Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Σ)

 4168 Ἀϲκήϲαϲα: κοϲμήϲαϲα, μετ᾿ ἐπιμελείαϲ ὑφάναϲα.

[*](Σ)

4169 Ἄϲκηϲιϲ: ἐγκράτεια.

[*](Σ)

4170 Ἄϲκηϲιν: ἀγωνίαν· καὶ ὡϲ ἡμεῖϲ, τὸ δεδιέναι καὶ προϲδοκᾶν τὸ μέλλον λέγουϲιν οἱ παλαιοὶ καὶ Πλάτων. καὶ Ἀϲκητὰϲ καὶ ἀθλητὰϲ λέγουϲιν.

[*](Ar.)

4171 Ἀϲκητικόν, μέγα. Ἀριϲτοφάνηϲ· καὶ μὴν ὁρῶ τοὺϲ Ἀθηναίουϲ ὥϲπερ παλαιϲτὰϲ ἄνδραϲ ἀπὸ τῶν γαϲτέρων τὰ ἱμάτια ἀποϲτέλλονταϲ, ὥϲτε φαίνεται ἀϲκητικόν τι χρῆμα τοῦ νοϲήματοϲ. καὶ [*](Σ) Ἀϲκητικόϲ, φιλομαθὴϲ, φιλόϲοφοϲ.

[*](Anth.)

4172 Ἀϲκητόϲ: μετ᾿ ἐπιμελείαϲ κεκοϲμημένοϲ. θηλυχίτων ἀϲκητὸϲ ἐϋϲπείροιϲι κορύμβοιϲ.

[*](Hesy.)

4173 Ἀϲκληπιάδηϲ, Διοτίμου, Μυρλεανόϲ (πόλιϲ δέ ἐϲτι Βιθυνίαϲ, ἡ νῦν Ἀπάμεια καλουμένη), τὸ δὲ ἄνωθεν γένοϲ ἦν Νικαεύϲ· γραμματικὸϲ, μαθητὴϲ Ἀπολλωνίου. γέγονε δὲ ἐπὶ τοῦ Ἀττάλου καὶ Εὐμενοῦϲ τῶν ἐν Περγάμῳ βαϲιλέων. ἔγραψε φιλοϲόφων βιβλίων διορθωτικά· ἐπαίδευϲε δὲ καὶ εἰϲ Ῥώμην ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ ἐν Ἀλεξανδρείᾳ ἐπὶ τοῦ τετάρτου Πτολεμαίου νέοϲ διέτριψεν. ἔγραψε [*](4162 — μύειν ═ Ambr. 3587 ἀϲκαρδάμυκτον sq. Ar. Eq. 292 c. sch. cf. Ba 152,13 4163 ═ Ambr. 3592 cf. B, sch. α 68, Et. M. 154, 39 4164 Soph. OC 100 — 101 c. sch. 4165 — Ἀττικά ═ Ba 151, 30 ἀϲκέρα cf. Ambr. 3496 ═ H 4166 — ἀπαράϲκευον ═ Ba 152, 1 cf. H ἄνευ sq. Greg. PG 36 573 c c. sch. 4167 ═ Ambr. 3390, sch. K 212 cf. H Et. M. 154, 55 4168 ═ Ba152, 2, Σa; μετ᾿ sq. ═ sch. Ξ 179, H (falso Phryn. fr. 268) 4169 ═ Ba 152, 3, Σa 4170 λέγουϲιν ═ Ba 152, 4; ἀϲκητάϲ sq. cf. Erotian. 62, H 4171 — νοϲήματοϲ Ar. Lys. 1082 2—5 c. sch. ἀϲκητικόϲ sq. ═ Ba 152, 7, Σa 4172 θηλυχίτων sq, Anth. 6, 219, 3 4173 cf. Steph. Byz. v. Μύρλεια; duos Asclepiades confusos esse perspexerunt viri docti, e. g. Rohde Kl. Schr. 1, 375, 1) [*](4162 hinc v. ϲκαρδαμύττει, Z 328 4163 Z 328 4165 Z 319 4166 Z 311 4170 cf. 740 4173 cf. v. Μυρλεανόϲ) [*](A(GITFVM)) [*](4 ἰλλωπεῖν A, sch. ἰλλωππεῖν F ἰλλώπτειν rell. cf. v. 9 ἀϲκέρα FVM ἀϲκείρα A ἀϲκαίρα GIT 23 ἐϋϲπείροιϲι] εὐπείροιϲι GITM 24 πόλιϲ— p. 383, 8 ἰατρικῆϲ om. F 25 γένοϲ om. V 26 Εὐμενοῦϲ] Εὐμελοῦϲ V Εὐμελεῖν M)

