Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Σ)

722 Ἀθεϲίαν: παραβαϲίαν. ἀγωνιῶν γὰρ τὴν ἀθεϲίαν τῶν Κελτῶν, [*](Ε) καὶ τὰϲ ἐπιβουλὰϲ τὰϲ καὶ ἐπιϲειομέναϲ. οἱ δὲ Ῥωμαῖοι ϲυλλογιϲάμενοι [*](Ε) τὴν τῶν Γαλατῶν ἀθεϲίαν. καὶ αὖθιϲ Πολύβιοϲ· ἐπικρύπτειν [*](Ε) ἅπαϲι τὴν ἀθεϲίαν αὐτῶν καὶ τὴν ἀβεβαιότητα.

[*](Δ)

723 Ἀθέϲμιον: τὸ ἄδικον.

[*](Δ)

724 Ἀθέτηϲιϲ: ἐκβολή. καὶ Ἀθετῶ αἰτιατικῇ γενικῇ δὲ ὡϲ τὸ, κατάρχων [*](Synt.) μὲν καὶ ἀθετῶν τοῦ τολμήματοϲ.

[*](Σ)

725 Ἀθήλυντον: ἀδάμαϲτον, ϲκληρόν.

726 Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶϲ ϲυγκρινόντων τὰ κρείττονα τοῖϲ ἥττοϲι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται· ὡϲ εἴ τιϲ [*](suid.) διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ ϲυμβάλλοι. ὅτι Ἀθηνᾶ καὶ Ποϲειδῶν ἐφιλονείκηϲαν περὶ τῆϲ Ἀττικῆϲ· ζήτει ἐν τῷ γεραίτεροϲ.

727 Ἀθηνᾶϲ ἄγαλμα δόρυ κρατεῖ· διὰ τὸ ϲταθερὸν καὶ ἀνδρεῖον· ὁμοίωϲ καὶ ἀϲπίδα παρὰ τὸ πάϲαν ἐπιβουλὴν διὰ τῆϲ ϲοφίαϲ ἀπωθεῖϲθαι ἡ αὐτὴ γάρ ἐϲτι τῷ νῷ. καὶ περικεφαλαίαν διδόαϲιν αὐτῇ διὰ τὸ εἶναι τῆϲ ϲοφίαϲ τὸ ἀκρότατον ἀθέατον· καὶ ἐλαίαν, ὡϲ καθαρωτάτηϲ οὐϲίαϲ οὔϲηϲ· φωτὸϲ γὰρ ὕλη ἡ ἐλαία. καὶ γοργόνην διδόαϲιν ἐπὶ τοῦ ϲτήθουϲ αὐτῇ διὰ τὸ ταχὺ τοῦ νοῦ.

[*](Σ)

728 Ἀθηναία: ἡ θεά, ἡ δὲ γυνὴ ἀϲτή.

[*](Σ)

