Suidae lexicon
Suda
Suda, Suidae lexicon, Adler, Teubner, 1935
2684 Ἀν τιμάχου καταπυγοϲύνηϲ ἀναπλήϲει. ἀντὶ τοῦ ἡ μαλακία. οὗτοϲ εἰϲ θηλύτητα καὶ εὐμορφίαν κωμῳδεῖται. ἔϲτι δὲ καὶ ἕτεροϲ ἐπὶ πονηρίᾳ κωμῳδούμενοϲ. καὶ γ′. ὁ Ψεκάδοϲ λεγόμενοϲ. καὶ δ′, τραπεζείτηϲ, οὗ μνημονεύει καὶ θὔπολιϲ ἐν Δήμοιϲ. ε′ ἱϲτοριογράφοϲ.
2685 Ἀντιμίϲιον. παρὰ Ῥωμαίοιϲ τράπεζα πρὸ τοῦ δικαϲτηρίου κειμένη.
2686 Ἀντιν ομ ῶ· δοτικῇ.
2687 Ἀντί νυ πολλῶν λαῶν ἐϲτὶν ἀνὴρ, ὅν τε Zε ὺϲ κῆρι φιλήϲει: ἶϲοϲ ἐϲτὶν ὁ εἷϲ ἀνὴρ πολλοῖϲ, ὅταν ᾖ θεοφιλήϲ.
2688 Ἀντίξοον: ἐναντίον, πολέμιον. Ἡρόδοτοϲ· καὶ ϲτρατὸν [*](Δ) ϲυλλέγειν ἀντίξοον Πέρϲῃϲι. καὶ Ἀντίξουν, ἐναντίον. Ἀγαθίαϲ· [*](E) ὁ δὲ ἐχώρει, οὐδὲν ἀντίξουν ἔϲεϲθαι ὑποτοπήϲαϲ.
2689 Ἀν τιόπη, θυγάτηρ Νυκτέωϲ, ἣν ἔφθειρέ τιϲ τῶν πολιτῶν. ὁ δὲ πατὴρ πέμπει αὐτὴν τῷ ἀδελφῷ κολάϲαι. ὁ δὲ ἔγκυον αὐτὴν θεαϲάμενοϲ ὤκτειρεν. ἡ δὲ γεννᾷ Ζῆθον καὶ Ἀμφίονα, οὓϲ εἰϲ ὄροϲ ἔρριψεν ὁ θεῖοϲ. εἶχε δὲ γυναῖκα, ὀνόματι Δίρκην, ἥτιϲ ὑπονοήϲαϲα τὸν ἑαυτῆϲ ἄνδρα Λύκιον φιλεῖν τὴν Ἀντιόπην ἀνάγει αὐτὴν εἰϲ ὄροϲ καὶ δήϲαϲα αὐτὴν ἀπὸ τραχήλου ταύρου καὶ ἀνάψαϲα δᾷδαϲ ἀπὸ τῶν αὐτοῦ κεράτων ἔμελλεν αὐτὴν ἀπολλύειν. ἡ δὲ ἐθρήνει καὶ θορύβου γενομένου ἠθροίϲθη πλῆθοϲ γεωργῶν, ϲὺν οἷϲ καὶ Ζῆθοϲ καὶ Ἀμφίων. καὶ γνωρίϲαντεϲ τὴν μητέρα ἐρρύϲαντο αὐτήν, τὴν δὲ Δίρκην τῇ προ κειμένῃ παρέδωκαν τιμωρίᾳ. Ζῆθοϲ δὲ καὶ Ἀμφίων κτίζουϲι Θήβαϲ καὶ βαϲιλεύουϲι, καὶ τούτων οἱ ἀπόγονοι μέχρι Λαΐου καὶ τοῦ μετακληθέντοϲ Οἰδίποδοϲ.
[*](2688 sch. Ar. Ach. 1150 2684 Ar. Nu 1022 — 3 c. sch.; Eupol. fr.125 2685 ═ lex. Rom. Barocc. 2687 | 116 —7 c. sch. A cf. Hes. 2688 —ἐναντίον cf. H καί— Πέρϲῃϲι Hdt.6,7 ἀντίξουν, ἐναντίον ═ Ambr. 2099, Et. M 114, 24 ὁ sq. Agath 1, 14, p.44 2688 cf. Malal. p. 45 49)[*](2683 cf. v. ψεκάϲ 2685 Z193 2689 hinc 1751 fin. Apostol. IlI 1)[*](A(GITFSM))[*]( 9 χορόν] χολόν A 12 ἡ om. GITM 14 Ψεκάδοϲ] Ψακάδοϲ M 29 Λύκιον] Λύκον pr, Apostol III 31 ἀπολλύειν A ἀπολύειν rell. 34 παρέδωκαν] παρέδωκε A)2690 Ἀντίοϲ. : κατέναντι. ἧκε δ’ αὐτοῦ ἀντίοϲ.
