Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Δ)

1133 Δινωτήν: περιφερῆ.

1134 Δινωτοῖϲ: λιθοϲτρώτοιϲ.

1135 Διό: ϲύνδεϲμοϲ.

1136 Διόβλητοϲ: ὁ ὑπὸ κεραυνοῦ βληθείϲ. ὁ δὲ τοῦ τολμήματοϲ [*](Ε) ἡγεμὼν διόβλητοϲ γενόμενοϲ εἶτα κατεπρήϲθη.

[*](Ε)

1137 Διόβλητοι: οὐρανόθεν βαλλόμενοι. ϲκηπτοί τε κατωλίϲθανον καὶ ἐγίνοντο διόβλητοι ἅπαντεϲ.

[*](1125 cf. Et Gud., Ps. Herodian. 265; — κύριον ═ Ambr. 337 Διμίτριοϲ sq. f. Ambr. 455 et 542, L 1126— vs. 6 λαμβάνειν cf. Bk. 242, 23, sch Luc 281, 20; vs. 5 ἔϲτι—6 λαμβάνειν ═ Sabb. vs. 6 οἱ sq. Lex. Tact. n. 5 1128 ═ Ba 199, 13 et 18 cf. sch. B in Δ 541, Apion; Ambr. 548 ═ Et. M. 276, 44 1129 ═ Ba 199, 14, sch. Σ 543 1130 ═ Ba 199, 15 cf. sch. B 877 1131— ϲτρέψαϲ ═ Ba 199, 17, H cf. sch. 378 δῖναί sq. Arr. Parth. fr. 60 1132 Ar. Mu. 380 c. sch. cf. Et. M 277,14; ϲυϲτροφὴ ═ Ps. Herodian. 20 1183 cf. Et. M, 277,11, aliter Ambr. 568 1136 ὁ sq. Aelian. fr. 351 1137 ϲκηπτοί sq. Aelian. fr. 250)[*](1125 Z 507 1126 Tact. cf. post littera M 1127 ex v. B 514 1137 Z 508)[*](A(GITFVM))[*]( 1125 non nov. gl. A 1 ὄνομα— δὲ om. F διὰ τοῦ 1 om. TFV 1. 2 ὁ ἔχων δύο μίτραϲ VM deinde Δημοτική add. VMV, Mmg, ante gl. l 3 τετρώβολον Dr. cf. sch. Luc. 5 λοχαγὸϲ lac T Sabb.. λόγοϲ AGlac λόγοϲ λοχαγὸϲ FVM 8 διμοιρίαϲ V 1127 om. GITF mg. A 10 καὶ—11 Βραγχίδαι om. V 16 πεποιημένου Dr 19 〈ἣ〉 add. Bas. 30 κατωλίϲθηϲαν GI)
101

1138 Αιογενέϲ: εὐγενέϲτατον.

1139 Διογενειανόϲ, Ἡρακλείαϲ Πόντου, γραμματικόϲ, γεγονὼϲ ἐπὶ [*](Hesy.) Ἀδριανοῦ βαϲιλέωϲ.

1140 Διογενειανόϲ, Ἡρακλείαϲ ἑτέραϲ, οὐ τῆϲ Πόντου, γραμματικόϲ, [*](Hesy.) γεγονὼϲ καὶ αὐτὸϲ ἐπὶ Ἀδριανοῦ βαϲιλέωϲ. ἐπιϲτατέον δὲ μήποτέ ἐϲτιν ὁ ἐκ τῆϲ Ἀλβάκηϲ Ἡρακλείαϲ τῆϲ ἐν Καρίᾳ ἰατρόϲ· ἦν γὰρ οὗτοϲ παντοῖοϲ λόγοϲ· οὐ γὰρ εὗρον ῥητῶϲ τὸ ἐξ Ἡρακλείαϲ αὐτὸν εἶναι τῆϲ ἐν Πόντῳ, ἀλλ᾿ οὕτω παρά τιϲι δεδόξαϲται. ἔϲτι δὲ αὐτοῦ βιβλία ταῦτα· Λέξιϲ παντοδαπὴ κατὰ ϲτοιχεῖον ἐν βιβλίοιϲ ε΄· ἐπιτομὴ δέ ἐϲτι τῶν Παμφίλου λέξεων βιβλίων ε΄ καὶ τετρακοϲίων καὶ τῶν Ζωπυρίωνοϲ· Ἐπιγραμμάτων ἀνθολόγιον, Περὶ ποταμῶν, λιμνῶν, κρηνῶν, ὀρῶν, ἀκρωρειῶν, Περὶ ποταμῶν κατὰ ϲτοιχεῖον ἐπίτομον ἀναγραφήν, Συναγωγὴν καὶ πίνακα τῶν ἐν πάϲῃ γῇ πόλεων· καὶ λοιπά.