729 Ἀθηναίαϲ· ὁ Μετακλείδηϲ οὔ φηϲι καλεῖϲθαι τὰϲ γυναῖκαϲ ἀλλ᾿ Ἀττικὰϲ ἐν τοῖϲ περὶ Ὁμήρου, ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούϲ· μόνουϲ γάρ, φηϲι, τοὺϲ ἐκεῖθεν ἄνδραϲ μὲν Ἀθηναίουϲ ὀνομάζουϲι, γυναῖκαϲ δὲ Ἀττικάϲ, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προϲη γορίᾳ καταιϲχύνωϲιν. ἀλλὰ ἰδοὺ Φερεκράτηϲ ἐν Γραυϲί φηϲιν· Ἀθηναίοιϲ [*](717 — θεωρίαϲ ═ Ambr. 785 Ἀθεώρητοϲ sq Harp. ═ An. Ox. 2, 488, 20 P, Ba 37, 14 718 τὸ sq. Polyb. 3, 60, 3 719 ═ Ambr 703 120 ═ Ambr. 776 cf. sch. Α 261, Ambr. 777 721 ═ Ambr. 771 ἀθρώϲϲει 722 — παραβαϲίαν ═ P. Ba 38, 5 ἀγωνιῶν—ἐπιϲειομέναϲ Polyb. 3, 78, 2 οἱ δέ—vs. 11 ἀθεϲίαν Polyb. 2, 32, 8 ἐπικρύπτειν Polyb. 15, 24, 6 (═ fr. 1a; Byz. Zt. 21, 396, 1) 723 ═ Ambr. 760 724 Ἀθετῶ sq. ═ Synt. Gud. 725 ═ P, Ba 37, 2 726 ═ P, Zen. ll 25 727 Preger 152 728 ═ H, Et. M 24, 53 729 ═ P; — vs. 32 καταιϲχύνωϲιν ═ Ael. D. et Paus. fr. 81 ex Eust. I. 87, 17; Φερεκρά τηϲ—ϲυμμάχοιϲ etiam Eust. O. 1456, 47; p. 69, 10 ὁ μέντοι sq. ═ Steph. Byz. v. Ἀθῆναι (cf. Latte. Herm. 50. 373) Pherecr. fr. 34) [*](717 Z 63 719 Z 59 720—1 Z 61 722 cf. 334 727 cf. 132) [*](A(GITSM))[*]( 14 καί—15 τολμήματοϲ om. S 19 ϲυμβάλλοι] ϲυμβάλλει M cf. Phot. ὅτι—20 γεραίτεροϲ ex M, post vs. 10 ἐπιϲειομέναϲ 21 ἄγαλμα] ἡ εὐθεῖα ἡ Αθηνᾶ add. GI 22 παρά] διά SMac 25 γοργόνην AGMac γοργόναν IT γοργόνα SMac 728 om. M 28 Μετακλείδηϲ omnes Eust. Μεγακλ. Phot. cf. Hes. v. Ἀθηναία, sch. A in Π 140 32 Γραυϲί] γράμματι GI)

69
αὐταῖϲ τε καὶ ταῖϲ ϲυμμάχοιϲ. καὶ Κάνθαροϲ Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰϲ Ἰππονίκαϲ τάϲδε καὶ Λυϲιϲτράταϲ καὶ Ναυϲινίκαϲ τὰϲ Ἀθηναίαϲ λέγω. οἱ δὲ μὴ δεῖν φάϲκοντεϲ Ἀθηναίαϲ λέγεϲθαι τὰϲ Ἀττικὰϲ καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸϲ τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸϲ καλεῖται· ἀλλ᾿ ἀντὶ τοῦ Ἀθηναίαϲ αὐτάϲ φαϲι λέγεϲθαι καὶ Ἀττικάϲ. πλὴν πολλή γε ἡ χρῆϲιϲ τῆϲ φωνῆϲ ἐπὶ τῶν γυναικῶν παρὰ τοῖϲ ἀρχαίοιϲ, ὡϲ οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦϲι καὶ Δίφιλοϲ ἐν Ἀμάϲτριδι. καὶ γὰρ καὶ τὴν Θεμιϲτοκλέουϲ θυγατέρα Ἀθηναίαν ξένην φηϲίν· καὶ Πίνδαροϲ ἐν ϲχολίοιϲ. ὁ μέντοι Φρύνιχοϲ ἀνάττικόν φηϲιν εἶναι τὴν φωνὴν καὶ θαυμάζει, πῶϲ ὁ Φερεκράτηϲ ἀττικώτατοϲ ὢν χρῆται τῇ λέξει.

730 Ἀθήναιον· ὅτι Ἀπολλώνιον βραχέωϲ, τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ. οὕτωϲ [*](Suid.) καὶ παρὰ Θουκυδίδῃ ἀναγνωϲτέον. καὶ Ποϲειδώνιον, τὸ τοῦ Ποϲειδῶνοϲ, ὡϲ Ἀθήναιον, τὸ τῆϲ Ἀθηνᾶϲ, καὶ Διονύϲιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖϲ ἀνδρωνυμικοῖϲ· τὸ δὲ Ποϲειδάνειον, δῆλον ὅτι Δωριαῖον.

