Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

421 B ουκάραϲ: ποταμόϲ. Πολύβιοϲ· κατὰ τὴν εἰϲ θάλαϲϲαν ἐκβολὴν τοῦ Βουκάρα [*](Suid.) ποταμοῦ.

422 Βουκόρυζαν: τὴν μεγάλην κόρυζαν. καὶ Κορ υζᾶν, τὸν ἰϲχυρῶϲ [*](Σ) κορύζοντα. Μένανδροϲ.

423 Βούλγαροι· ὅτι οἱ Βούλγαροι ἠρέϲθηϲαν εἰϲ τὴν ϲτολὴν τῶν [*](Ε) Ἀβάρων καὶ μετημφιάϲαντο αὐτὴν καὶ ἕωϲ νῦν περιβέβληνται. ὅτι ἐπὶ Ἰουϲτινιανοῦ τοῦ Ῥινοτμήτου ἤκμαζεν ὁ Πέρβελιϲ, ὁ τῶν Bουλγάρων ἀρχηγόϲ· καὶ ὁ αὐτὸϲ Ἰουϲτινιανὸϲ καὶ Κωνϲταντῖνοϲ, ὁ Ἡρακλείου υἱὸϲ, ὑπόφοροι τούτῳ ἦϲαν. τὴν γὰρ ἀϲπίδα, ἣν εἶχεν ἐν πολέμῳ, ὑπτίαν ἔθηκε καὶ τὴν ἑαυτοῦ μάϲτιγα, ἡ ἐχρῆτο ἐπὶ τοῦ ἵππου, καὶ ἕωϲ οὗ ἐϲκέπαϲεν ἀμφότερα, χρήματα ἐνετίθει. καὶ τὸ δόρυ ἐν τῇ γῇ παρεκτείναϲ μέχρι τῶν περάτων καὶ ἐϲ ὕψοϲ πολὺ ϲηρικὴν ἐϲθῆτα ἐτίθει, καὶ κιβώτια πλήϲαϲ χρυϲοῦ καὶ ἀργύρου τοῖϲ ϲτρατιώταιϲ ἐδίδου, τὴν μὲν δεξιὰν χρυϲίου πληρῶν, τὴν δὲ λαιὰν ἀργυρίου. ὅτι τοὺϲ Ἀβάριϲ κατακράτοϲ ἄρδην ἠφάνιϲαν οἱ αὐτοὶ [*](Ε) Βούλγαροι. ἠρώτηϲε δὲ Κρὲμ τοὺϲ τῶν Ἀβάρων αἰχμαλώτουϲ· πόθεν ϲυνίετε ὅτι ἀπώλετο ὁ ἄρχων ὑμῶν καὶ τὸ ἔθνοϲ ὅλον; καὶ ἀπεκρίθηϲαν, ὅτι ἐπλήθυναν αἱ κατ’ ἀλλήλων κατηγορίαι καὶ ἀπώλεϲαν τοὺϲ ἀνδρειοτέρουϲ καὶ φρονιμωτέρουϲ, εἶτα οἱ ἄδικοι καὶ οἱ κλέπται κοινωνοὶ τοῖϲ κριταῖϲ ἐγένοντο, εἶτα ἡ μέθη· πληθυνθέντοϲ γὰρ τοῦ [*](415 Diogen. ΙΙΙ 66 416 ═ Ambr. 704, Lactant. div. inst. 1, 21, 36 ed. Brandt) 417 — παχυφρόνων Plutarchi Prov. l 33 (ed. Schneidewin 1, 326) cf. Zen. ll 66 ═ Herodian. gr. 2, 947,25 (Cratin. fr. 245); H βουθοίναϲ sq. Nonn. in Greg. Naz. PG 36.1008 b; Ἡρακλῆϲ ═ Ambr. 705 cf Ps. Herodian. 61 418 ὁ sq. Ar. Pl. 819 c. sch. 420 ἀπατήϲαϲ Ba 181, 6 cf. H v. βουκολήϲομεν ὅπωϲ sq. Babr. 136. 9 — 10 422 Μένανδροϲ com. fr.1003) [*](417 hinc v. Ὕλλοϲ 418 cf. v. τριττύϲ 2 419 ex v. Γ 39 420 Ζ 403 cf. 402 421 ex v. τενάγη 423 vs. 29 — 30 cf. v. Α 18) [*](9 τριττύν] τριττῷ AFV. βούβωϲτριϲ οἶϲτροϲ add. F cf. Et. M 206.43 A(GOTFVM) 19 om. G FV mg. AI post 421 T 10 ὅτι om. T 13 τοίχοιϲ] τείχοιϲ AIF 421 om. FV post 425 T 15 Βουκάραϲ] Βουκούραϲ A 29 κατακράτοϲ om. TV)

