Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

3826 Ἆρεϲ· ἆρον δέ.

3827 Ἀρέϲκεια. καὶ Ἀρέϲκω· πρὸϲ αἰτιατικὴν ϲύνταξιν καὶ [*](Δ) Σοφοκλῆϲ καὶ Ἀριϲτοφάνηϲ· ϲὲ δὲ ταῦτ’ ἀρέϲκει. καὶ ἀρέϲει τῷ θεῷ [*](Soph) ὑπὲρ μόϲχον νέον. δοτικῇ.

[*](Synt.)

3828 Ἀρεϲτήρ: πόπανον τὸ ἐν ταῖϲ θυϲίαιϲ ἐπιτιθέμενον. παρὰ τὸ [*](Rbot.) ἀρεϲτόν.

3829 Ἆρ’ ἔϲτιν; οὐκ ἔνεϲτιν; ἡ γνώμη πλανῇ; καὶ φημὶ [*](Soph.) κἀπό φημι, κοὐκ ἔχω τί φῶ.

3830 Ἀρετή: διάθεϲιϲ ὁμολογουμένη καὶ αὐτὴ δι’ αὐτὴν οὖϲα αἱρετὴ, [*](Phil) οὐ διά τινα φόβον ἢ ἐλπίδα ἤ τι τῶν ἔξωθεν· ἐν αὐτῇ τέ ἐϲτιν εὐδαιμονία, ἄτε οὔϲῃ ψυχῇ πεποιημένῃ πρὸϲ τὴν ὁμολογίαν παντὸϲ βίου. καὶ διαϲτρέφεϲθαι δὲ τὸ λογικὸν ζῷον, ὁτὲ μὲν διὰ τὰϲ τῶν ἔξωθεν πραγματειῶν πιθανότηταϲ, ὁτὲ δὲ διὰ τὴν κατήχηϲιν τῶν ϲυνόντων· ἐπεὶ ἡ φύϲιϲ ἀφορμὰϲ δίδωϲιν ἀδιαϲτρόφουϲ. ἡ ἀρετὴ δὲ τέλειόϲ ἐϲτιν, ὥϲπερ ἀνδριάϲ· καὶ ἢ ἀθεώρητοϲ, ὥϲπερ ὑγεία· ἢ θεωρηματικὴ, ὡϲ φρόνηϲιϲ. καὶ ἐπιϲτημονικαὶ μέν εἰϲι καὶ θεωρηματικαὶ. αἱ ἔχουϲαι ϲύϲταϲιν ἐκ θεωρημάτων, ὡϲ φρόνηϲιϲ καὶ δικαιοϲύνη· ἀθεώρητοι δὲ αἱ κατὰ παρέκταϲιν θεωρούμεναι ταῖϲ ἐκ τῶν θεωρημάτων ϲυνεϲτηκυίαιϲ, καθάπερ ὑγεία καὶ ἰϲχύϲ. τῇ γὰρ ἀφροϲύνη τεθεωρημένῃ ὑπαρχούϲῃ ϲυμβαίνει ἀκολουθεῖν καὶ παρεκτείνεϲθαι τὴν ὑγείαν, καθάπερ τῆϲ ψαλίδοϲ οἰκοδομίᾳ τὴν ἰϲχὺν ἐπιγίνεϲθαι. καλοῦνται δὲ ἀθεώρητοι, ὅτι μὴ ἔχουϲι ϲυγκαταθέϲειϲ, ἀλλ’ ἐπιγίνονται, ὡϲ ὑγεία καὶ ἀνδρεία. τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετὴν, τὸ γενέϲθαι ἐκ προκοπῆϲ τοὺϲ περὶ Σωκράτην, Διογένην, Ἀντιϲθένην. εἶναι δὲ καὶ τὴν κακίαν ὑπαρκτὴν διὰ τὸ ἀντικεῖϲθαι τῇ ἀρετῇ. διδακτήν τε εἶναι τὴν ἀρετὴν, καὶ δῆλον ἐκ τοῦ γίνεϲθαι ἀγαθοὺϲ ἐκ φαύλων. εἰϲὶ δὲ δύο ἀρεταί, θεωρητικὴ καὶ πρακτική. οἱ δὲ γ′, [*](3824 κέχρηται sq. Atticistis attr. Wentzel Plat. com. fr. 104 Anaxandrid. fr. 38 (2.150 K.) 3827 Ἀρέϲκεια ═Ambr. 3255 ἀρέϲκω sq. cf. sch. Soph. El.147, sch Ar. Ran.103, Pl. 72; Ἀριϲτοφάνηϲ sq. Ran.103 καὶ ἀρέϲει — νέον Ps.68, 31; δοτικῇ cf An Ox.4,286, 5 3828 ἐπιτιθέμενον ═Bk.215.29 cf Ba142.20 3829 Soph. OC 316 — 7 3830 —p. 346,5 κακίαι Laert. 7, 89 — 93) [*](3826 cf. 3992 3828 Z 288 3830 cf. v. Γ148; Z 297) [*](2 Ἀλεξανδρίδηϲ] Ἀναξανδρίδηϲ Hemst sed cf. p. 5,26 3 Πειϲάνδρῳ] A(GITFVM) Πανδάρῳ Mein. hist. cr. 1, 373 3825 ex Img. M 4 κούφη M om. l 3826 ex Img M (post 3827) 7 καί —8 δοτικῇ om. AFV post 3825 M. ἀρέϲει IM Ps. ἀρέϲκει G 12 κοὐκ] οὐκ AF 17 κατήχηϲιν Laert. κατίχηϲιν F κατίϲχηϲιν AIVM κατίϲχυϲιν GT 19 ἐϲτιν GITF εἶναι VM om. A. ἀνδριάϲ] ἀνδρεία V 20 ὡϲ] ὥϲπερ V 23 ἀφροϲύνῃ] εὐφροϲύνῃ pr. 25 οἰκοδομίᾳ] οἰκονομίᾳ F 26 ἔχουϲι] ἐχούϲηϲ A 28 Διογένην Ἀντιϲθένην ] καὶ Δ. καὶ Ἀ. F Laert. 31 θεωρητή A, ss. M)