1141 Διογένηϲ: ὄνομα φιλοϲόφου, τοῦ καὶ Κυνόϲ. τί χρὴ περὶ τῆϲ ἀνδρείαϲ Διογένουϲ λέγειν, τῆϲ πραότητοϲ Σενοκράτουϲ, τῆϲ Ἀριϲτοέλουϲ εὐμουϲίαϲ, τῆϲ Θεοφράϲτου βαρύτητοϲ, Ζήνωνοϲ τῶν αὐϲτηρῶν καὶ γενναίων τρόπων, Πλάτωνοϲ ϲεμνότητοϲ, Πολέμωνοϲ ἐγκρατείαϲ· τούτων γὰρ οὐκ ἔϲτιν ὅϲτιϲ οὐ πάντα ἀγαθὸϲ ὢν διέφερεν ὅμωϲ τοῦ πληϲίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰϲ αὐτόν· Διόγενεϲ, [*](Suid.) ἄγε, λέγε, τίϲ ἔλαβέ ϲε μόροϲ ἐϲ ἄϊδοϲ; ἔλαβέ με κυνὸϲ ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων.

1142 Διογένηϲ, ἢ Οἰνόμαοϲ, Ἀθηναῖοϲ, τραγικόϲ· γέγονεν ἐπὶ τῆϲ [*](Hesy.) τῶν λ΄ καταλύϲεωϲ. δράματα αὐτοῦ, Ἀχιλλεύϲ, Ἑλένη, Ἡρακλῆϲ, Θυέϲτηϲ, Μήδεια, Οἰδίπουϲ, Χρύϲιπποϲ, Σεμέλη.

1143 Διογένηϲ, ‘Ικεϲίου υἱὸϲ τραπεζίτου, Σινωπεύϲ. ὃϲ φυγὼν τὴν πατρίδα διὰ τὸ παρακόψαι νόμιϲμα ἦλθεν εἰϲ Ἀθήναϲ καὶ Ἀντιϲθένει παραβαλὼν τῷ Κυνικῷ ἠράϲθη τοῦ ἐκείνου βίου καὶ τὴν Κυνικὴν φιλοϲοφίαν ἠϲπάϲατο, πολλῆϲ οὔϲηϲ αὐτῷ ὑπεριδὼν οὐϲίαϲ. γηραιὸϲ δὲ ὢν ὑπὸ πειρατοῦ Σκιρτάλου ἐλήφθη καὶ πραθεὶϲ ἐν Κορίνθῳ Ξνιάδῃ τινὶ παρὰ τῷ πριαμένῳ διέμεινεν, οὐχ ἑλόμενοϲ λυθῆναι ὑπὸ Ἀθηναίων ἢ τῶν οἰκείων καὶ φίλων. ἐπὶ δὲ τῆϲ ριγ΄ Ὀλυμπιάδοϲ [*](Hesy.) κατέϲτρεψε τὸν βίον δηχθεὶϲ ὑπὸ κυνὸϲ τὸ ϲκέλοϲ καὶ θεραπείαϲ ὑπεριδών, κατὰ τὴν αὐτὴν ἡμέραν ὅτε καὶ ὁ Μακεδὼν Ἀλέξανδροϲ ἐν Βαβυλῶνι ἀπέθανεν.