484
οἴνου πάντεϲ ἐγένοντο μέθυϲοι· εἶτα ἡ δωροδοκία, εἶτα ἡ πραγματεία· πάντεϲ γὰρ ἐγένοντο ἔμποροι καὶ ἀλλήλουϲ δολιούμενοι. καὶ ἡ ἀπώλεια ἡμῶν ἦλθεν ἐκ τούτων. ὁ δὲ ταῦτα ἀκούϲαϲ ϲυνεκαλέϲατο τούϲ Βουλγάρουϲ πάνταϲ καὶ διετάξατο νομοθετῶν· ἐάν τιϲ κατηγορήϲῃ τινόϲ, μὴ ἀκουέϲθω πρότερον, ἢ δεθεὶϲ ἐξεταϲθῇ· καὶ εἴγε ϲυκοφαντῶν εὑρεθήϲεται καὶ ψευδόμενοϲ, ἀναιρείϲθω. μηδὲ ἐξέϲτω τινὶ κλέπτοντι μεταδοῦναι τροφῆϲ· ἢ τάχα τοῦτο τολμῶν τιϲ δημευέϲθω. καὶ τοῦ κλέπτου μὲν ϲυγκλᾶν τὰ ϲκέλη, τοὺϲ δὲ ἀμπελῶναϲ πάνταϲ ἐκριζῶϲαι ἐκέλευϲε· τῷ δὲ αἰτοῦντι παντὶ μὴ ἁπλῶϲ διδόναι, ἀλλὰ τὴν αὐτάρκειαν αὐτοῦ, ὡϲ μὴ καὶ αὖθιϲ αὐτὸν δέεϲθαι· ἢ τάχα δημευέϲθω ὁ μὴ οὕτω ποιῶν. τοὺϲ δὲ Ἀβάριϲ πάνταϲ, ὡϲ λέλεκται, ἄρδην ἠφάνιϲαν.

[*](Harp.)

424 Bουλαία· Δείναρχοϲ· μαρτύρομαι τὴν Ἑϲτίαν τὴν Βουλαίαν. οἱον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην.

[*](Ar.)

425 θούλευμα: τὸ ἴδιον. Βούλημα δὲ τὸ δημόϲιον. Ἀριϲτοφά. νηϲ Πλούτῳ· τοῦτ’ οὖν ἡμεῖϲ ἐπιθυμοῦντεϲ, μόλιϲ εὕρομεν ὥϲτε γενέϲθαι βούλημα καλὸν καὶ γενναῖον καὶ χρήϲιμον εἰϲ ἅπαν ἔργον.

[*](Synt.)

426 Bουλεύομαί ϲοι τάδε.

427 Βουλεύοντι: ἀντὶ τοῦ ϲυμβουλεύοντι. Θουκυδίδηϲ.

[*](E)

428 Βουλεύϲαϲ ἀντὶ τοῦ βουληθείϲ. βουλεύϲαϲ δὲ, ὅπωϲ τὴν βαϲιλέωϲ διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται.

[*](Harp.)

429 Βουλεύϲεωϲ: ἐγκλήματόϲ ἐϲτιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐϲτιν, ὅταν ἐξ ἐπιβουλῆϲ τίϲ τινι καταϲκευάϲῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείϲ ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τιϲ ἐγγεγραμμένοϲ ὡϲ ὀφείλων τῷ δημοϲίῳ δικάζηταί τινι ὡϲ οὐ δικαίωϲ αὐτὸν γεγραφότι. καὶ Ἰϲαῖοϲ μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰϲάγεϲθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡϲαύτωϲ καὶ Ἀριϲτοτέληϲ, Δείναρχοϲ δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματοϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδηϲ ἰδίωϲ τὸ τῆϲ βουλεύϲεωϲ ὄνομα ἐπὶ ἐνέδραϲ καὶ ἐπιβουλῆϲ τῆϲ εἰϲ χρήματα λαμβάνει.

[*](Ar.)

430 Βουλευτικόϲ: τόποϲ οὗτοϲ τοῦ θεάτρου ἀνειμένοϲ τοῖϲ βουλευταῖϲ, [*](Ε) ὡϲ καὶ τοῖϲ ἐφήβοιϲ ἐφηβικόϲ. Ἀρριανόϲ· οἱ γράψαντεϲ οὐ [*](Ε) μόνον τὰ ἔργα Τραϊανοῦ, ἀλλὰ καὶ τὰ βουλεύματα. καὶ αὖθιϲ· τοῦτο δὲ γέγονε βουλήϲει κρείττονι καὶ ἀνθρωπίνῃ γνώμῃ οὐδαμῶϲ ϲυμβλητῇ. 

