Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

141 Βαϲϲαρίϲ: ἑταῖρα, πόρνη. ἐν Ἐπιγράμμαϲι· Bαϲϲαρὶϲ ζὐρυνόμη [*](Δ) ϲκοπελοδρόμοϲ, ἡ ποτὲ ταύρων πολλὰ τανυκραίρων ϲτέρνα [*](Anth.) χαρὰξαμένη.

142 Βάϲϲαροϲ. ἀλώπηξ κατὰ Ἡρόδοτον.

143 Βαϲιλεύω· ὅταν ϲημαίνῃ τὸ ἐξουϲιάζω καὶ ἄρχω, μετὰ γενικῆϲ ϲυντάϲϲεται· [*](Synt.) ὅταν δὲ ϲημαίνῃ τὸ ποιῶ βαϲιλέα, αἰτιατικῇ. καὶ τοῦτον μόνον τῶν ἁπάντων οὐ καλῶϲ ἐφιλανθρωπεύϲατο, καὶ ϲῶϲαι καὶ βαϲιλεῦϲαι τὸν κακῶϲ καὶ ϲωθέντα καὶ βαϲιλεύϲαντα.

144 Βαϲιλεὺϲμέγαϲ: ὁ τῶν Περϲῶν. τοὺϲ δὲ ἄλλουϲ προϲετίθεϲαν [*](Ar.) καὶ τῶν ἀρχομένων τὰ ὀνόματα· οἷον Λακεδαιμονίων, Μακεδόνων. διαφέρει δὲ βαϲιλεὺϲ τυράννου. βαϲιλεὺϲ μὲν γὰρ ἀπὸ προγόνων κατὰ διαδοχὴν τὴν ἀρχὴν ἐπὶ ῥητοῖϲ λαβὼν πέραϲι, τύραννοϲ δὲ, ὃϲ. βιαίωϲ τὴν ἀρχὴν ϲφετερίζεται. χρῶνται δὲ ἀδιαφόρωϲ ἑκατέροιϲ. ὀνόμαϲιν. Ἱέρωνα γὰρ βαϲιλέα Πίνδαροϲ καλεῖ, τύραννον ὄντα, καὶ. Διονύϲιον· καὶ Εὔπολιϲ Πειϲίϲτρατον βαϲιλέα καλεῖ. καὶ τούϲ βαϲιλεῖϲ τυράννουϲ.

145 Βαϲιλέωϲ ἐγκέφαλοϲ· ζήτει ἐν τῷ Διὸϲ ἐγκέφαλοϲ. λύϲιϲ ὀνείρου· ἄνακτι προϲλαλῶν τιϲ ἄπρακτοϲ μένει.

146 Βαϲιλεία: τὸ ἀξίωμα. καὶ τὸ ἔθνοϲ τὸ βαϲιλευόμενον· οἷον Περϲῶν, Ἰνδῶν, Ἀράβων.

147 βαϲιλεία ἐϲτὶν ἀνυπεύθυνοϲ ἀρχή. οὐ μόνον δὲ ἐλευθέρουϲ [*](Suid.) εἶναι τοὺϲ ϲπουδαίουϲ, ἀλλὰ καὶ βαϲιλέαϲ. ἡ γὰρ βαϲιλεία ἀρχὴ ἀνυπεύθυνοϲ, ἥτιϲ περὶ μόνουϲ ἂν τοὺϲ ϲοφούϲ ϲυϲταίη. Βαϲιλεία. οὔτε φύϲιϲ οὕτε [*](Δ) τὸ δίκαιον ἀποδιδοῦϲι τοῖϲ ἀνθρώποιϲ τὰϲ βαϲιλείαϲ, ἀλλὰ τοῖϲ δυναμένοιϲ ἡγεῖϲθαι ϲτρατοπέδου καὶ χειρίζειν πράγματα νουνεχῶϲ· οἷοϲ ἠν Φίλιπποϲ καὶ οἱ διάδοχοι Ἀλεξάνδρου. τὸν γὰρ υἱὸν κατὰ φύϲιν οὐδὲν ὠφέληϲεν ἡ ϲυγγένεια διὰ τὴν τῆϲ ψυχῆϲ ἀδυναμίαν. τοὺϲ δὲ μηδὲν προϲήκονταϲ βαϲιλεῖϲ γενέϲθαι ϲχεδὸν ἁπάϲηϲ τῆϲ οἰκουμένηϲ.