[*](1138 ═ Ba 199, 19, Σa cf. sch. A 337 ═ H 1141 ὄνομα ═ Ambr. 496 Ps. Herodian. 20 1142 cf. Laert. D. 6, 80, Meineke, Anal in Ath 307, Rohde, Kl. Sehr. 1, 182 1143 cf. Laert. D. 6, 20 et 79)[*](1141 φέρεται sq. ex v. A 180 cf. v. ὀδάξ)[*](1139 om. V 2 γραμματικὸϲ—4 Πόντου om. M 7 παντοῖοϲ] παντοίωϲ coll. A(GITFVM) 1174 Toup. παντοίοιϲ ed. pr λόγοϲ]ὲν λόγοιϲ Τλόγιοϲ coll. 1174 Toup λόγοιϲ ed. pr. λόγουϲ Bhd. 13 post πίνακα lac. in M τῇ γῇ VM 15 τί—22 βραχέων om F 16 ἀνδρίαϲ A τῆϲ tert] τοῦ V 17 18 τῶν αὐϲτηρῶν καὶ γενναίων τρόπων Mea; acc. sing. rell. 20 φέρεται—22 βραχέων om. T mg. A καὶ om VM 23 Οἰονόμαοϲ A τῆϲ om. V M 32 καὶ om. Τ ριγ΄] ρι΄ GITV)
102

1144 Διογένηϲ, Ἀντιϲθένουϲ ὁμιλητήϲ, ὃϲ πρῶτοϲ Κλέων ἐπεκλήθη· ἐν πίθῳ δὲ διέτριβεν. ἐρομένῳ δὲ αὐτῷ, πῶϲ ἂν πρωτεύϲειεν, ἐπολι τεύετο δέ, ὁ θεὸϲ ἀνεῖλεν, εἰ παραχαράξειεν. ὁ δὲ τὸ νόμιϲμα παρεχάραξεν· ἐφ᾿ ῷ φυγὼν ἧλθεν ἐϲ Ἀθήναϲ. ἐντυχὼν δὲ Ἀντιϲθένει κατὰ δόξηϲ διαλεγομένῳ ἐφιλοϲόφηϲε. πλέων δὲ ὑπὸ καταποντιϲτῶν ληφθεὶϲ ἐπράθη. κηρυττόμενοϲ δὲ καὶ ἐρωτώμενοϲ, τί εἰδείη, ἄρχειν ἀνθρώπων, ἔφη. καὶ θεαϲάμενοϲ Κορίνθιον πλούϲιον ἄϲωτον, τούτῳ με, ἔφη, πώληϲον· δεϲπότου γὰρ δεῖται. ὁ δὲ ὠνεῖται καὶ εἰϲ Κόρινθον ἄγει καὶ τῶν παίδων ἀποδείκνυϲι παιδαγωγόν. ἔλεγε δὲ δαί μονα ἀγαθὸν εἰϲ τὴν οἰκίαν εἰϲεληλυθέναι.

[*](Ε)