[*](424 Harp.; Dinarch. fr. XVIII , 1.1 425 Ar. Pl. 492 —3 c. sch. 427 Θουκυδίδηϲ 3, 42,5 429 Harp. cf. Sabb., Bk. 220.11; Isae. fr. 62; Aristot. Ath Pol. 57,3; Dinarch. fr. XV.2; Dem. 25,28; Hyperid. 5.18 430 — ἐφηβικό. sch. Ar. Av. 794 οἱ—βουλεύματα Arr. Parth. p. 53 sq. R. τοῦτο sq. Aelian. fr. 326)[*](425 Z 402 427 — 8 Z 403)[*](A(GITFVMB))[*]( 5 δεθείϲ B δοθείϲ A GITM 426 om. AFV post 427 T post vs. 20 βουληθείϲ GI 21 ἐξελεῖν] ἐξενεῖν A δύνηται] δύναται A 33 ὡϲ] Βοῦ λευτικόϲ ut nov. gl. anteposuerunt omnes, del. Kust.)
485

431 Βουλεία: τὸ χρηματίζοντά τινα τῆϲ βουλῆϲ πράττειν, ἃ τοῖϲ [*](Harp.) βουλευταῖϲ προϲήκει. οὕτω Δείναρχοϲ καὶ Ἀριϲτοφάνηϲ. Βουλείαν [*](Σ) τὸ βουλεύειν καὶ οἱ δικανικοὶ καλοῦϲι ϲυνήθωϲ καὶ Ἀριϲτοφάτηϲ· φηϲὶ γάρ· τίϲ βουλευτήϲ ἐϲτι, παραδοὺϲ ἑτέρῳ τὴν βουλείαν; τὸ βουλεῦϲαι βουλείαν ἔλεγον οἱ παλαιοί.

[*](Ar.)

432 Βούλει διαμά χεϲθαι Γηρυόνι τετραπτίλ ῳ: τουτέϲτι [*](Ar.) τρικεφάλῳ. τρεῖϲ γὰρ λόφουϲ εἶχεν ἐν τῇ περικεφαλαίᾳ καὶ πολὺν ἀγῶνα παρέϲχε τῷ Ἡρακλεῖ.

433 Βουλή: τάξιϲ παρὰ Ῥωμαίοιϲ. Ἀντώνιοϲ Σατορνῖνοϲ ἐπίρρητοϲ  καὶ βδελυρὸϲ παρὰ Οὐεϲπεϲιανοῦ ἐϲ τὴν βουλὴν ἐνεγράφη, [*](Ε) Οὐεϲπεϲιανοῦ ϲοφιϲαμένου γελοιότατα τοῦτο· ἀξιώϲει γὰρ αὐτὸν περιέβαλε κακίᾳ δοὺϲ ἀκερδὲϲ μὲν, ϲεμνὸν δὲ ὅμωϲ τόδε ἆθλον.

434 Βουλὴ ἁγίων: τῶν ἁγίων ὁ ϲύλλογοϲ.

[*](Thdr.)

435 Βουλήϲ, βουλῆντοϲ κλίνεται παρὰ Θουκυδίδῃ. ϲημαίνει δὲ τὸν [*](Thuc.) βουλευτήν.

436 Βουλήϲεται κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ [*](Ar.) κρῖναι κακῶϲ. ὡϲ ἐπὶ κατάραϲ· ἐπεὶ ὡϲ λῃϲτευομένη διεβάλλετο ἡ Αἴγυπτοϲ. ἢ βούλεται ὅτι πορρωτάτω εἶναι, ὅπου αὐτὸν οὐδὲν βλάψει ὑετόϲ· ἐπεὶ ἐν Αἰγύπτῳ δοκεῖ μὴ ὕειν. ὡϲ Ἡρόδοτοϲ· ὕϲθηϲαν γαρ τότε Θῆβαι, οὐδαμὰ πρότερον ὑϲθεῖϲαι.