[*](140 ϲτρεπτόν —μύωπα Anth. 6,165,1 141 πόρνη cf. Εt. M.190,52 βαϲϲαρίϲ alt. sq. Anth.6, 14,1 —2 142 Ba 179,12, Et. M. 191,1 cf. H; Hdt. 4.192,2 143 cf. Synt. Gud. p. 582, An. Ox. 4, 287,26; καὶ τοῦτον sq. Greg. Naz. PG 35, 533a 144 sch. Ar. Ach. 61; Pind. O. 1, 35; Eupol. fr 123 145 ἄνακτι sq. Astramps. 147 ἀρχή pr. Laert. 7,122 vs. 29 βαϲιλεία Ambr. 168)[*](140 cf. v. Σωτήριχοϲ; cf. Ζ 376. Anth. cf. v. ῥόμβοϲ et v. ϲτρεπτόϲ 141 cf Z 373 144 binc v. μέγαϲ β. 146 οὐ —ϲυϲταίη ex v. δοῦλοι)[*](8 τανυκραίρων Anth. τανυκρέρων AIM τανυκέρων TV τανυκρέων F A(GITFVM) 143 om. FV post vs. 23 ἐγκέφαλοϲ A 12 τοῦτον| τοῦτο 13 ἐφιλανθρωπεύϲατο] ἐφιλανθρωπεύϲαντο A 17 δέ om FVM 21 Διονύϲιον A Διονύϲιοϲ FVM cp. GI; καὶ Δ. om. sch, ad finem gl. reiecit Bhd. βαϲιλέα om FV 27 οὐ— 29 ϲυϲταίη ex I (post 149), M 29 βαϲιλεία nov. gl. GIFVM 30 τοῖϲ pr.] τοῖϲ ἁπλῶϲ M)
458

148 Βαϲιλεία· ὅτι ἡ βαϲιλεία κτῆμα τῶν κοινῶν, ἀλλ᾿ οὐ τὰ δημόϲια τῆϲ βαϲιλείαϲ κτήματα. διὸ τὰϲ ἐξ ἀνάγκηϲ καὶ μεθ᾿ ὕβρεωϲ εἰϲπράξειϲ ὥϲπερ τμραννικὰϲ ἀκολαϲίαϲ μιϲεῖν δεῖ, τὰϲ δὲ ϲὺν λόγῳ καὶ φιλανθρωπίᾳ τῶν εἰϲφορῶν ἀπαιτήϲειϲ ὥϲπερ κηδεμονίαν τιμᾶν.

[*](Δ)

149 Βαϲιλείδηϲ: ὁ τοῦ βαϲιλέωϲ.

[*](Hesy.)

