Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](ΣΔ)

522 Ἀδρανέϲ: ἀϲθενέϲ. καὶ Ἀδρανία, ἡ ἀδυναμία, ἀϲθένεια. [*](Anth.) ἐν Ἐπιγράμμαϲι· ἄνθετο δειμαίνων γήραοϲ ἀδρανίην. καὶ αὖθιϲ· ἐπεὶ [*](Δ) παρενήξατο τὸ πλεῦν ἥβηϲ, ἐκ γήρωϲ δ᾿ ἀδρανίῃ δέδεται. ϲημαίνει δὲ καὶ ὄνομα ποταμοῦ. Ἀδρανεία δὲ δίφθογγον ἀπὸ τοῦ ἀδρανήϲ ἀρϲενικοῦ.

[*](Σ)

523 Ἀδράϲτεια Νέμεϲιϲ: ἣν οὐκ ἄν τιϲ ἀποδράϲειεν. Ἀδραϲτείαϲ [*](Ε) αὐτῷ Νέμεϲιϲ τιμωρὸϲ ὑπερόγκων καὶ ἀχαλίνων λόγων ἠκολούθηϲεν. [*](Prov.) Ἀδράϲτεια οὖν Νέμεϲιϲ, ἀπὸ Ἀδράϲτου. ἐπὶ τῶν πρότερον μὲν εὐδαιμονηϲάντων, ὕϲτερον δὲ δυϲτυχηϲάντων· τῶν γὰρ ἀπογόνων Θηβαίοιϲ ἐπιϲτρατευϲάντων, μόνοϲ Αἰγιαλεὺϲ ἀπώλετο Ἀδράϲτου παῖϲ.

[*](Harp.)

524 Ἀδράϲτεια: οἱ μὲν ταὐτὸν τῇ Νεμέϲει λέγουϲι, λαβεῖν δὲ τοὔνομα παρὰ Ἀδράϲτου τινὸϲ βαϲιλέωϲ. ἢ ἀπὸ Ἀδράϲτου τοῦ παλαιοῦ. νεμεϲηθέντοϲ ἐφ᾿ οἷϲ τῶν Θηβαίων κατηλαζονεύϲατο, ἱδρυϲαμένων ἱερὸν Νεμέϲεωϲ. ὃ μετὰ ταῦτα προϲηγορεύθη Ἀδραϲτεία. Δημήτριοϲ δὲ ὁ Σκήψιοϲ Ἄρτεμίν φηϲιν εἶναι τὴν Ἀδράϲτειαν ἀπὸ Ἀδράϲτου τινὸϲ. ἱδρυμένην. ὁ δὲ Ἀντίμαχοϲ λέγει· ἔϲτι τιϲ Νέμεϲιϲ μεγάλη θεὸϲ, ἣ τάδε πάντα πρὸϲ μακάρων ἔλαχε, βωμὸν δὲ οἱ εἵϲατο πρῶτοϲ Ἄδρηϲτοϲ ποταμοῖο παρὰρ ῥόον. ἔνιοι μέντοι ὡϲ διαφέρουϲαν ϲυγκαταλέγουϲιν αὐτῇ τῇ Νεμέϲει, ὡϲ Μένανδροϲ καὶ Νικόϲτρατοϲ.

[*](Δ)

325 Ἀδραϲτίδηϲ: ὄνομα κύριον.

[*](Hom.)

526 Ἀδρηϲτίνη: ἡ τοῦ Ἀδράϲτου θυγάτηρ.

[*](EV)