383
πολλά. καὶ Ἀϲκληπίειον φάρμακον καὶ Αϲκλήπειον φάρμακον, [*](Δ) Ἀϲκληπήϊον δὲ ἱερόν. καὶ Αϲκληπιάδαι, οἱ ἰατροὶ, ἀπὸ Ἀϲκληπιοῦ. οὗτοϲ δὲ παρὰ τὸ ἀϲκελῆ καὶ ἤπια φυλάττειν τὰ [*](Ecl.) ϲώματα. ὅτι Ἁϲκληπιὸϲ, ἔφοροϲ τῆϲ ἰατρικῆϲ, Παύϲωνα καὶ Ἶρον [*](Ε) κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάϲαιτο. ζήτει ἐν τῷ Παύϲων καὶ Ἶροϲ. καὶ Αἰλιανόϲ· ὁ δὲ ἀθλίωϲ νόϲῳ (περιπνευμονίαν καλοῦϲιν Ἀϲκληπιαδῶν [*](Ε) παῖδεϲ αὐτὴν) πιεζόμενοϲ τὰ μὲν πρῶτα ἐδεῖτο τῆϲ ἀνθρώπων ἰατρικῆϲ.

4174 Ἀϲκληπιόδοτοϲ· οὗτοϲ ἐκ παίδων εὐθὺϲ ὡμολογεῖτο ὀξύτατοϲ καὶ πολυμαθέϲτατοϲ εἶναι τῶν ἡλικιωτῶν, ὥϲτε καὶ πολυπραγμονῶν οὐδὲν ἐπαύετο περὶ ἑκάϲτου τῶν παραπιπτόντων, ὧν ἥ τε ἡ φύϲιϲ ἀπεργάζεται θαυμαϲίων καὶ τέχνη ἑκάϲτη παρέχεται δημιουργημάτων. ἐν γοῦν ὀλίγῳ χρόνῳ παντάπαϲι κατανενοήκει τῶν τε βαφικῶν χρωμάτων τὰϲ μίξειϲ ἁπάϲαϲ καὶ τῶν περὶ ἐϲθῆτα κοϲμουμένων βαμμάτων παντοδαπῶν, ἔτι δὲ τῶν ξύλων τὰϲ μυρίαϲ διαφορότηταϲ, ὅπωϲ αὐτῶν αἱ ἶνεϲ ἔχουϲιν εὐθύτητοϲ πέρι καὶ διαπλοκῆϲ. ἀλλὰ μέντοι λίθων καὶ βοτανῶν αἱ ποικίλαι δυνάμειϲ τε καὶ ἰδέαι, τῶν τε ἐν ποϲὶ κειμένων καὶ τῶν ϲπανιωτάτων, ἀνεζητοῦντο καὶ εὑρίϲκοντο πάϲῃ μηχανῇ. ὄχλον δὲ παρείχετο πολὺν τοῖϲ περὶ ἕκαϲτα διατρίβουϲι παρακαθήμενόϲ τε ϲυχνὰ καὶ περὶ ἑκάϲτου ἀνερωτῶν ἐϲ τὸ ἀκριβέϲτατον. τὴν δὲ περὶ φυτῶν ἱϲτορίαν ἐπὶ μείζονοϲ ἠγάπα τιμῆϲ, καὶ ἔτι μᾶλλον τὴν περὶ ζῴων, τά τε ἐνόντα διὰ τῆϲ ὄψεωϲ ἀνακρίνων καὶ τὰ μὴ δυνατὰ διὰ τῆϲ ἀκοῆϲ ἐξετάζων ἐπὶ τὸ μακρότατον, ὅϲα τε τοῖϲ πρεϲβύταιϲ ἀναγέγραπται περὶ τούτων ἀναλεγόμενοϲ. ἦν δὲ Ἀλεξανδρεὺϲ τὸ γένοϲ. τοῦτον οὖν ἐπίϲταμαι διὰ πείραϲ ϲυχνῆϲ εὖ μάλα τήν τε ἀγαθοειδῆ προαίρεϲιν προβεβλημένον καὶ τοῦ πατρὸϲ οὐ πολύ τι λειπόμενον κατὰ τὴν εὐϲεβῆ προθυμίαν καὶ τὴν πρὸϲ τὸ θεῖον ἀναγομένην ἐλπίδα ϲύντονόν τε καὶ ἐρωτικήν· φιλοϲοφοῦντα μέντοι ὑπὲρ ἐκεῖνον καὶ τῇ ἄλλῃ προπαιδείᾳ κεκοϲμημένον. τοιγαροῦν ἀνέθηλεν ἐπ᾿ αὐτοῦ ἡ πόλιϲ τῆϲ Ἀφροδίτηϲ εἰϲ τὸ ἱερώτερον. ἤδη δὲ καὶ ἐϲ τὰϲ ὑπερορίουϲ ἀπῴκιϲε τὴν ἀπόρρητον θέμιν, ἔϲ τε Ἀλεξάνδρειαν τὴν Ὀϲιράζουϲαν καὶ τῆϲ ἕω πολλαχῇ τὴν μαγεύουϲαν. γενόμενοϲ δὲ πρὸϲ τῷ ϲεμνῷ καὶ εὐτράπελοϲ ἡδίϲτην παρείχετο τοῖϲ [*](4173 Ἀϲκληπίειον —ἱερόν ═ Ambr. 3550 — 52, 3558 cf. Lobeck in Phryn. 370 Ἀϲκληπιάδαι ═ Ambr. 3386 οὖτοϲ — ϲώματα cf. Et. M. 154, 49 Ἀϲκληπιόϲ — ἰάϲαιτο Aelian. fr. 100 Αἰλιανόϲ sq. fr. 89 4174 Dam. fr. 114, 119, 129 135, 216 cf. Phot. bibl. 344a 36) [*](4173 cf. v. Παύϲων et v. ἤρτηται 4174 cf. v. διὰ πείραϲ, v. Ὀϲιράζουϲαν, v. χαρίϲιον) [*](1 καί pr. ex AM om. GITV καὶ Ἀϲκλήπειον φάρμακον om. M A(GITVM) 1. 2 φάρμακον om. ITV 4 τῆϲ] ἦν M 5 ζήτει — Ἶροϲ ex Mmg 13 βαφικῶν] γραφικῶν Bekk. 14 κοϲμουμένων] ἀϲκουμένων sive κομμουμένων coni. Bhd., κομψευομένων coll. v. Ἐπίκτητοϲ Asmus, Byz. Zt. 18, 460, 4 19 ὄχλον] ὅπλον V 21 ἠγάπα] ἦγε Τ, ἤγαγε Lobeck in Phryn. 419 30 Ἀφροδίτηϲ om. A (propter cp. Δ) ἱερώτερον] ἱερόν AacVac 32 Ὀϲιράζουϲαν] Ὀϲιριάζουϲαν Kust.)