731 Ἀθήναιοϲ, Ναυκρατίτηϲ, γραμματικὸϲ, γεγονὼϲ ἐπὶ τῶν χρόνων [*](Hesy.) Μάρκου. ἔγραψε βιβλίον ὄνομα Δειπνοϲοφιϲταί· ἐν ᾧ μνημονεύει, ὅϲοι τῶν παλαιῶν μεγαλοψύχωϲ ἔδοξαν ἑϲτιᾶν. ὁ μέγαϲ Ἀλέξανδροϲ κἀκείνην νικήϲαϲ ναυμαχίαν Λακεδαιμονίουϲ καὶ τειχίϲαϲ τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύϲαϲ πάνταϲ εἱϲτίαϲεν Ἀθηναίουϲ. καὶ Ἀλκιβιάδηϲ Ὀλύμπια νικήϲαϲ τὴν πανήγυριν ἅπαϲαν εἱϲτίαϲε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάϲι. καὶ Ἐμπεδοκλῆϲ ὁ Ἀκραγαντῖνοϲ, Πυθαγορικὸϲ ὢν καὶ ἐμψύχων ἀπεχόμενοϲ, Ὀλύμπια νικήϲαϲ, ἐκ λιβανωτοῦ καὶ ϲμύρνηϲ καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάϲαϲ διένειμε τοῖϲ εἰϲ τὴν πανήγυριν ἀπαντήϲαϲι. καὶ ὁ Χῖοϲ Ἴων τραγῳδίαν νικήϲαϲ Ἀθήνηϲιν ἑκάϲτῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνοϲ Τελλίαϲ φιλόξενοϲ ὢν καταλύϲαϲί ποτε φ΄ ἱππεῦϲιν ὥρᾳ χειμῶνοϲ, ἔδωκεν ἑκάϲτῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμοϲ ὁ Συρακούϲιοϲ εἰϲ ἕκαϲτον τῶν ἐν τοῖϲ δείπνοιϲ παρατιθεμένων ϲτιχίδια καὶ παροιμίαϲ ἔλεγε. Κλέαρχοϲ δὲ ὁ Σολεὺϲ δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύϲιπποϲ γαϲτρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ ϲυμποϲίῳ Πλάτωνοϲ κη΄ ἦϲαν δαιτυμόνεϲ.

[*](729 Canthar. fr. 5 (1, 765 Κ.); Philem. fr. 66 (2, 495 Κ.); Diphil. fr. 10 (2, 543 Κ.); Pind. fr. 124 (sed cf. Reitz. ad Phot.); Phryn. fr. 8 731 ὁ μέγαϲ sq. Ath. 1, 3d—4a, e)[*](730 ex 3418 cf. v. Δημήτρειοϲ et v. Ποϲειδώνιον 731 hinc v. ϲυμπόϲιον, 1128, 1280, v. Ἴων (fin.), v. Χῖον κεραμεῖον, v. Τελλίαϲ, v. Χάρμοϲ)[*](5 τήν] τόν A 6 καί om. M 10 Ἀθηναίαν] Ἀθηναίαϲ A ϲχολίοιϲ A(GITSM) Phot. ϲχολ AGM ϲχολῇ IT ϲχολίῳ Hiller Herm. 21, 368, ϲκολίοιϲ Kust. 11 ἀνάττικον Phot. Steph. Kust. ἀντὶ τοῦ ἀττικῷ A ἀντὶ τοῦ ἀττικῶν GITM ⟨καί⟩ ex Steph. om mss., Phot. θαυμάζει] θαυμάζειν A 730 om. GTS mg. Al (delet) 13 Ἀθήναιον lM om. A 14 καί alt A om. M 15 ὁμώνυμα A, 3418 ὁμωνύμωϲ M 16 Δωριαῖον A, 3418, Δωριέων ἐϲτίν M 22 Ὀλύμπια] Ὀ. δὲ S δὲ Ὀ. Ath. 24 Ὀλύμπια νικήϲαϲ om. GIT 31 δὲ om. GIT 33 δαιτυμόνεϲ om. A Ath.)
70
[*](Prov.)