527 Ἀδριανόϲ· βαϲιλεὺϲ Ῥωμαίων. ἦν δὲ τὸ γένοϲ βουλευτοῦ πατρὸϲ ἐϲτρατηγηκότοϲ Ἄφρου· οὕτω γὰρ ὠνομάζετο· φύϲιν δὲ φιλολόγοϲ ἐν ἑκατέρᾳ τῇ γλώϲϲῃ· καί τινα πεζὰ καὶ ἐν ἔπεϲι ποιήματα παντοδαπὰ κατέλιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήϲτωϲ ἐχρῆτο καὶ κατὰ τοῦτο καὶ τἄλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλαϲϲε καὶ ἔγραφε καὶ οὐδὲν ὁ τι οὐ καὶ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βαϲιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺϲ [*](520 ═ Ambr. 461 521 — Εὔπολιϲ (fr. 391) + καὶ Θουκυδίδηϲ sq. sch. Thuc. 5, 1; Ἀδραμυτηνόϲ cf. Ambr. 446; Ἀτραμύττειον cf. Ambr. 3678 522 — ἀϲθενέϲ ═ P, Ba 28, 11, H ἀϲθένεια ═ Et. M. 18, 51, Et. Gud., An. Ox. 2, 331, 12 ἄνθετο—ἀδρανίην Anth. 6, 29, 2 ἐπεί—δέδεται Anth. 6, 296, 5—6 ὄνομα ποταμοῦ cf. Ambr. 466 523 — ἀποδράϲειεν ═ P, H, Σc Ἀδραϲτείαϲ— ἠκολούθηϲεν Aelian. fr. 228 vs. 10 Ἀδράϲτεια οὖν sq cf Zen. I 30 524 Harp. ═ P, Ba 28, 15: Antim. fr. 43, Men. com fr. 321, Nicostr. fr. 37 (2, 229 K.) 525 ═ Ambr 405 cf Et. M 18, 46 526 sch. Ε 412 cf. Ambr. 456 527 — p. 55, 11 πολλά Cass. D. 69, 2—3 ═ EV 2, 367, 7—21) [*](521 hinc 4379 525 Z 42) [*](A(GITSM))[*]( 4 ἡ om. M 5 ἀδρανίην] ἀδρανίκην A 7 καί om. A ποταμοῦ A mg. GIγρSMec τόπου A textu Iac TMac ἡ ᾅδου Ambr. Ἀδρανεία—ἀρϲενικοῦ ex GIT 8 Ἀδραϲτείαϲ] Ἀδράϲτεια M 14 παρά AS ἀπὸ GITM 17 φηϲιν] φαϲιν A ἀπὸ] ὑπὸ Mec 20 ποταμοῖο GITM ποταμοῖοϲ A. ποταμοῦ Sec ὡϲ ASM Harp. ὡϲ μή GITMγρ 21 αὐτῇ A Harp. Phot Ba. αὐτήν rell. 23 Ἀδρηϲτίνη] Ἀδραϲτίνη Sac 25 φύϲιν AS Exc. φύϲει GITM Xiphilin. 29 ὅτι οὐ] γρ. ὅτι οὖν ss. M)