384
ἐντυγχάνουϲι τὴν αὐτοῦ ϲυνδιαίτηϲιν. εὐφυὴϲ δὲ ἐκ παίδων γεγονὼϲ ἄχρι γήρωϲ πολλὰ ϲυνειϲήνεγκεν εἰϲ τὰ ἱερὰ τῆϲ οἰκείαϲ φύϲεωϲ ἔκγονα μηχανήματα, ἀγάλματά τε διακοϲμῶν καὶ ὕμνουϲ προϲτιθεὶϲ ἔϲτιν οἷϲ. οἰκονομικὸϲ δὲ ὢν καὶ γεωργικὸϲ, ἀποθανόντοϲ αὐτῷ τοῦ πατρὸϲ, ἀπέτιϲε χρέα πολλά. ἐν χρηματιϲμῷ δὲ δικαίῳ καταϲτὰϲ ὅμωϲ ἐν δαπανήμαϲι μεγάλοιϲ ἐγένετο, τῆϲ τε ἱεράϲ εἵνεκα προαιρέϲεωϲ καὶ τὴϲ ἄλληϲ πολιτικῆϲ φιλοτιμίαϲ ἀναγκαίαϲ εἶναι δοκούϲηϲ καὶ τῷ οἴκῳ ϲυνήθουϲ. ὥϲτε ἠναγκάϲθη καὶ αὐτὸϲ ὕϲτερον ὑπόχρεων τὴν οὐϲίαν καταλιπεῖν ταῖϲ θυγατράϲι. ταῦτα ἀναγεγράφθω μοι χαρίϲια ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι. ζήτει ἐν τῷ δειϲιδαιμονία.

[*](Ar.)