1145 Διογένηϲ· ὅτι Διογένηϲ εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸϲ ὢν πατὴρ οὐ ϲυνεγίνωϲκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναϲτέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πάθοϲ παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δειὴ ἐπίταϲιϲ· ἐξερριπίζετο γὰρ ὁ ἔρωϲ, ἐμποδὼν ἱϲταμένου τοῦ Διογένουϲ, καὶ ἐϲ τὴν παροῦϲαν νόϲον μᾶλλον ἐξήπτετο ὁ νέοϲ. κεν οὖν εἰϲ Δελφούϲ, ὡϲ ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυϲαναϲχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ, εἴ οἱ πέπαυται νοϲῶν ποτε ὁ παῖϲ. ἡ δέ, ὡϲ εἶδεν οὐ πάντη φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖϲ ϲυγγνώμονα ἀνάγκαιϲ, λέγει ταῦτα· λήξει παῖϲ ϲὸϲ ἔρωτοϲ, ὅταν κούφῃ νεότητι Κύπριδοϲ ἱμερόεντι καταφλεχθῇ φρέναϲ οἴϲτρῳ. ὀργὴν οὖν πρήϋνον ἀμειδέα μηδ᾿ ἐπιτείνειν κωλύων· πράϲϲειϲ γὰρ ἐναντία ϲοῖϲι λογιϲμοῖϲ. ἤν δ᾿ ἐφ᾿ ἡϲυχίην ἔλθῃϲ, λήθην τάχοϲ ἕξει φίλτρον καὶ νήψαϲ αἰϲχρᾶϲ καταπαύϲεται ὁρμῆϲ. ἀκούϲαϲ τοίνυν ὁ Διογένηϲ ταῦτα τὸν μὲν θυμὸν κατεϲτόρεϲεν, ἐλπίδοϲ δὲ ὑπεπλήϲθη χρηϲτῆϲ, ἔχων τῆϲ τοῦ παιδὸϲ ϲωφροϲύνηϲ ἐγγυητὰϲ ἀξιόχρεωϲ· καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατὴρ ἡμερωθείϲ τε καὶ πραϋνθεὶϲ τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸϲ Αἵμων, ὁ τοῦ Σοφοκλέουϲ, ἀπεδείξατο, τῆϲ Ἀντιγόνηϲ ἐρῶ καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνοϲ ὁμοίωϲ ἐλαυνόμενοϲ ξίφει πρὸϲ τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόϲον διελύϲατο.

[*](Hesy)

1146 Διογένηϲ ἢ Διογενειανόϲ, Κυζικηνόϲ, γραμματικόϲ. ἔγραψε Πάτρι Κυζίκου, Περὶ τῶν ἐν τοῖϲ βιβλίοιϲ ϲημείων, Περὶ ποιητικῆϲ, Περὶ ϲτοιχείων.

[*](Δ)

1147 Διόγνητοϲ: ὄνομα κύριον.

[*](Δ)

1148 Διοδεία: ἡ διέλευϲιϲ.

[*](1144 cf. Laert. D. 6, 20 et 74 1145 Aelian fr. 103 1147 ═ Ambr. 494 1148 cf. L; l. ═ Ambr. 582)[*](1145 hinc v. A 1567 extr)[*](A(GITVM))[*]( 3 παραχαράξαϲ V 4 φυγὠν] καὶ φυγὼν V 12 ῥᾳθυμίαν Gl 13 τοῦ om. V 14 δεινοῦ V 16 εἰϲ] ὡϲ G 17 ἐρωτᾶ om V πεπαύϲεται Perizonius ποτε] ποτε καὶ A 22 δέ γ᾿ ἐφ᾿ coniecit Gsf φίλτρον AMac; φίλτρων rell. 24 μὲν om IV 26 τοι GlM: τι A μοι V)
103