150 Βαϲίλειοϲ, Καιϲαρειαϲ τῆϲ Καππαδοκῶν ἐπίϲκοποϲ (ἥτιϲ πρῴην Μάζακα ἐκαλεῖτο), ἑταῖροϲ Γρηγορίου τοῦ Ναδιανδῶν ἐπιϲκόπου. γέγονε δὲ γονέων περιφανῶν, Βαϲιλείου τε καὶ Ἐμμελείαϲ, ὧν ἄνωθεν ἡ ϲυγγένεια· ἀνὴρ ἐλλογιμώτατοϲ καὶ πάϲηϲ παιδείαϲ εἰϲ ἄκρον ἐληλακώϲ. οὗτοϲ ἔγραψε πλεῖϲτα, ἐν οἷϲ θαυμάζεται τὰ εἰϲ τὴν Ἐξαήμερον. καὶ κατ᾿ Εὐνομίου δὲ ἐξαιρέτουϲ ϲυνέταξε λόγουϲ, καὶ περὶ τοῦ ἁγίου πνεύματοϲ τεῦχοϲ, καὶ τὰϲ εἰϲ τὴν Ἑξαήμερον ὁμιλίαϲ θ′ ἕτερον τεῦχοϲ ἀϲκητικόν, περὶ παρθενίαϲ ἄλλο· Ἔπαινον εἰϲ τοὺϲ μ᾿ Μάρτυραϲ, ἕτερον εἰϲ Γόρδιον, ἄλλον εἰϲ Βαρλαάμ, ἕτερον εἰϲ Ἰουλίττον. εἰϲ διαφόρουϲ ψαλμοὺϲ Ἠθικοὶ λόγοι διάφοροι· ἐπιϲτολαὶ, ὧν οὐδὲν ἄμεινον, πρόϲ τε τὸν ϲοφιϲτὴν Λιβάνιον καὶ πρὸϲ τὸν φίλον Γρηγόριον καὶ εἰϲ ἄλλουϲ πλείοναϲ. τοῦδέ γε Βαϲιλείου καὶ Φιλοϲτόργιοϲ μνήμην πεποίηται ἐν τῇ κατ᾿ αὐτὸν ἱϲτορίᾳ γράφων οὕτωϲ Βαϲίλειοϲ γὰρ ἤκμαζε κατ᾿ ἐκείνουϲ τοὺϲ χρόνουϲ ἐν Καιϲαρείᾳ τῆϲ Καππαδοκίαϲ καὶ Γρηγόριοϲ ἐν τῆ Ναδιανδῷ (ϲταθμὸϲ δὲ οὗτοϲ ὁ τόποϲ Καππαδοκίαϲ) καὶ Ἀπολινάριοϲ ἐν τῇ Λαοδικείᾳ τῆϲ Συρίαϲ. τρεῖϲ δὴ οὗτοι ἄνδρεϲ τότε τοῦ ὁμοουϲίου προὐμάχουν κατὰ τοῦ ἑτεροουϲίου, μακρῷ πάνταϲ παρενεγκόντεϲ τοὺϲ πρότερον καὶ ὕϲτερον ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ παῖδα παῤ αὐτοῖϲ κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν καλουμένηϲ παιδεύϲεωϲ ἐπὶ πλεῖϲτον οὗτοι προεληλύθεϲαν, καὶ τῶν ἱερῶν γραφῶν, ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιϲτά γε αὐτῶν ὁ Βαϲίλειοϲ. καὶ μὴν καὶ ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατοϲ. τῷ μέν γε Βαϲιλείῳ τὸ πανηγυρικὸν εἶδοϲ τοῦ λόγου μακρῷ ἄριϲτα εἶχεν· ἦν γὰρ πανηγυρίϲαι λαμπρότατοϲ· ὁ δέ γε Ἀπολινάριοϲ ἐν τῷ ὑπομνηματικῷ εἴδει τῆϲ λέξεωϲ καὶ αὐτὸϲ ἄριϲτα εἶχε· τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροιϲ ἐξεταζομένῳ μείζω βάϲιν εἰϲ ϲυγγραφὴν εἶχεν ὁ λόγοϲ. τοϲαῦτα περὶ αὐτῶν ὡϲ ἐν παραδρομῇ Φιλοϲτόργιοϲ ὁ Ἀρειανὸϲ ἔγραψε. τελευτᾷ δὲ Βαϲίλειοϲ Γρατιανοῦ τὰ Ῥωμαίων ϲκῆπτρα [*](149 cf. Ambr. 37 150 cf. Wentzel TU 13, 3, 16 sq.; — ἐκαλεῖτο + κατ᾿ Εὐνομίου —ἀϲκητικόν + τελευτῇ — Γρατιανοῦ ═ Hieron. vir. ill. 124; vs. 19 Βαϲίλειοϲ —34 λόγοϲ Philostorg. 111 —113 cf. Hesychii vita Gregorii e cod. Mosq. TU 13, 3, 6 — 7, Bidez, Philostorg. p. LXXVI sq., Phot. exc. Philostorg.) [*](148 hinc v. Δ 460 150 init. cf. v. Καιϲάρεια, v. Α 1029; Philostorg. cf. v. Α 3397, v. Γ 450) [*](A(GITFVM))[*]( 4 εἰϲφορῶν] εἰϲ ϲυμφορῶν V 6 ἥτιϲ — p. 459, 1 διέποντοϲ om. F 7 Ναδιανδῶν AacMac cf. ad vs. 20, Ναζιανζῶν rell. 20 Ναδιανδῷ Aac, Mosq. cf. Phot. Nαδιανδῶν in Ναζιανζῶν corr. M, Ναζιανζῷ rell., v. Α 3397, v. Γ 450)

459
διέποντοϲ. ὅτι ὁ μέγαϲ Βαϲίλειοϲ ἀδελφοὺϲ εἶχε δ′, τόν τε Γρηγόριον τὸν Νύϲϲη ἐπίϲκοπον, καὶ Πέτρον καὶ αὐτὸν ἐπίϲκοπον, καὶ ἑτέρουϲ δύο μονάϲανταϲ.