55
ἀνθρώπουϲ ἔβλαπτεν· ὁ δὲ δὴ φθόνοϲ αὐτῷ δεινότατοϲ ἐϲ πάνταϲ τούϲ τινι προέχονταϲ ὢν πολλοὺϲ μὲν καθεῖλε, ϲυχνούϲ δὲ ἀπώλεϲε. βουλόμενοϲ γὰρ πάντων ἐν πᾶϲι περιεῖναι ἐμίϲει τοὺϲ ἔν τινι ὑπεραίρονταϲ. κἀκ τούτου καὶ τὸν Φαβωρῖνον Γαλάτην τόν τε Διονύϲιον τὸν Μιλήϲιον τοὺϲ ϲοφιϲτὰϲ καταλύειν ἐπεχείρει τοῖϲ τε ἄλλοιϲ καὶ μάλιϲτα τῷ τοὺϲ ἀνταγωνιϲτὰϲ ϲφῶν ἐξαίρειν, τοὺϲ μὲν μηδενὸϲ, τοὺϲ δὲ βραχυτάτου τινὸϲ ἀξίουϲ ὄνταϲ. οὗτοϲ ἐν ἐπιϲτολῇ ἔγραψε τά τε ἄλλα μεγαλοφρονηϲάμενοϲ, καὶ ἐπομόϲαϲ μήτε τι τῶν δημοϲίῳ ϲυμφερόντων ποιήϲειν μήτε βουλευτήν τινα ἀποϲφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ, ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προϲεπαραϲάμενοϲ· ἀλλ᾿ ὅμωϲ διεβλήθη εἰϲ πολλά. οὗτοϲ ἦν ἡδὺϲ μὲν ἐντυχεῖν καὶ ἐπήνθει τιϲ αὐτῷ χάριϲ, [*](EV) τῇ τε Λατίνων καὶ Ἑλλήνων γλώττῃ ἄριϲτα χρώμενοϲ· οὐ μὴν ἐπὶ πραότητι τρόπων ἄγαν ἐθαυμάζετο, περί τε τὴν τῶν δημοϲίων χρημάτων ἐϲπουδακὼϲ ἄθροιϲιν. οὗτοϲ φύϲει τοιοῦτοϲ ἦν ὥϲτε μὴ μόνον [*](EV) τοῖϲ ζῶϲιν ἀλλὰ καὶ τοῖϲ τετελευτηκόϲι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ᾿ αὐτοῦ ἐϲῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίϲταντο. ᾖτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲϲ τό τε περίεργον καὶ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺϲ ὄνταϲ παῦϲαι, μήτε τινὰ χρήματα ἀδίκωϲ ἀφελέϲθαι, καὶ πολλοῖϲ πολλὰ καὶ δήμοιϲ καὶ ἰδιώταιϲ χαρίϲαϲθαι. ἦν δὲ περιεργότατοϲ καὶ μαντείαιϲ καὶ μαγγανείαιϲ παντοδαπαῖϲ ἐχρῆτο. παιδικά τε αὐτοῦ ἐγεγόνει Ἀντίνοόϲ τιϲ· ἔκτιϲε δὲ πόλιν καὶ ϲυνῴκιϲεν ἀπ᾿ αὐτοῦ τε ὠνόμαϲε. καί τινα ὁρῶντα Ἀντίνοον λέγειν. οὗτοϲ ἐϲ Παννονίαν ἀφίκετο καὶ τὸν Ἴϲτρον [*](Ε) μετὰ τῶν ὅπλων διενήξατο. καὶ τοῦτο οἱ παρόντεϲ βάρβαροι ἐξεπλάγηϲαν.

528 Ἀδριανόϲ, ϲοφιϲτὴϲ, μαθητὴϲ Ἡρώδου, ἀκμάϲαϲ δὲ ἐπὶ Μάρκου [*](Hesy.) Ἀντωνίνου, ἀντιϲχολαϲτὴϲ Ἀριϲτείδου τοῦ ῥήτοροϲ ἐν Ἀθήναιϲ γενόμενοϲ· ἐϲοφίϲτευϲε δὲ καὶ κατὰ τὴν Ῥώμην καὶ ἀντιγραφεὺϲ τῶν ἐπιϲτολῶν ὑπὸ Κομόδου ἐγένετο. Μελέταϲ, καὶ Μεταμορφώϲειϲ ἐν βιβλίοιϲ ζ΄, Περὶ ἰδεῶν λόγου ἐν βιβλίοιϲ ε΄, Περὶ τῶν ἐν ταῖϲ ϲτάϲεϲιν ἰδιωμάτων ἐν βιβλίοιϲ τριϲὶν, ἐπιϲτολὰϲ καὶ λόγουϲ ἐπιδεικτικοὺϲ. Φάλαριν, Παραμυθητικὸν εἰϲ Κέλερα.

529 Ἀδριανοί: πόλιϲ Μυϲίαϲ, τῆϲ νῦν Βιθυνίαϲ.

530 Ἀδριάϲ: πέλαγοϲ. καὶ ζήτει ἐν τῷ Ἀρέθουϲα.

