Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

2704 Ἀν τίπατροϲ· οὗτοϲ ἐπεὶ διεδέξατο τὴν ἀρχὴν τῶν Μακεδόνων, [*](Ε) ἐπολιορκήθη μὲν ἐν Λαμίᾳ τῆϲ Θεϲϲαλίαϲ ὑφ’ Ἑλλήνων· ἀναχωρηϲάντων δὲ τῶν Αἰτωλῶν, εἶτα τῶν ἄλλων, ἐϲώθη. νικήϲαϲ δὲ ἤτει τοὺϲ ι′ ῥήτοραϲ, οὓϲ ἐξέδοϲαν Ἀθηναῖοι, Δημοϲθένην, Ὑπερίδην, Λυκοῦργον, Πολύευκτον, Ἐφιάλτην, Θραϲύβουλον, Χάρητα, Χαρίδημον, Διότιμον, Πατροκλέα, Κάϲϲανδρον.

2705 Ἀντίπ α τροϲ, Nικολάου τοῦ Δαμαϲκηνοῦ πατὴρ τοῦ ἱϲτορικοῦ, [*](Ε) ὃϲ ἔϲχε Στρατονίκην γυναῖκα, τὴν μητέρα Nικολάου, οἳ διαφανεῖϲ ἦϲαν ἐν Δαμαϲκῷ κατά τε ϲωφροϲύνην καὶ ἄλλην λαμπρότητα. πλούτῳ τε τὰρ πολλῷ διαφέροντεϲ ἥκιϲτα ἐπ’ αὐτῷ ἐμεγαλύνοντο, εὐδοξίαϲ τε οὐ τὰ δεύτερα φερόμενοι βραχὺ τοῦτο ἐλογίζοντο. ὁ δὲ δὴ Ἀντίατροϲ καὶ λόγου δεινότητι προὔχων ἔβλαψε μὲν οὐδ’ ὁντινοῦν, ὤνηϲε δὲ μυρία τούτῳ οὐ τῶν κοινῶν μόνων, ἀλλὰ καὶ τῶν ἀϲτῶν ϲυχνούϲ. [*](2702 cf. v. ἀντιπαρεξάγειν P, Ba 103, 2, Σ, Η, Ζon. 219 2703 Ἰολάου cf. Ηarp. ὅτι sq. Arr. exc. sec. Köhler SB Berlin 1890, 2, 575 —7 cf. Phot. bibl 69b, Plut. Demosth. 28 2705 Nic. Dam. fr.131, F Gr Hist 90) [*](2701 hinc v. παράτον 2704 cf. ν Δημοϲθένηϲ 3) [*](1 ἀντικόϲμηϲιϲ ἐϲτι δὲ ἀ S 4 Μακεδονίαϲ] Μακεδόνων Α(GITFSM) Ἡρακλέα M Ἡρακλέουϲ rell 10 καί alt. om. M 13 πρόϲ] οἱ πρόϲ Schaefer Demosth. 3, 391,1 16 εἰϲενεγκόντοϲ] εἰϲενεγκὸντεϲ S, Δημάδου add.Schaefer l.l. ἐγεγόνει —21 ὑπήκοον om. S 20 φόβῳ AM φόβοϲ GIT 27 Πατροκλέα] Προκλέα GI Κάϲϲανδρον vitium latet 34 μόνων] μόνον SM Lexicographi graeci, Suidas I ed Adler)

242
δικαιοϲύνην γὰρ ἀϲκῶν, εἴπερ τιϲ ἕτεροϲ, πλεῖϲτα μὲν διῄτηϲε νείκη τοῖϲ πολίταιϲ πρὸϲ ἀλλήλουϲ, πλεῖϲτα δὲ τῇ πατρίδι πρὸϲ τοὺϲ ἐν κύκλῳ δυνάϲταϲ· καὶ ἐτιμᾶτο ὑπὸ πάντων διὰ τοῦτο. πλείϲταϲ δὲ ἐπιϲτεύθη πρεϲβείαϲ καὶ ἐπιτροπὰϲ ἀρχάϲ τε πάϲαϲ διεξῆλθε τὰϲ ἐγχωρίουϲ· τελευτῶν τε τὸν βίον οὐκ ἔϲτιν ὅ τι οὐκ ἐπέϲκηψε Νικολάῳ τῷ υἱεῖ καὶ Πτολεμαίῳ τῷ τούτου ἀδελφῷ, ἢ τῷ Διῒ θυμιατήριον. ὅπερ ἔφθη αὐτὸϲ προϋπεϲχημένοϲ τῷ θεῷ, καταϲκευάϲαι, ἐπειδὰν τελευτήϲῃ· δηλῶν οἶμαι ὅτι τὸ πρὸϲ θεοὺϲ ὅϲιον δεῖ καὶ τελευτῶνταϲ φυ- λάττειν καὶ μηδὲν ἔτι ἀπολαύϲεϲθαι τοῦ βίου μέλλονταϲ.