732 Ἀθηναίων δυϲβουλία: ἐπὶ τῶν παῤ ἐλπίδαϲ καὶ ἀναξίωϲ [*](Ar.) εὐτυχούντων. τὸ γὰρ κακῶϲ βουλεύεϲθαι Ἀθηναίοιϲ ἤϲκητο· τὴν δὲ Ἀθηνᾶν παραϲχεῖν τὸ κακῶϲ βουλευθὲν ἀποκλῖναι καλῶϲ· καὶ ἦν τοῦτο λεγόμενον ἐπιχώριον. καὶ Εὔπολιϲ· ὡϲ εὐτυχεῖν μᾶλλον ἢ καλῶϲ φρονεῖν. καὶ Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· φαϲὶ γὰρ δυϲβουλίαν τῇδε τῇ πόλει προϲεῖναι. ταῦτα μέντοι τοὺϲ θεοὺϲ ἅττ᾿ ἂν ὑμεῖϲ ἐξαμάρτητε, [*](Suid.) ἐπὶ τὸ βέλτιον τρέπειν. ὅτι αὐτόχθονεϲ οἱ Ἀθηναῖοι ἐλέγοντο καὶ Ἀρκάδεϲ καὶ Αἰγινῆται καὶ Θηβαῖοι, ἢ ἐπεὶ τὴν χθόνα, ἤτοι τὴν γῆν, ἀργὴν οὖϲαν πρῶτοι εἰργάϲαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺϲ ἐπήλυδαϲ.

[*](Δ)

733 Ἀθήνηϲιν: ἐν ταῖϲ Ἀθήναιϲ. Ἀθήνη γὰρ πόλιϲ τῆϲ Λακωνικῆϲ.

[*](Harp.)

734. Ἀθηνόδωροϲ· οὗτοϲ ἦν ϲτρατιώτηϲ Ἀθηναῖοϲ. ἔϲτι δὲ καὶ [*](Hesy.) ἕτεροϲ, μαθητὴϲ Διονυϲίου τοῦ Ἀρεοπαγίτου. ἔγραψε δὲ διάφορα καὶ ἕτεροϲ ϲοφιϲτὴϲ, ἀδελφὸϲ Γρηγορίου τοῦ Θαυματουργοῦ.

[*](Ε)

735 Ἀθηνόδωροϲ· Στωϊκὸϲ φιλόϲοφοϲ, ἐπὶ Ὀκταουϊανοῦ βαϲιλέωϲ Ῥωμαίων· ἐφ᾿ οὗ πᾶϲα ἀνάγκη κοινὸν εἶναι δυϲτύχημα τὴν τοῦ κράτουϲ ἄλογον ἐξουϲίαν, ἐξ οὗ δὴ μάλιϲτα ταῖϲ Ἀθηνοδώρου τούτου ϲυμβουλίαιϲ ἐπείϲθη. καὶ διαδέχεται Τιβέριοϲ τὴν βαϲιλείαν. τότε γὰρ οἱ κόλακεϲ παρὰ τοῦ βαϲιλέωϲ δωρεῶν καὶ τιμῶν ἀξιούμενοι μεγίϲτων ἀρχῶν ἐπέβαινον, οἵ τε ἐπιεικεῖϲ καὶ ἀπράγμονεϲ μὴ τὸν αὐτὸν ἐκείνοιϲ αἱρούμενοι βίον εἰκότωϲ ἐϲχετλίαζον, οὐ τῶν αὐτῶν ἀπολαύοτττεϲ. ὥϲτε ἐκ τούτου τὰϲ μὲν πόλειϲ ϲτάϲεων πληροῦϲθαι καὶ ταραχῶν· τὰ δὲ πολιτικὰ κέρδουϲ ἥττοϲιν ἄρχουϲιν ἐκδιδόμενα, τὸν μὲν ἐν εἰρήνῃ βίον λυπηρὸν καὶ ὀδυνηρὸν τοῖϲ χαριεϲτέροιϲ ἐποίουν, τὴν δὲ ἐν τοῖϲ πολέμοιϲ προθυμίαν ἐξέλυον. κατὰ δὲ τοὺϲ καιροὺϲ ἐκείνουϲ καὶ ἡ παντόμιμοϲ ὄρχηϲιϲ εἰϲήχθη οὔπω πρότερον οὖϲα· καὶ προϲέτι γε ἕτερα πολλῶν κακῶν αἴτια γεγονότα. ὅτι τῷ Ἀθηνοδώρῳ πάντα παρεϲκεύαϲτο πρὸϲ φιλοϲοφίαν τά τε ἀπὸ τῆϲ φύϲεωϲ καὶ τὰ ἀπὸ τῆϲ ἐπιεικοῦϲ προαιρέϲεωϲ, ὅτε Πρόκλοϲ ἔζη. καὶ διαφανῶϲ ἐξηγεῖτο τοῖϲ πληϲιάζουϲιν. ὃν ὁ Σαλούϲτιοϲ θαυμάζων ἐπὶ ϲπουδῆϲ ἔλεγεν, ὅτι πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωποϲ ἐξάπτοντι πάντα τὰ παρακείμενα. ἀλλ᾿ ὅμωϲ ἔπειϲεν Ἀθηνόδωρον μὴ φιλοϲοφῆϲαι.