[*](527 vs. 11 οὗτοϲ—ἄθροιϲιν lo. Antioch. fr. 113, FHG 4, 581 ═ EV 1, 187 9—12 cf. Eutrop. 141 vs. 14 οὗτοϲ—25 λέγειν Cass. D. 69, 4, 6—5, 1; 11, 3 ═  EV 2, 367, 22—368 368, 17 vs. 25 οὗτοϲ sq. Cass. D. 69, 9, 6)[*](2 προέχονταϲ A Exc. προϲέχονταϲ rell. 4 Φαβωρῖνον Γαλάτην AS cf. Exc. A(GITSM) Γ. Φ. GITM 8 δημοϲίῳ AGIT δημοϲίων M δημοϲίων οὐ S 9 ἀποϲφάξειν GTM ἀποϲφάζειν AIS ἐξώλειαν] ἀπώλειαν mg. S 14 ὥϲτε] ὡϲ GIT 23 αὐτοῦ AS Exc. αὐτῷ GITM 28 δέ om. SM 31 Μελέταϲ] ἔγραψε Μελέταϲ N 32 τῶν ἐν] τῶν A 33 ἐν] καὶ ἐν A 529—532 om. S 530 ante 529 AGIT 36 πέλαγοϲ] θάλαϲϲα πέλαγοϲ A καί A om rell.)
56

531 Ἀδρίαϲ: πέλαγοϲ Ἀδριατικὸν πέλαγοϲ.

532 Ἀδρίαϲ: Σικελικὸν πέλαγοϲ, ὃ διαδύνων ὁ Ἀλφειὸϲ ἀπὸ Ἀρκαδίαϲ τῇ Σικελικῇ πηγῇ Ἀρεθούϲῃ μίγνυται εἰλικρινέϲτατοϲ.

[*](ΔΣ)

533 Ἁδρόν: πολὺ. μέγα, δαψιλὲϲ, πλούϲιον. καὶ Ἁδρότηϲ, ἡ ὑψηλότηϲ. [*](Ε) ἁδροῖϲ μιϲθοῖϲ προαγαγὼν εἰϲ τὸ τόλμημα, τοῦτον ἀναιρεῖ. [*](Ε) καὶ Αἰλιανόϲ· τινὰϲ παραλαβὼν ἁδροῦ μιϲθοῦ ἐϲ Βυζάντιον ἐλθεῖν [*](Ε) πείθει. καὶ αὖθιϲ· ἑκάϲτου τὴν τέχνην ἐπιδεικνυμένου ἐπὶ μιϲθοῖϲ ἁδροῖϲ.

[*](Δ)

534 Ἅδρηϲιϲ: ἡ ἁδρόαϲιϲ, ἡ ἀπραξία.

[*](Σ)

535 Ἁδρύνοιτο: αὐξάνοιτο.

536 Ἁδύ: τὸ ἡδύ. Θεόκριτοϲ· ἁδύ τι τὸ ψιθύριϲμα καὶ ἁ πίτυϲ, αἰπόλε, τήνα

[*](Σ)

537 Ἀδύνατα εἶναι: ἀντὶ τοῦ ἀδύνατον. πολλάκιϲ γὰρ κέχρηται. Θουκυδίδηϲ τοῖϲ πληθυντικοῖϲ ἀντὶ ἑνικῶν, μάλιϲτα δ᾿ ἐπὶ ταύτηϲ τῆϲ [*](Phil.) λέξεωϲ. ἀδύνατον δέ ἐϲτιν, ὃ μή ἐϲτιν ἐπιδεκτικὸν τοῦ ἀληθὲϲ [*](Ε) εἶναι· οἷον ἡ γῆ ἵπταται. ἀδύνατα ἔχοντοϲ τοῦ ϲτρατηγοῦ κύβον ἀναρρίψαι πολέμου τοϲοῦτον.

[*](Prov.)

538 Ἀδύνατα θηρᾷϲ: ἐπὶ τῶν ἐγχειρούντων μείζοϲιν ἢ καθ᾿ ἑαυτούϲ.

[*](Δ)

539 Ἀδυναϲτί: ἀδυνάτωϲ.

[*](Harp.)

540 Ἀδύνατοι: οἱ πεπηρωμένοι τὸ ϲῶμα· ἐλάμβανον δὲ οὗτοι δοκιμαϲθέντεϲ ὑπὸ τῆϲ βουλῆϲ, οἱ μέν φαϲιν, ἑκάϲτηϲ ἡμέραϲ ὀβολοὺϲ δύο, οἱ δὲ ὀβολόν. Φιλόχοροϲ δέ φηϲιν ἐννέα δραχμὰϲ κατὰ μῆνα.

541 Ἀδυϲώπητον: ἀπροϲωπόληπτον.