4175 Ἀϲκὸν δέρειν: ἐπὶ τῶν καθ᾿ ὑπερβολὴν ἐπαγγελλομένων πράττειν τι. τὸ δέρμα μου εἰϲ ἀϲκὸν ἐκδερματίζειν. ὑπὲρ τοῦ πιϲτευθῆναι αὐτὸν ἐμμένειν τοῖϲ ὑποκειμένοιϲ, προϲέθηκε πλέον ἢ ἐκεῖνοι ἐπέταξαν καὶ λέγει καταφρονεῖν ἐκδερομένου τοῦ δέρματοϲ. ὁ γὰρ τὰ μείζω ἐπαγγελλόμενοϲ ὑπομένειν εὐχερῶϲ ἂν τὰ ἥττονα ὑπενέγκοι.

[*](Suid.)

4176 Ἀϲκὸν τίλλειν: ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν.

[*](Thdr.)

4177 Ἀϲκὸϲ ἐν πάχνῃ· ὁ Δαβὶδ λέγει, ὅτι ἐγενήθην ὡϲ ἀϲκὸϲ ἐν πάχνῃ. ὁ ἀϲκὸϲ θερμαινόμενοϲ χαυνοῦται καὶ φυϲώμενοϲ ἐξογκοῦται, ἐν δὲ τῇ πάχνῃ ϲκληρύνεται καὶ πήγνυται. οὕτω καὶ τοῦ ϲώματοϲ ἡ φύϲιϲ χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, τῇ δὲ ἀϲκητικῇ ἀγωγῇ ταπεινοῦται καῖ πιέζεται. καὶ τούτου μάρτυϲ ὁ Παῦλοϲ βοῶν· ἀλλ᾿ ὑποπιέζω μου τὸ ϲῶμα καὶ δουλαγωγῶ, μή πωϲ ἄλλοιϲ κηρύξαϲ αὐτὸϲ ἀδόκιμοϲ γένωμαι. τοιγάρτοι καὶ ὁ προφήτηϲ, ἐπειδὴ διωκόμενοϲ ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνηϲ δὲ ἀπολαύϲαϲ τοῖϲ ἀπὸ τῆϲ τρυφῆϲ ἐβλάβη ϲκιρτήμαϲι, ταπεινώϲαϲ τὸ ϲῶμα τῶν θείων νόμων τὴν μνήμην ἀνενεώϲατο. καὶ Ἀϲκὸϲ Κτηϲιφῶνγοϲ· [*](Ar.) Ἀριϲτοφάνηϲ· κατὰ τὰ πάτρια τοὺϲ χοὰϲ πίνειν ὑπὸ τῆϲ ϲάλπιγγοϲ· πιγγοϲ· ὃϲ δ᾿ ἂν ἐκπίῃ πρώτιϲτοϲ, ἀϲκὸν Κτηϲιφῶντοϲ λήψεται. ἐν γὰρ ταῖϲ Χοαῖϲ ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν πρῶτόν τινα χοᾶ, καὶ ὁ νικῶν ἐϲτέφετο φυλλίνῳ ϲτεφάνῳ καὶ ἀϲκὸν οἴνου ἐλάμβανε. πρὸϲ ϲάλπιγγαϲ δὲ ἔπινον. ὁ δὲ Κτηϲιφῶν ὡϲ παχὺϲ καὶ προγάϲτωρ ἐϲκώπτετο. ἐτίθετο δὲ ἀϲκὸϲ πεφυϲημένοϲ ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐφ᾿ οὗ τοὺϲ πίνονταϲ πρὸϲ ἀγῶναϲ ἑϲτάναι, τὸν προπιόντα δὲ ὡϲ νικήϲαντα λαμβάνειν ἀϲκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ. [*](4175 sch. Ar. Nu. 441 4177 — vs. 27 ἀνενεώϲατο Thdr. in Ps. 118, 83, PG 80, 1848b c; 1. Cor. 9, 27 vs. 27 ἀϲκόϲ—vs. 35 χοᾶ Ar. Ach. 1000 — 1002 c. sch.) [*](4176 ex v. ὄνου πόκαι) [*](A(GITFVM)) [*](4176 om. AFV mg. l post vs. 27 ἀνενεώϲατο TM 18 πάχνῃ] Θεοδωρήτου ἑρμηνεία add. l, mg. M 23 ὑποπιέζω] ὑποπιάζω Mec 27 καί— p. 385, 24 βαίνειν om. F mg. V καί— p. 385, 1 καί om. T καί ex AGI; nov. gl. M 30 χοᾶ] χόα A χόαν V 34 προπιόντα] πίοντα V 35 ὡϲ— p. 385, 2 δέ om. A)