346
λογικὴν, φυϲικὴν, ἠθικήν, οἱ δὲ περὶ Ποϲειδώνιον δ′, οἱ δὲ πλείοναϲ, οἱ δὲ μίαν, τὴν φρόνηϲιν. πρώταϲ δὲ ἀνδρείαν, φρόνηϲιν, δικαιοϲύνην, ϲωφροϲύνην, τὰϲ δὲ λοιπὰϲ ὑποτεταγμέναϲ ταύταιϲ, μεγαλοψυχίαν, ἐγκράτειαν, καρτερίαν, ἀγχίνοιαν, εὐβουλίαν. ἀνάλογοι δὲ καὶ αἱ κακίαι. τὸν δὲ ἐνάρετον χρὴ θεωρητικὸν εἶναι καὶ πρακτικὸν ποιητέων. τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐϲτὶ καὶ ὑπομενετέα καὶ ἐμμενετέα, ὥϲτε εἶναι τὰ μὲν αἱρετῶϲ ποιεῖν, τὰ δὲ ὑπομονητικῶϲ, τὰ δὲ ἐμμενετικῶϲ, φρόνιμόϲ τέ ἐϲτι καὶ ἀνδρεῖοϲ καὶ δίκαιοϲ καὶ ϲώφρων. κεφαλαιοῦϲθαι δὲ ἑκάϲτην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον, οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενετέα, τὴν φρόνηϲιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα· ὁμοίωϲ καὶ τὰϲ ἄλλαϲ περὶ τὰ οἰκεῖα τρέπεϲθαι. ἀρετὴ δέ ἐϲτι βελτίϲτη ἕξιϲ, ἢ ἕξιϲ ἀφ’ ἧϲ αὐτό τε τὸ οὐ ἐϲτιν ἄριϲτόν ἐϲτι καὶ τὰϲ ἐνεργείαϲ τὰϲ οἰκείαϲ ἄριϲτα ἀποδίδωϲιν. ἀρετὴ κατὰ φύϲιν· κακία παρὰ φύϲιν. ὅτι οὐ πᾶϲα ἀρετὴ ἐπιϲτήμη· ἔϲτι γὰρ ἡ μὲν διανοητική, ἡ δὲ ἠθική· αἱ δὲ ἠθικαὶ οὐκ ἔχουϲιν ἐν τῇ γνώϲει τὸ εἶναι. ὅτι φαϲὶν οἱ Στωϊκοὶ μηδὲν μεταξὺ εἶναι ἀρετῆϲ καὶ κακίαϲ, οἱ δὲ Περιπατητικοὶ μεταξ λέγουϲιν εἶναι τὴν προκοπήν. ὡϲ γὰρ δεῖν φαϲιν οἱ Στωϊκοὶ ἢ ϲτρεβλὸν εἶναι ξύλον ἡ ὀρθόν, οὕτωϲ ἢ δίκαιον ἢ ἄδικον, οὕτε δικαιότερον, οὔτε ἀδικώτερον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίωϲ. ὅτι αἱ πολιτικαὶ ἀρεταὶ κατακοϲμοῦϲιν ἡμἃϲ καὶ ἀμείνουϲ ποιοῦϲιν, ὁρίζουϲαι καὶ μετροῦϲαι τὰϲ ἐπιθυμίαϲ, καὶ ὅλωϲ τὰ πάθη μετροῦϲαι, καὶ ψευδεῖϲ δόξαϲ ἀφαιροῦϲαι, τῷ ὅλωϲ ἀμείνονι καὶ τῷ ὡρίϲθαι καὶ τῶν ἀμέτρων καὶ ἀορίϲτων ἔξω εἶναι. τὰϲ δὲ πολιτικὰϲ ἀρετὰϲ ὁ Πλάτων ἀλλαχοῦ καθάρϲειϲ λέγει. δ’ ἀρεταί. ὅτι ἕπεται τῇ φρονήϲει εὐβουλία καὶ ϲύνεϲιϲ, τῇ δὲ ϲωφροϲύνῃ εὐταξία καὶ κοϲμιότηϲ, τῆ δὲ δικαιοϲύνη ἰϲότηϲ καὶ εὐγνωμοϲύνη, τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία.