[*](Σ)

2706 Ἀν τίπαιϲ: ὁ ἐγγὺϲ ὢν τοῦ ἴουλοϲ γενέϲθαι, ὁ τὸν πώγωνα ἐκφύων. ὁ δὲ Ἀριϲτοφάνηϲ ὁ πρόϲηβοϲ καὶ ἀνδρόπαιϲ εἶπεν.

[*](Prov.)

2707 Ἀντιπελαργεῖν. παροιμία ἐπὶ τῶν τὰϲ χάριταϲ ἀντιδιδόντων. [*](Δ) καὶ Ἀν τιπελάρ γωϲιϲ. φηϲὶν Ἀριϲτοτέληϲ ἀληθῆ εἶναι Ar. τὸν περὶ τῶν πελαργῶν λόγον· ὁμοίωϲ δὲ αὐτοῖϲ ποιεῖν φηϲι καὶ τοὺϲ ἀερόποδαϲ. διὸ ἐν τοῖϲ ϲκήπτροιϲ ἀνωτέρω μὲν πελαργὸν τυποῦϲι, κατωτέρω δὲ ποτάμιον ἵππον δηλοῦντεϲ, ὡϲ ὑποτέτακται ἡ βία τῇ δικαιοπραγίᾳ. οἱ γὰρ πελαργοὶ δικαιοπραγεῖϲ ὄντεϲ ἐπὶ τῶν πτερύγων βαϲτάζουϲι τοὺϲ γεγηρακόταϲ· οἱ δὲ ἱπποπόταμοι ζῷον ἀδικώτατον.

[*](Σ)

2708 Ἀντιπεπονθότωϲ: ἀντικειμένωϲ, ἐναντίωϲ.

2709 Ἀν τιπεποιημένοι· οἱ δὲ Ῥωμαῖοι ἀντιπεποιημένοι τῆϲ κατὰ θάλατταν ἐλπίδοϲ διπλαϲίωϲ ταῖϲ ὁρμαῖϲ πρὸϲ τὸν πόλεμον ἐχρῶντο.

[*](Thuc.)

2710 Ἀντιπέραϲ. παροξυτόνωϲ ἀναγνωϲτέον. ὄνομα γάρ ἐϲτι θηλυκὸν, γενικῆϲ πτώϲεωϲ, ϲύνθετον. ὅτι ἀντιπέραϲ Θάϲου μέταλλά ἐϲτι χρυϲοῦ.

2711 Ἀντιπερίϲπαϲμα. ἐμπόδιον. ἐξαπέϲτειλαν ϲτρατηγὸν, [*](E) βουλόμενοι ἀντιπερίϲπαϲμα ποιεῖν τοῖϲ Κελτοῖϲ τοῖϲ μετὰ Ἀννίβου.

[*](Prov.)

2712 Ἀντὶ πέρκηϲ ϲκορπίον. παροιμία ἐπὶ τῶν τὰ χείρω αἱρου. μένων ἀντὶ τῶν βελτιόνων.

[*](Δ)

2713 Ἀντιπέτρεια: ὄνομα πόλεωϲ.

[*](Soph.)

2714 Ἀντιπέτρου βήματοϲ: ἀντὶ γὰρ πέτραϲ χαλκοῦϲ ἦν. ἢ ἰϲοπέτρου βήματοϲ, τοῦ κατ’ ἴϲον βεβηκότοϲ τῷ πέτρῳ. χαλκοῦϲ δὲ ἦν ὁ οὐδόϲ. Σοφοκλῆϲ· μηκέτι τοῦδ’ ἀντιπέτρου βήματοϲ ἔξω πόδα κλίνῃϲ. χαλκὸϲ αὐτὴ ἡ ὅλη· χαλκοῦϲ δὲ ἀνδρίαϲ τὸ μετουϲιαϲτικὸν ὡϲ. χρυϲὸϲ καὶ χρυϲοῦϲ.

[*](2706 Ἀριϲτοφάνηϲ sq. cf. P, Ba101,23; Aristoph. Byz. fr.1 (Nauck p. 93) 2707 — ἀντιδιδόντων ═ Zen. I 94 φηϲίν sq. sch. Ar. Av.1354; Aristot. h a. 9,13 2708 P, Ba103,33, Σ, gl. Dionys., P G 3,24 2709 Polyb. 1, 241 2710 sch. Thuc. 1, 100, 2 2711 ἐξαπέϲτειλαν sq. Polyb. 3, 106, 6 2712 Zen. I 88 2718 l. cf. Ambr.2050 2714 — κλίνῃϲ Soph. ΟC192 — 3 c.sch)[*](2706 cf 2187 2707 Paroem. Z218 ; Ar. cf v. ἱπποπόταμοι 2714 cf. v χαλκῷ)[*](A(GITFSM))[*]( 7 τελευτήϲῃ] τελευτήϲει A S 8 τό om. A 11 πρόϲηβοϲ] πρόϲηποϲ A 21 ἐχρῶντο om. A P ἐπερρώϲθηϲαν Polyb. 23 ἀντιπέραϲ] πέραϲ A 2714 no nov. gl GITF; cum lac. deinde 2715 —6 deinde 2714 κλίνῃϲ A 31 χαλκοῦϲ χαλκόϲ GI Mᵒ ef sch. 33 χαλκόϲ —34 χρυϲοῦϲ om. GIFS mg A M post vs. 30 ἦν l)
243

2715 Ἀντί πίπτω· δοτικῇ.