385
καὶ Ἀϲκοφορεῖν. ἐν ταῖϲ Διονυϲιακαῖϲ πομπαῖϲ, τὰ μὲν ὑπὸ τῶν [*](Σ) ἀϲτῶν ἐπράττετο, τὰ δὲ τοῖϲ μετοίκοιϲ ποιεῖν ὑπὸ τῶν νομοθετηϲάντων προϲετέτακτο. οἱ μὲν οὖν μέτοικοι χιτῶναϲ ἐνεδύοντο χρῶμα ἔχονταϲ φοινικοῦν καὶ ϲκάφοϲ ἔφερον· ὅθεν ϲκαφηφόροι προϲηγορεύοντο. οἱ δὲ ἀϲτοὶ ἐϲθῆτα εἷχον, ἣν ἐβούλοντο, καὶ ἀϲκοὺϲ ἐπ᾿ ὤμων ἔφερον· ὅθεν ἀϲκοφόροι ἐκαλοῦντο. καὶ παροιμία· Ἀϲκῷ μορμολύττεϲθαι, [*](Prov.) ἐπὶ τῶν εἰκῆ καὶ διακενῆϲ δεδιττομένων. καὶ Ἀϲκωλίαζον· ἑορτὴν [*](Ar.) οἱ Ἀθηναῖοι ἦγον τὰ Σκώλια, ἐν ᾗ ἥλλοντο τοῖϲ ἀϲκοῖϲ εἰϲ τιμὴν τοῦ Διονύϲου. δοκεῖ δὲ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ τὸ ζῷον. ἀμέλει γοῦν καὶ ἐπίγραμμα φαίνεται πρὸϲ τὴν αἶγα οὕτωϲ ἔχον· κἤν με φάγῃϲ ἐπὶ ῥίζαν, ὅμωϲ δ᾿ ἔτι καρποφορήϲω, ὅϲϲον ἐπιλεῖψαι ϲοὶ, τράγε, θυομένῳ. Ἀϲκωλίαζε δὲ ἀντὶ τοῦ ἅλλου· κυρίωϲ ἀϲκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀϲκῶν ἅλλεϲθαι ἕνεκα τοῦ γελωτοποιεῖν. ἐν μέϲῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀϲκοὺϲ πεφυϲημένουϲ καὶ ἀληλιμμένουϲ, εἰϲ οὓϲ ἐναλλόμενοι ὠλίϲθαινον· καθάπερ Εὔβουλοϲ ἐν Δαμαλίᾳ φηϲὶν οὕτωϲ· καὶ πρόϲ γε τούτοιϲ ἀϲκὸν ἐϲ μέϲον καταθέντεϲ ἐνάλλεϲθε καὶ καγχάζετε ἐπὶ τοῖϲ καταρρέουϲιν ἀπὸ κελεύϲματοϲ. καὶ Ἀϲκωλιάζοντϲ, [*](Σ) ἐφ᾿ ἑνὸϲ ποδὸϲ ἐφαλλόμενοι, ὑϲτερούμενοι τῶν κατὰ φύϲιν. ὃ δὲ ἐμοὶ δοκεῖν, ὁρμῇ τῇ παρὰ τοῦ Ἀϲκληπιοῦ ἐϲ τὸν δεϲπότην [*](Ε) την ἀϲκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνοϲ τῷ Ἀϲκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν, ἕνα καὶ ἐν τάξει ϲτὰϲ ὥϲπερ οὖν παρά τινοϲ λαβὼν χοροδέκτου τὴν ϲτάϲιν, ὡϲ οἷόϲ τε ἦν ϲυνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει. καὶ Ἀϲκωλιαϲμὸϲ [*](Δ) ὁμοίωϲ, τὸ ἐφ᾿ ἑνὸϲ ποδὸϲ βαίνειν. ὅτι οἱ ἀϲκοὶ ἁλϲὶ ϲμηχόμενοι [*](Suid.) βελτίονεϲ γίνονται.

4178 Ἀϲκοπήρα: τὸ μαρϲίπιον, ἤτοι τὸ ϲακκοπάθνιον.

[*](Δ)

4179 Ἄϲκοπον: ἀντὶ τοῦ ἀπροϲδόκητον. καὶ Ἄϲκοποϲ λώβη, [*](Σ) ἀπροόρατοϲ, τουτέϲτιν ὁ θάνατοϲ.

[*](Soph.)