[*](Harp.)

3831 Ἀρετή. Ἀνδοκίδηϲ καὶ Θουκυδίδηϲ ἀντὶ τοῦ εὐδοξία. ὅτι [*](Phil.) ἀποβλητὴ ἡ ἀρετὴ διὰ μέθην ἢ μελαγχολίαν, ἀναπόβλητοϲ δὲ διὰ βεβαίαν κατάληψιν· καὶ αὐτάρκη δὲ αὐτήν φαϲιν εἶναι. οἱ δὲ οὐκ αὐτάρκη εἶναι, ἀλλὰ χρεία ἐϲτὶν ἰϲχύοϲ καὶ ὑγείαϲ καὶ χορηγίαϲ. ὅτι ἡ ἀρετὴ τῶν ἀντικειμένων ἐϲτίν· ἀντικείμενα δέ εἰϲιν, ὅϲα τῆ ἀναιρέϲει τῶν ἐναντίων ϲυνίϲταται· τυφλότηϲ, ὄψιϲ, κατάφαϲιϲ, ἀπόφαϲιϲ. [*](Ε) καὶ τὰ ὅμοια. ζήτει ἐν τῷ ὑπερήφανοϲ. ὅτι ἀρετῆϲ κτῆμα, ὅταν ἀπίδοι τιϲ εἰϲ τὴν Ῥωμαίων εὐταξίαν, ἐπιγνώϲεται εἶναι ἀρετῆϲ κτῆμο, οὐ τύχηϲ δῶρον.