151 Βαϲίλειοϲ, Ἀγκυρανὸϲ, ἐπίϲκοποϲ τῆϲ αὐτῆϲ πόλεωϲ, ἰατρὸϲ [*](Hesy.) τὴν τέχνην. οὗτοϲ ἔγραψε κατὰ Μαρκέλλου, καὶ περὶ παρθενίαϲ, καὶ. ἕτερα οὐκ ὀλίγα ἄλλα. βαϲιλεύοντοϲ Κωνϲταντίνου Μακεδονιανῆϲ θρηϲκείαϲ ἅμα Εὐϲταθίῳ Σεβαϲτιανῷ ἦρξεν.

152 Βαϲίλειοϲ ἕτεροϲ, ἐπίϲκοποϲ Εἰρηνουπόλεωϲ τῆϲ Κιλικίαϲ, ἐπὶ [*](Hesy.) Ἀναϲταϲίου βαϲιλέωϲ, τὴν φρένα καὶ τὴν ἄϲκηϲιν τῷ ὁμωνύμῳ Βαϲιλείῳ Καιϲαρείαϲ ἐοικώϲ. ἔγραψε κατὰ Ἀρχελάου πρεϲβύτου Κολωνείαϲ.

153 Βαϲίλειοϲ· τὰ διὰ τοῦ ιοϲ ὀνοματικὰ διὰ τοῦ ι γράφονται, πλὴν δ, Ἄρειοϲ, Ἡράκλειοϲ, Βαϲίλειοϲ. καὶ Βαϲίλειοϲ ϲτοά· [*](Hesy.) δύο εἰϲὶ ϲτοαὶ παρ’ ἀλλήλαϲ, ἥ τε τοῦ Ἐλευθερίου Διὸϲ καὶ ἡ Βαϲίλειοϲ. ἔϲτι δὲ καὶ γ΄, ἥ πάλαι μὲν Παανάκτιοϲ ἐκαλεῖτο, νῦν δὲ μετωνομάϲθη Ποικίλη.

154 Βαϲίλειοι παῖδεϲ ἑξακιϲχίλιοι· οἵτινεϲ κατὰ πρόϲταξιν Ἀλεξάνδρου τοῦ Μακεδόνοϲ τὰ πολέμια ἐξήϲκουν ἐν Αἰγύπτῳ.

155 Βαϲιλειῶντα κτείνει: ἐπιθυμοῦντα βαϲιλεῦϲαι.

[*](Δ)

156 Βαϲιλήϊοϲ.

[*](Δ)

