϲιν.
1156 Διοκλητιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων. ἐπὶ τούτου καὶ Μαξι μιανοῦ γαμβροῦ αὐτοῦ διωγμὸϲ κατὰ Χριϲτιανῶν ἐκινήθη φρικω δέϲτατοϲ· προϲέταξαν γὰρ κατὰ χώραν καὶ πόλιν τάϲ Χριϲτοῦ ἐκκληϲίαϲ καταϲτρέφεϲθαι καὶ τὰϲ θείαϲ αὐτῶν γραφάϲ κατακαίεϲθαι, τοὺϲ δὲ Χριϲτιανοὺϲ εὑριϲκομένουϲ ἀναγκάζεϲθαι θύειν τοῖϲ δαίμοϲιν. ἡττηθέτεϲ δὲ τῷ πλήθει τῶν ἀναιρουμένων Χριϲτιανῶν ἐξέθεντο δόγμα ὥϲτε τοὺϲ εὑριϲκομένουϲ Χριϲτιανοὺϲ ἐξορύττεϲθαι τὸν δεξιὸν ὀφθαλμόν, οὐ μόνον διὰ τὸ ὀδυνηρόν, ἀλλὰ διὰ τὸ ἄτιμόν τε καὶ πρόδηλον καὶ τῆϲ τῶν Ῥωμαίων πολιτείαϲ ἀλλότριον· οὓϲ ἡ θεία δίκη ἐνδίκωϲ μετελθοῦϲα δικαίωϲ ἐξέκοψε· καὶ ὁ μὲν ἐϲφάγη ὑπὸ τῆϲ ϲυγκλήτου, ὁ δὲ ἀπήγξατο. οὗτοϲ ὁ ἄνουϲ καὶ μιϲόχριϲτοϲ μνήμῃ καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτεριϲθέντων περὶ τὴν Αἴγυπτον οὐ μετρίωϲ οὐδε ἡμέρωϲ τῷ κρατεῖν ἀπεχρήϲατο, ἀλλὰ προγραφαῖϲ τε καὶ φόνοιϲ τῶν ἐπιϲήμων μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον. ὅτε δὴ καὶ τὰ περὶ χημείαϲ ἀργύρου καὶ χρυϲοῦ τοῖϲ παλαιοῖϲ αὐτῶν γεγραμμένα βιβλία διερευνηϲάμενοϲ ἔκαυϲε πρὸϲ τὸ μηκέτι πλοῦτον Αἰγυπτίοιϲ ἐκ τῆϲ τοιαύτηϲ περιγίνεϲθαι τέχνηϲ μηδὲ χρημάτων αὐτοὺϲ θαρροῦνταϲ περιουϲίᾳ τοῦ λοιποῦ Ῥωμαίοιϲ ἀνταίρειν. ἦν δὲ τὸ ἦθοϲ ποικίλοϲ τιϲ καὶ πανοῦργοϲ, τῷ δὲ λίαν ϲυνετῷ καὶ ὀξεῖ τῆϲ γνώμηϲ ἐπεκά λυπτε πολλάκιϲ τὰ τῆϲ οἰκείαϲ φύϲεωϲ ἐλαττώματα, πᾶϲαν ϲκληρὰν πρᾶξιν ἑτέροιϲ ἀνατιθείϲ. ἐπιμελὴϲ δὲ ὅμωϲ καὶ ταχὺϲ ἐν ταῖϲ τῶν πρακτέῳ ἐπιβολαῖϲ καὶ πολλὰ τῶν τῆϲ βαϲιλικῆϲ θεραπείαϲ ἐπὶ γὸ αὐθαδέϲτερον παρὰ τὰ καθεϲτηκότα Ῥωμαίοιϲ πάτρια μετεϲκεύαϲεν. Ε ὅτι Διοκλητιανὸϲ καὶ Μαξιμιανὸϲ τὴν βαϲιλείαν ἀφέντεϲ τὸν ἰδιώτην μετῆλθον βίον. καὶ ὁ μὲν ἐϲ Σάλωναϲ, πόλιν Ἰλλυορικήν, ὁ δὲ ἐϲ τὴν Λευκανῶν ἀφίκετο. καὶ ὁ μὲν Μαξιμιανὸϲ πόθῳ τῆϲ ἀρχῆϲ ἐϲ μετα μέλειαν ἦλθε, Διοκλητιανὸϲ δὲ ἐν ἡϲυχίᾳ κατεγήρα ἐν ἔτεϲι τριϲίν, [*](1155 vs. 7 Ἀθήναιόϲ 13, 567c 1156— vs. 18 ἀπήγξατο Georg. 477, 915 481, 12—19 ═ EV 1, 146,14—25 vs. 18 οὑτοϲ—30 μετεϲκεύαϲεν Io. Antioch. fr. 165, FHG 4, 601 sq. ═ EV 1, 196, 3 —16 ὅτι sq. cf. Eutrop. 167, fort. lo. Antioch.) [*](1154 cf v. A 1866 et v. Κύϊνδα 1155 hinc v. ὀξύβαφον extr et v. ξυλιφίων, cf. v. A 3977 (p. 364, 11 — 13) 1156 lo. Antioch. cf. V χημεία) [*](A(GITVM))[*]( 2 Κυἶναδα A 15 ἀλλὰ καὶ διὰ T E Exc. Georg. 20 ἡμέρω VM 22 περὶ om. A χημείαϲ GITMae: χειμείαϲ AMac μοιχείαϲ V 23 βιβλίοιϲ M cp. A 24 αὐτοὺϲ] αὐτῶν VM)
1157 Διοκωχή: ἀνακωχὴ χρόνου. ἐν μάχαιϲ τιϲὶν αὐτοὺϲ νικήϲαϲ [*](Σ) καὶ διοκωχὴν αἰτήϲαϲιν ἔδωκεν.