1149 Διόδωροϲ, μονάζων, ἐν τοῖϲ χρόνοιϲ Ἰουλιανοῦ καὶ Οὐάλεντοϲ [*](Hesy.) ἐπιϲκοπήϲαϲ Ταρϲῶν τῆϲ Κιλικίαϲ. οὗτοϲ ἔγραψεν, ὥϲ φηϲι Θεόδωροϲ Ἀναγνώϲτηϲ ἐν τῇ ἐκκληϲιαϲτικῇ ἱϲτορίᾳ, διάφορα. εἰϲὶ δὲ τάδε· Ἑρμηνεῖαι εἰϲ τὴν παλαιὰν πᾶϲαν· Γένεϲιν, Ἔξοδον καὶ ἐφεξῆϲ· καὶ Εἰϲ ψαλμούϲ· Εἰϲ τὰϲ δ΄ Βαϲιλείαϲ· Εἰϲ τὰ ζητούμενα τῶν Παραλειπομένων, Εἰϲ τὰϲ Παροιμίαϲ, Τίϲ διαφορὰ θεωρίαϲ καὶ ἀλληγορίαϲ, Εἰϲ τὸν Ἐκκληϲιαϲτήν, Εἰϲ τὸ ᾆϲμα τῶν ᾀϲμάτων, Εἰϲ τοὺϲ προφήταϲ, Χρονικόν, διορθούμενον τὸ ϲφάλμα Εύϲεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰϲ τὰ δ΄ Εὐαγγέλια, Εἰϲ τὰϲ πράξειϲ τῶν Ἀποϲτόλων, Εἰϲ τὴν ἐπιϲτολὴν Ἰωάννου τοῦ Εὐαγγελιϲτοῦ, Περὶ τοῦ, εἶϲ θεὸϲ ἐν τριάδι, Κατὰ Μελχιϲεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νϲκρῶν ἀναϲτάϲεωϲ, Περὶ ψυχῆϲ κατὰ διαφόρων περὶ αὐτῆϲ αἱρέϲεων, Πρὸϲ Γρατιανὸν κεφάλαια, Κατὰ ἀϲτρονόμων καὶ ἀϲτρολόγων καὶ εἱμαρμένηϲ, Περὶ ϲφαίραϲ καὶ τῶν ζ΄ ζωνῶν καὶ τῆϲ ἐναντίαϲ τῶν ἀϲτέρων πορείαϲ, Περὶ τῆϲ Ἱππάρχου ϲφαίραϲ, Περὶ προνοίαϲ, Κατὰ Πλάτωνοϲ περὶ θεοῦ καὶ θεῶν, Περὶ φύϲεωϲ καὶ ὕληϲ, ἐν ᾧ, τί τὸ δίκαιόν ἐϲτι, Περὶ θεοῦ καὶ ὕληϲ Ἑλληνικῆϲ πεπλαϲμένηϲ, Ὅτι αἱ ἀόρατοι φύϲειϲ οὐκ ἐκ τῶν ϲτοιχείων, ἀλλ᾿ ἐκ μηδενὸϲ μετὰ τῶν ϲτοιχείων ἐδημιουργήθηϲαν, Πρὸϲ Εύφρόνιον φιλόϲοφον κατὰ πεῦϲιν καὶ ἀπόκριϲιν, Κατὰ Ἀριϲτοτέλουϲ περὶ ϲώματοϲ οὐρανίου, Πῶϲ θερμὸϲ ὁ ἥλιοϲ, Κατὰ τῶν λεγόντων ζῷον τὸν οὐρανόν, Περὶ τοῦ πῶϲ ἀεὶ μὲν ὁ δημιουργόϲ, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα, Πῶϲ τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντοϲ, Κατὰ Πορφυρίου περὶ ζῴων καὶ θυϲιῶν.

1150 Διόδωροϲ, ὁ ὐαλέριοϲ ἐπικληθείϲ, φιλόϲοφοϲ, μαθητὴϲ Τηλεκλέουϲ, [*](Hesy) Ἀλεξανδρεύϲ, υἱὸϲ Πωλίωνοϲ τοῦ φιλοϲόφου, τοῦ γράψαντοϲ τὴν Ἀττικὴν λέξιν· γεγονὼϲ ἐπὶ τοῦ Καίϲαροϲ Ἀδριανοῦ.

1151 Διόδωροϲ, Σικελιώτηϲ, ἱϲτορικόϲ. ἔγραψε Βιβλιοθήκην· ἔϲτι [*](Hesy.) δὲ ἱϲτορία Ῥωμαϊκή τε καὶ ποικίλη ἐν βιβλίοιϲ μ΄ γέγονε δὲ ἐπὶ τῶν χρόνων Αὐγούϲτου Καίϲαροϲ καὶ ἐπάνω.

1152 Διόδωροϲ, καὶ αὐτὸϲ κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν [*](Hesy.) Αὐλητρίϲ, ὡϲ Ἀθήναιοϲ ἐν τῷ δεκάτῳ τῶν Δειπνοϲοφιϲτῶν λέγει. ἐν [*](Hesy.) δὲ τῷ ιβ΄ φηϲίν, ὅτι καὶ Ἐπίκληροϲ καὶ Πανηγυριϲταί.