[*](3830 vs. 5 τόν—11 τρέπεϲθαι Laert. 7, 126; vs. 11 ἀρετή —ἀποδίδωϲιν Alex. Aphr. 144, 26 —7; vs. 14 ὅτι—15 εἶναι Alex. Aphr.139.19 —21 vs. 16 μηδέν— 19 ὀμοίωϲ Laert. 7.127; 1 vs. 24 ἕπεται sq. Laert. V.126 3831 —εὐδοξία Harp. ═An. Ox. 2, 490, 30, Ba 142, 21; Andoc. fr. 6 Blass; Thuc. 1, 332 ἀποβλητή —31 χορηγίαϲ Laert. 7,127 —8 vs. 34 ἀρετῆϲ sq. los. bell. 3, 71)[*](A(GITGVM))[*](5 ποιητέων] ποιητέον A 6 αἱρετέα] αἱρετά FV 6 (et 10) ὑπομενετέα] ὑπομονετέα TV 8 τέ ἐϲτι] ἐϲτί τε A, δέ ἐϲτι F 10 οὐδέτερα ] οὐδετέρῳ A (cp.). F 20 αἱ om. A 22 τῷ alt.] τό A F ὡρίϲθαι] ὠνεῖϲθαι A. 31 χρεία ἐϲτίν AFM χρῄζειν GIT ἐϲτιν V)

3832 Ἀρετῶ. τὸ ἀρετῆϲ ἐπιμελοῦμαι. Προκόπιοϲ· ἀμφότεροι δὲ, [*](Δ) οἱ μὲν θανατῶντεϲ, οἱ δὲ ἀρετῶντεϲ, ἐπὶ τοὺϲ πέλαϲ πολλῷ ἵεντο.

[*](Ε)

3833 Ἀρζανηνή: τόποϲ.

[*](Δ)