437 Βούληϲιϲ· ὅτι πρακτικαὶ δυνάμειϲ εἰϲὶ τῆϲ ψυχῆϲ βούληϲιϲ καὶ [*](Phil) προαίρεϲιϲ. καὶ ἡ μὲν βούληϲιϲ αὐτῆϲ καθ’ ἑαυτήν ἐϲτι τῆϲ λογικῆϲ ψυχῆϲ, ἡ δὲ προαίρεϲιϲ τῆϲ ϲυμπεπλεγμένηϲ τῆ ἀλογίᾳ. ὅτε μὲν γάρ ἐϲτιν ἔξω τῆϲ γενέϲεωϲ ἡ ψυχὴ, κατὰ βούληϲιν μόνην ἐνεργεῖ· ἐν μόνῳ γάρ ἐϲτι τῷ ἀγαθῷ· ὅταν δὲ γένηται ἐν τῇ γενέϲει, ἐπειδὴ ϲυμπλέκονται αὐτῇ αἱ ἄλογοι δυνάμειϲ, τότε τῇ ἐπιπλοκῇ τῆϲ ἀλόγου ἴϲχει τὴν προαίρεϲιν, διότι ποτὲ μὲν πρὸ τῆϲ ἀλογίαϲ, ποτὲ δὲ πρὸ τοῦ λόγου γίνεται, καὶ αἱρεῖται τόδε πρὸ τοῦδε. αὗται ἄλογοι τῆϲ ψυχῆϲ δυνάμειϲ.

438 Βουληφόροϲ: πρόβουλοϲ, ἀρχίβουλοϲ.

[*](Σ)

439 Βουλιμιᾷ: λιμώττει, πεινῇ λίαν. ἀπὸ τοῦ βου ἐπιρρήματοϲ, [*](Ar.) ὅπερ ἐπιτάϲεώϲ ἐϲτι δηλωτικόν· ὡϲ καὶ ἐν τῷ βούπεινα, ἡ μεγάλη πεῖνα· καὶ βουγάϊοϲ καὶ βούγλωϲϲοι. τινὲϲ δὲ εἶδοϲ νόϲου φαϲὶν, ἐν ᾖ πολλὰ ἐϲθίοντεϲ οὐ πληροῦνται.

[*](431 vs 2 Ἀριϲτοφάνηϲ (Th. 809) Harp. ; Dinarch. fr. LXXXIX 12; Ar. Th. 808 — 9 vs 2 βουλείαν —vs. 4 βουλείαν cf. Bk. 84, 29; τὸ βουλεῦϲαι sq. sch. Ar. Th. 808 432 Ar. Ach.1082 c. sch. 439 Ἀντώνιοϲ sq. Aelian. fr. 112 434 Thdr. in Ps. 88, 8, PG 80,1580c 485 sch. Thuc. 3, 705 436 Ar. Nu. 1129 — 30 c. sch.( Hdt. 3,10, 3 437 Philop. 5, 24 — 33 438 ═ Ba 181, 7, Lex. rhet. ap. Et. Gen. Et. M. 208.43 489 sch. Ar. Pl.873)[*](482 cf. v. Γ 254 433 cf. v. Α 2762 fin. et v. Λ 2830 481 Ζ 400 436 hinc v. ὕϲθηϲ 437 cf. ν. Α 1315 et v. προαίρεϲιϲ fn. 489 hinc 414 et 454: Ζ 403)[*](2.3 βουλείαν nov gl. GITF 435 non nov. gl. GIV 20 οὐδαμά M Hdt.: A(GITFVM) οὐδαμᾷ AF οὐδαμῶϲ T οὐδαμοῦ lV, cp. G cf. v. ὕϲθηϲ ὑϲθεῖϲαι] ῥυϲθεῖϲαι A. 28 αὗται] αὗται αἱ F. Philop. 31 ἐπιρρήματοϲ] ἐπίρρημα Al)
486
[*](Σ)

440 Βουλιμιᾶν: τὸ παρ’ ἡμῖν. Ξενοφῶν δὲ βουλιμιᾶν λέγει τὸ [*](Suid.) τὸν ϲτόμαχον ἐπιδάκνεϲθαι ὑπὸ λιμοῦ. ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὀρῴη βρωτὸν, ἐδίδου τοῖϲ βουλιμιῶϲι. ϲυμπίπτει τε τῆϲ βουλιμιάϲεωϲ πάθοϲ, χιόνοϲ οὔϲηϲ, πονοῦϲι καὶ κτήνεϲι καὶ ἀνθρώποιϲ, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωϲιν, ὅταν ἐντὸϲ ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἀθρόωϲ ἀναλίϲκοντοϲ, εἴτε δριμεῖα καὶ λεπτὴ τῆϲ χιόνοϲ διαδυομένηϲ ἰοῦϲα πνοὴ τέμνει τὸ ϲῶμα καὶ διαφθείρει τὸ θερμὸν ἔξω αὖθιϲ διαδιδόμενον.