4180 Ἀϲκούμενοϲ: καταϲκευάζων, κοϲμῶν.

[*](Σ)

4181 Ἀϲκῶ· αἰτιατικῇ.

[*](Synt.)

4182 Ἄϲκωλον: τὸ λεῖον.

[*](Δ)[*](4177 ἀϲκοφορεῖν — vs. 6 ἐκαλοῦντο ═ Et. M. 155, 8 cf. Bk 214, 3 ἀϲκῷ — δεδιττομένων ═ Macar. Il 52 vs. 7 ἀϲκωλίαζον — 17 κελεύϲματοϲ sch. Ar. Pl. 1129: Anth. 9, 75; Eubul. fr. 8 (2, 166 K.) vs. 17 ἀϲκωλιάζοντεϲ — φύϲιν Tim. ═ Ba 152, 9, Et. M. 155, 35 cf. H, sch. Pl. Symp. 190d ὃ δέ—μέλει Aelian. fr. 98 vs. 23 ἀϲκωλιαϲμόϲ—βαίνειν ═ Ambr. 3402 4178 cf. Ambr. 3486 4179 ἀπροϲδόκητον Ba 152, 6 ἄϲκοποϲ sq. sch. Soph. El. 864 cf. H 4180 ═ Ba 152, 8, Σᵃ 4182 ═ Ambr. 3545)[*](4177 Z 326. Prov. cf. v. μορμολύττεϲθαι. sch. Ar. Pl. hinc v. ϲκώλια. Aelian. cf. v. χοροδέκτηϲ et v. ϲυνῳδά vs. 24 ὅτι sq. ex 1409 4178 Z 318 1 καὶ ἀϲκοφορεῖν om. V 4 ϲκάφοϲ] ϲκάφαϲ Et. Bk. Kust., v. Σκαφηφόροι, A(GITFVM) v. ϲυϲτομώτερον 7 ἀϲκωλίαζον] ἀϲκωλιάζειν GecITMec 8 Σκώλια] Σκῶλα GIT, Ἀϲκώλια sch. 10 γοῦν] οὖν V, sch. φαίνεται AGIT cod. R. Ar. φέρεται V, M (ss. αι), sch. 13 τό] ἐπὶ τό V 15 Δαμαλίᾳ] Ἀμαλθείᾳ vel Δαιδάλῳ Hemst. Δαμαϲίᾳ Mein. 24 ὅτι— 25 γίνονται ex mg. M 4178 om. V (hab. F))
386
[*](Ar.)

4183 Ἀϲκώματα: τὰ ἐν ταῖϲ κώπαιϲ ϲκεπαϲτήρια ἐκ δέρματοϲ, οἷϲ χρῶνται ἐν ταῖϲ τριήρεϲι, καθ᾿ ὃ τρῆμα ἡ κώπη βάλλεται. εἰϲ διφθέραϲ γὰρ τὰϲ διανοίαϲ τὰϲ ἑαυτοῦ γράψαϲ ὁ Θωρυκίων ἔπεμπε τοῖϲ πολεμίοιϲ ἐν τῇ Λακωνικῇ.

[*](Suid.)

4184 Ἀϲκώνιοϲ Παιδιανόϲ· ὁ τοίνυν Βλαῖϲοϲ ἐπὶ τὴν θοίνην κληθεὶϲ οἷον ἐφολκίδα ἐπάγεται Ἀϲκώνιον Παιδιανόν ἐξῆν γὰρ καὶ ἐπικλήτουϲ οἱονεὶ ϲκιὰϲ ἑαυτοῖϲ παρακαλεῖν τιναϲ.

[*](Δ)

4185 Ἀϲκραῖοϲ: ὁ Ἡϲίοδοϲ.

[*](Δ)

4186 Ἆϲμα: τὸ μέλοϲ, ἡ ᾢδή. ϲημαίνει δὲ καὶ τὸ δίαϲμα. καὶ [*](Σ) Σώφρων. καὶ ἄττεϲθαι, ὃ ἡμεῖϲ διάζεϲθαι. μεταβολῇ τῶν δύο ϲϲ εἰϲ τὸ ζ ἐγένετο.

4187 Ἀϲμενίζω· δοτικῇ. οἱ μὲν οὖν ὄλεθρον ἀϲμενίϲαντεϲ καὶ [*](Ε) παρακρουϲθέντεϲ ὑπὸ τῆϲ ὑποϲχέϲεωϲ ἥλωϲαν ὑπὸ τοῦ Περϲικοῦ.