[*](Synt.)

2716 Ἀντι πολεμ ῶ· δοτικῇ. καὶ Ἀντιπν έω· δοτικῇ.

[*](Synt.)

2717 Ἀντιπροκλήϲειϲ: ἀντιλογίαϲ, ἀντεγκλήματα.

[*](Σ)

2718 Ἀντίπροικα. ὅμοια. ἀντίπροικα ὁ δῆμοϲ ἠγανάκτηϲε, καὶ θροῦϲ ὑπεξήφθη.

[*](Ε)

2719 Ἀντιποιη θέντα. φιλονεικήϲαντα. δεῖ γὰρ ἀντιποιηθένταϲ οὐ πρότερον χαρίϲαϲθαι θελήϲαντι. καὶ Ἀντιποιούμενον· γενικῇ. ἐπιμελῶϲ διακείμενον. Πολύβιοϲ· ὁ δὲ Ἄρατοϲ κατανοῶν τὸν Ἀντίγονον [*](Ε) πρᾶξιν ἔχοντα καὶ ϲύνεϲιν καὶ πίϲτεωϲ ἀντιποιούμενον· τοὺϲ δὲ βαϲιλεῖϲ φύϲει μὲν οὐδένα νομίζονταϲ οὔτ’ ἐχθρὸν οὔτε πολέμιον ἐπεβάλετο λαλεῖν πρὸϲ τῶν εἰρημένων βαϲιλέων καὶ ϲυμπλέκειν τὰϲ χεῖραϲ. ἀντιποιούμενοι τῆϲ ἀρχῆϲ τῷ βαϲιλεῖ. Ξενοφῶν. καὶ [*](Ε) αὖθιϲ· οὐδὲν ἀντιποιηϲάμενοι τῆϲ ἐκείνου δεήϲεωϲ.

2720 Ἀντιρρητικά.

2721 Ἀντίρροπον. ἰϲόρροπον. τῇ τε γὰρ Κράϲϲου καὶ τῶν ἀμφ’ [*](Σ) αὐτὸν φθορᾷ ἀντίρροπον γενέϲθαι τὴν Πακόρου καὶ τῆϲ ξὺν αὐτῷ [*](Ε) δυνάμεωϲ ἀπώλειαν.

2722 Ἀντιϲήκωϲιϲ. ἡ ἀνταπόδοϲιϲ.

2723 Αντιϲθένηϲ, Ἀθηναῖοϲ, ἀπὸ ῥητόρων φιλόϲοφοϲ Σωκρατικόϲ, [*](Hesy.) ὅϲτιϲ Περιπατητικὸϲ ἐκλήθη πρῶτον, εἶτα ἐκύνιϲεν· υἱὸϲ δὲ ὢν ὁμωνύμου πατρὸϲ, μητρὸϲ δὲ τὸ γένοϲ Θρᾴϲϲηϲ. οὗτοϲ ϲυνέγραψε τόμουϲ δέκα· πρῶτον μαγικόν· ἀφηγεῖται δὲ περὶ Ζωροάϲτρου τινὸϲ μάγου, εὑρόντοϲ τὴν ϲοφίαν· τοῦτο δέ τινεϲ Ἀριϲτοτέλει, οἱ δὲ Ῥόδωνι ἀνατιθέαϲιν. οὗτοϲ οὖν καὶ τῆϲ Κυνικῆϲ κατήρξατο φιλοϲοφίαϲ, ἥτιϲ οὕτωϲ ἐκλήθη διὰ τὸ ἐν Κυνοϲάργει τῷ γυμναϲίῳ διδάξαι αὐτόν. καὶ Διογένουϲ δὲ καθηγητὴϲ γέγονε τοῦ Κυνὸϲ καὶ τῶν λοιπῶν. ὅτι αρρωϲτοῦντι Ἀντιϲθένει μακρὰν καὶ δυϲανάκλητον ἀρρωϲτίαν ὁ Διογένηϲ ξιφίδιον ἐπιδέδωκεν εἰπών· εἰ φίλου χρῄζειϲ ὑπουργίαϲ. οὕτωϲ ᾤετο ἐκεῖνοϲ οὐδὲν ἀλγεινὸν τὸν θάνατον, ὥϲτε γίνεϲθαι τὴν ἀρρωϲτίαν τρυφὴν αὐτόχρημα. ἀντὶ τοῦ παντελῶϲ ὅμοιον.

[*](Suid.)