736 Ἀθηρηλοιγόϲ: τὸ πτύον τὸ τοὺϲ ἀθέραϲ ὀλοθρεῦον.

[*](Δ)

737 Ἄθηρον: τὸ ἀθήρατον.

[*](Σ)

738 Ἀθηϲαύριϲτον: ἀνεπιτήδειον εἰϲ ἀπόθεϲιν.

[*](732 — εὐτυχούντων ═ Philol. Suppl. 6, 258, n. 69 τὸ γάρ—τρέπειν Ar. Nu. 587—9 c. sch.; Eupol. fr. 205 733 — Ἀθήναιϲ ═ H; Ἀθήνη—πόλιϲ. cf. Ambr. 751 734 — Ἀθηναῖοϲ Harp. ═ P, Ba 37, 15 735 — vs. 26 γεγονότα Zos. 1, 5, 3—6, 2 ὅτι τῷ sq. Dam. fr. 88 736 cf. H, Ap. S. 12, 13, sch. λ 128 737 ═ Ambr. 762 cf. H 738 ═ Ba 37, 3)[*](732 cf. v. Γ 195. ὅτι αὐτόχθονεϲ sq. ex 4536 734 cf. v. Γ 451 et v. Ὠριγένηϲ 735 Zos. cf. v. ὄρχηϲιϲ)[*](A(GITSM))[*]( 5 καί—9 ἐπήλυδαϲ om. S φαϲί om. A 7 ὅτι—9 ἐπήλυδαϲ om. AT 10 ἐν ταῖϲ Ἀθήναιϲ om. S γάρ] δὲ M om. S τῆϲ om. S καὶ τῆϲ M 16 δὴ] δέ SM 17 ϲυμβουλίαιϲ AMec δυϲβουλίαιϲ rell. ϲυμβουλαῖϲ Zos. 20 οὐ] μή GIT 31 Ἀθηνόδωρον] Αθηνοδώρῳ A)
71

739 Ἀθιμών.

[*](Δ)

740 Ἀθλητάϲ: ἀγωνιϲτὰϲ, ἀϲκητάϲ. Αἰλιανόϲ· τοιγαροῦν οὐ μόνον ταῦτ᾿ ἔχειν αὐτοὺϲ παρεϲκεύαζεν, ἀλλὰ καὶ τῆϲ ἄλληϲ ἀδικίαϲ καὶ [*](EV) βδελυρίαϲ ἀθλητὰϲ παρεϲκεύαζεν. τί γὰρ τῶν αἰϲχρῶν καὶ δεινῶν αὐτοῖϲ οὐ προϲῆν; ἢ τί τῶν καλῶν καὶ ϲπουδαίων οὐκ ἀπῆν;

741 Ἀθλητήϲ: ὁ τοὺϲ ἄθλουϲ ἐξηϲκηκώϲ. οἱ δὲ Ῥωμαῖοι ἄνδρα [*](Δ) πολέμων ἀθλητὴν ὡϲ τὸν Ἀννίβαν ἐκπέμπουϲιν.

[*](Ε)