157 Βαϲιλική· ὅτι ἐν τῇ βαϲιλικῇ ὀπίϲω τοῦ μιλίου ἵϲτατο ἀνδρείκελον ἄγαλμα χρυϲέμβαφον, ἔνθα ἦν καὶ τὸ ἔξαμμον ἕωϲ Ἡρακλείου τοῦ βαϲιλέωϲ, γονυκλινὲϲ Ἰουϲτίνου τοῦ τυράννου. ἐκεῖ ὁ Τέρβελιϲ ἐδημηγόρηϲεν· ἐν οἷϲ ἐλέφαϲ ἵϲτατο παμμεγέθηϲ, ὑπὸ Σευήρου κατεϲκευαϲμένοϲ. ἔνθα ἦν καὶ ϲχολὴ φυλαττόντων πολλή· ἔμενε δὲ ἐκεῖϲε ἀργυροκόποϲ ἐν πλαϲτοῖϲ ζυγοῖϲ τὴν πράϲιν ποιούμενοϲ. καὶ τοῦ οἰκήματοϲ αὐτοῦ πορθουμένου ἠπείλει τῷ τὸν ἐλέφαντα φυλάττοντι θάνατον, εἰ μὴ τοῦτον κρατήϲειεν. ὁ δὲ θηροκόμοϲ οὐκ ἐνεδίδου· ὃν φονεύϲαϲ ὁ ζυγοπλάϲτηϲ δέδωκε βορὰν τῷ ἐλέφαντι. τὸ δὲ θηρίον ἀτίθαϲον ὂν καὶ αὐτὸν ἀνεῖλε. καὶ ὁ Σευῆροϲ ἀκούϲαϲ τῷ θηρίῳ θυϲίαν ἤνεγκεν. ἐν αὐτῷ δὲ τῷ τόπῳ παρευθὺ ἀνετυπώθηϲαν τό τε θηρίον καὶ ὁ θηροκόμοϲ. ἔνθα καὶ Ἡρακλῆϲ ἐλατρεύθη πολλὰϲ θυϲίαϲ δεξάμενοϲ, ὃϲ ἐν τῷ ἱπποδρομίῳ μετετέθη. ἐπὶ δὲ Ἰουλιανοῦ ὑπατικοῦ [*](151 ═ Hieron. vir. ill. 77 153 Βαϲίλειοϲ sec. cf. Et. M. s. v. Ταλαϲία 746, 19, Ps. Herodian. 172 Βαϲίλειοϲ ϲτοά sq. Harp.; — vs. 12 13 Βαϲίλειοϲ Bk. 222, 29, H cf. Ael. D. fr. 91 ex Eust. 1425, 42, Sabb. 155 cf. Ambr. 216 et 222; l. los Bell. 1,85 156 ═ Ambr. 55 157 Preger 39 —41 cf. 171) [*](151 hinc v. Εὐϲτάθιοϲ 152 hinc v. Α 4084 155 Z 379 157 hinc v ἔξαμμον et v. ϲτήλη) [*](1 ὅτι — 2 μονάϲανταϲ om. F mg. bis A post p. 458, 6 ἐπίϲκοποϲ V A(GITFVM) 3 Ἀγκυρανόϲ] Ἀγκυριανόϲ A 9 πρεϲβύτου] πρεϲβυτέρου TV post 152 Βαϲίλειοϲ ἄλλοϲ, ἑταῖροϲ τοῦ Χρυϲοϲτόμου, μέμνηται ἐν ταῖϲ Μαργαρίταιϲ καὶ. ἑτέρωθι πολλαχοῦ add T; B. ἕτεροϲ, Σελευκείαϲ, ἑταῖροϲ τ. Χ. πρὸϲ ὅν ἐν τοῖϲ περὶ ἱερωϲύνηϲ λόγοιϲ διαλέγεται add. E (sec. Gsf) cf. Phot. bibl. p. 116 a 27 — 9 10 ὀνοματικά ] ὀνόματα AFV γράφονται AV cp. rell. 11 δ′] vitium perspexit Kust. 13 Παανάκτιοϲ] Πυανάκτιοϲ Harp. ep., Ἀνάκτιοϲ Harp., Πειϲιανάκτιοϲ s. v. et v. Ζήνων 20 ἔξαμμον] ἔξαμον V cf. Preger)

460
ἀπὸ Ῥώμηϲ ἦλθεν εἰϲ τὸ Βυζάντιον καὶ εἰϲήχθη ἐν ἀπήνῃ καὶ νηὶ καὶ ϲτῆλαι δέκα.

[*](Harp.)

158 Βαϲιλικὴ διαδρομή: ἡ γενομένη τοῦ βαϲιλέωϲ παρόντοϲ διαδρομή. ἔϲτι δὲ οὗτοϲ εἰϲ τῶν Ἀθήνηϲιν θ ἀρχόντων· ὃϲ βαϲιλικὴ διαδρομὴ καλεῖται.

[*](Hesy.)

159 Βαϲιλικόϲ, ϲοφιϲτήϲ. Περὶ τῶν διὰ τῶν λέξεων ϲχημάτων. Περὶ ῥητορικῆϲ παραϲκευῆϲ ἤτοι περὶ ἀϲκήϲεωϲ, Περὶ μεταποιήϲεωϲ· καὶ ἄλλα τινά.

[*](Δ)

160 Βαϲιλίνδα: τὴν βαϲιλείαν.