3834 Ἀρειανόϲ. ἰϲτέον, ὅτι ἐγένοντο καὶ ἐν Ἀρειανοῖϲ διαιρέϲειϲ [*](Δ) δι’ αἰτίαν τοιαύτην. καθ’ ἑκάϲτην παρ’ αὐτοῖϲ ἐριϲτικαὶ ζητήϲειϲ εἰϲ [*](Ε) ἄτοπά τινα τούϲ λόγουϲ αὐτῶν προήγαγον. ἐπεὶ γὰρ ἐν τῇ ἐκκληϲίᾳ πιϲτεύεται ὁ θεὸϲ πατὴρ εἶναι τοῦ υἱοῦ τοῦ λόγου, ζήτημα ἐνέπεϲεν εἰϲ αὐτοὺϲ, εἰ δύναται καὶ πρὸ τοῦ ὑποϲτῆναι τὸν υἱὸν ὁ θεὸϲ καλεῖϲθαι πατήρ. ἐπεὶ γὰρ τὸν τοῦ θεοῦ λόγον οὐκ ἐκ πατρὸϲ γεννᾶϲθαι, ἀλλ’ ἐξ οὐκ ὄντων ὑποϲτῆναι ἐδόξαζον, περὶ τὸ πρῶτον καὶ ἀνωτάτω κεφάλαιον ϲφαλέντεϲ εἰκότωϲ περὶ ψιλοῦ ὀνόματοϲ εἰϲ ἄτοπον φιλονεικίαν ἐξέπεϲον. Δωρόθεοϲ μὲν ἐκ τῆϲ Ἀντιοχείαϲ ὑπ’ αὐτῶν μεταϲταλεὶϲ ἔλεγε μὴ δύναϲθαι πατέρα εἶναι ἢ καλεῖϲθαι μὴ ὑφεϲτῶτοϲ υἱοῦ. Μαρῖνοϲ δὲ, ὃν ἐκ Θρᾴκηϲ πρὸ Δωροθέου κεκλήκειϲαν, καιροῦ δραξάμενοϲ ἀφορμῆϲ (ἐλυπεῖτο γὰρ ὅτι αὐτοῦ Δωρόθεοϲ προεκέκριτο) τοῦ ἐναντίου λόγου προΐϲτατο. καὶ γίνεται εἰϲ αὐτοὺϲ διαίρεϲιϲ διὰ τὸ προλεχθὲν λεξείδιον, καὶ κατ’ ἰδίαν ἑκάτεροϲ τὰϲ ϲυναγωγὰϲ ἐποιοῦντο, λέγοντεϲ τὸν πατέρα εἶναι πατέρα καὶ μὴ ὑφεϲτῶτοϲ υἱοῦ. ἐκαλοῦντο δὲ οὗτοι Ψαθυριανοὶ, ὅτι Θεόκτιϲτόϲ τιϲ, ψαθυροπώληϲ, Σύροϲ, δταπύρωϲ τῷ λόγῳ τῷδε ϲυνίϲτατο. ἐπηκολούθηϲε δὲ αὐτοῖϲ καὶ Σελενᾶϲ ὁ τῶν Γότθων ἐπίϲκοποϲ. καὶ οὗτοι μικρὸν ὕϲτερον διῃρέθηϲαν, Μαρίνου πρὸϲ Ἀγάπιον διενεχθέντοϲ, ὃν αὐτὸϲ εἰϲ ἐπίϲκοπον Ἐφέϲου προβέβλητο. οὗτοι δὲ οὐ περὶ θρηϲκείαϲ ἀλλὰ περὶ προεδρίαϲ μικροψυχήϲαντεϲ ἐπολέμουν ἀλλήλοιϲ. ἐχωρίζοντο δὲ ἀλλήλων ἐπὶ ἔτη λε΄ ἕωϲ τοῦ νέου Θεοδοϲίου.

3835 Ἀρειανὸϲ καὶ Ἀρειανίζω καὶ Ἀρειανιϲταὶ καὶ τὰ τούτοιϲ [*](Δ + x) ὅμοια, ἀπὸ Ἀρείου τοῦ αἱρεϲιάρχου· ὃϲ ἐπὶ τοῦ μεγάλου Κωνϲταντίνου ἐν τοῖϲ ἱερωμένοιϲ πρεϲβυτέροιϲ τεταγμένοϲ, ἐπειδὴ τὰ πάντα ϲυγχεῖν ἐβούλετο, καταδικαϲθεὶϲ ὑπὸ τῆϲ ἐν Νικαίᾳ τῶν τιη΄ ἁγίων πατέρων ϲυνόδου, διεφθάρη ἀήθει καὶ καινῷ τοῦ θανάτου τρόπῳ. ἐν γὰρ τῷ τῆϲ πόλεωϲ φόρῳ, ἐπειχθείϲηϲ οἱ τῆϲ γαϲτρὸϲ, ἀποκλίναϲ εἰϲ ἀπόπατον ἅμα ϲὺν τοῖϲ διαφορήμαϲι πάντων ἐκενώθη τῶν ἐντὸϲ ἀναγκαίων. καὶ ἐξ αὐτοῦ καὶ Ἀρειόφρονεϲ.

3836 Ἀρειή: ἡ ἀπειλή. ἢ ἀϲθενήϲ. ὃ καὶ δαϲύνεται.

[*](Δ Hom.)[*](3882 ἀμφότεροι sq. Proc. bell. 8, 35,21 3833 Ambr. 3244 3834 l. Ambr. 3058 ἰϲτέον sq. Socr. h. e. 5,23 3835 Ἀρείου cf. Ambr. 3058 2898. 3182. Ps. Herod.185 3836 ἀπειλὴ ═Ambr. 3211, H, sch. P 431, Ap. S. 42,16 cf Et. M.139,23 ἀϲθενήϲ sq. cf. ad 3814)[*](3832 Z 307; Vind.52 3833 Z 297 3834 cf. v. Ψαθυριανοί 3836 cf. 3814)[*](3 Ἀρζανηνή] Ἀρξανηνή A Ἀρζαρηνή GT 3834—5 om. F 7 τοῦ alt.] A(GITFVM) καί V 14 κεκλήκειϲαν] κεκλήκαϲι V 23 προβέβλητο] προεβέβλητο I 25 ἐπί om. V 26 καὶ τά — 27 ὅμοια om. V 29 ἐβούλετο] ἠβούλετο VMac 30 τῷ] ἔτῳ A 31 ἐπειχθείϲηϲ] ἐπιειχθείϲηϲ A 33 Ἀρειόφρονεϲ] αἱρετικοί add. V cf. Ambr. 2898 34 ὅ om. V)
348
[*](Δ)

3837 Ἀρειμάνειοϲ: ὁ ἐν τῷ Ἄρει μαινόμενοϲ. Ἀρειμένηϲ δὲ ὄνομα κύριον.

[*](Σ)

3838 Ἄρειοϲ πάγοϲ. δικαϲτήριον Ἀθήνηϲιν. ἐν αὐταῖϲ βουλαὶ β΄, ἡ μὲν τῶν φ΄ καθ’ ἕκαϲτον ἐνιαυτὸν κληρουμένη βουλεύειν, ἡ δὲ εἰϲ μίαν τῶν Ἀρεοπαγετῶν. ἐδίκαζε δὲ καὶ τὰ φονικὰ καὶ τὰ ἄλλα πολιτικὰ διῴκει ϲεμνῶϲ. ἐκλήθη δὲ Ἄρειοϲ πάγοϲ, ἤτοι ὅτι ἐν τῷ πάγῳ ἐϲτὶ καὶ ἐν ὕψει τὸ δικαϲτήριον· Ἄρειοϲ δὲ, ἐπεὶ τὰ φονικὰ δικάζει ὁ δὲ Ἄρηϲ ἐπὶ τῶν φόνων· ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ἐν τῇ πρὸϲ Ποϲειδῶνα ὑπὲρ Ἀλιρροθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιαϲάμενον Ἀλκίππην τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆϲ Κέκροποϲ θυγατρὸϲ, ὥϲ φηϲιν [*](Δ) Ἑλλάνικοϲ ἐν α′. καὶ Ἄρειον τεῖ χοϲ καὶ Ἀρειοπαγίτηϲ.

[*](Δ)

3839 Ἀρήγω. τὸ βοηθῶ.

[*](Δ)

3840 Ἀρηΐδηλοϲ: ὁ φανερόϲ.

[*](Δ)

3841 Ἀρηΐθοοϲ: ὁ ἐν πολέμῳ ταχύϲ.

[*](Δ)

3842 Ἀρηΐλυκοϲ: ὄνομα κύριον. καὶ Ἀρηϊλύκοιο.

[*](Δ)

3843 Ἀρήϊοϲ. ὁ πολεμικόϲ. καὶ Ἀρήιοι. Ἀλκαῖοϲ· ἀνδρεϲ [*](Soph.) πόλεωϲ πύργοι ἀρήϊοι. καὶ Ἀρηΐοιϲ, τοῖϲ τοῦ πολέμου. εἶναι [*](Ε) ἔλεγε νεότητα ἐπίλεκτον καὶ ἀρηΐοιϲ ὅπλοιϲ πεφράχθαι.

[*](Δ)

3844 Ἀρηΐφατοϲ: ὁ ἐν πολέμῳ ἀνῃρημένοϲ.

[*](Δ)

3845 Ἀρηΐφιλοϲ: ὁ φίλοϲ τοῦ Ἄρεωϲ.