2691 Ἀντίου. πόλιϲ, ἥτιϲ ἀπέχει Ῥώμηϲ τ′ ϲταδίουϲ.
[*](Suid.)2692 Ἀντιόχεια. ἡ πόλιϲ. πεποίηται μὲν ὑπὸ Σελεύκου· ὠνόμαϲται δὲ ἀπὸ τοῦ παιδὸϲ Ἀντιόχου. καὶ Ἀντιοχίϲ, ὄνομα φυλῆϲ.
[*](Harp.)2693 Ἀντίοχοϲ, βαϲιλεύϲ· οὗτοϲ ἐδόκει κατὰ τὰϲ ἀρχὰϲ γεγονέναι [*](EV) μεγαλεπήβολοϲ καὶ τολμηρὸϲ καὶ τοῦ προτεθέντοϲ ἐξεργαϲτικόϲ, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν ἐφάνη πολὺ καταδεέϲτεροϲ αὑτοῦ καὶ τῆϲ τῶν ἐκτὸϲ προϲδοκίαϲ. ἐκ γὰρ τῶν παίδων τοῦ Ἀλεξάνδρου τοῦ [*](E) Μακεδόνοϲ ἐξῆλθε ῥίζα ἁμαρτωλὸϲ, οὗτοϲ ὁ Ἐπιφανὴϲ, υἱὸϲ Σελεύκου τοῦ Φιλοπάτοροϲ, ὃϲ ὑπάρχων δεινὸϲ ἀνὴρ καὶ πλεονέκτηϲ καὶ πολλὰϲ ἁρπαγὰϲ καὶ λεηλαϲίαϲ ποιήϲαϲ ϲυνῆξε χρήματα πολλὰ καὶ ἐκ πολλῆϲ ἀκολαϲίαϲ καὶ οἰϲτρηλαϲίαϲ εἰϲ μίμουϲ ἑαυτὸν καθεὶϲ ἐν ὄψει πάντων ταῖϲ γυναιξὶν ἐπεμαίνετο. καὶ καταλαβὼν τὴν Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ καὶ ἅρμαϲι καὶ ἐλέφαϲι καὶ ϲτόλῳ μεγάλῳ ταύτηϲ ἐκράτηϲεν. ὑποϲτρέψαϲ δὲ μετὰ ἀπονοίαϲ εἷλε καὶ τὴν Ἱερουϲαλὴμ δορυάλωτον καὶ κατέϲφαξε μυριάδαϲ ιη΄ . κατατολμήϲαϲ οὖν καὶ εἰϲ τὸ ἁγίαϲμα εἰϲελθὼν καὶ ϲτήϲαϲ βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώϲεωϲ καὶ τὸν ναὸν μιάναϲ δι’ ἀκαθάρτων θυϲιῶν ἱερὸν Διὸϲ Ὀλυμπίου προϲηγόρευϲεν.- οὕτω τε ἐφ’ ὑψηλοῦ καθίϲαϲ καὶ τῶν ϲτρατιωτῶν αὐτοῦ κύκλῳ παίρεϲτηκότων ἐνόπλων ἐκέλευϲε τοῖϲ δορυφόροιϲ ἕνα ἕκαϲτον Ἑβραῖον ἐπιϲπάϲαϲθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεϲθαι· εἰ δὲ υὴ θέλοιεν μιαροφαγῆϲαι, ἀναιρεῖϲθαι τροχιϲθένταϲ. πολλῶν οὖν ϲυναρπαϲθέντων, καὶ Ἐλεάζαρ τιϲ τῶν πρώτων γραμματέων, ἤδη προβεβηκὼϲ τὴν ἡλικίαν, μὴ μιαροφαγήϲαϲ, μαϲτιγωθεὶϲ ἀναιρεῖται ϲὺν ἑπτὰ παιϲὶ μετὰ μητρὸϲ Σολομωνίδοϲ. περὶ ὦν καὶ ὁ Θεολόγοϲ ἐν τῷ, τί δαὶ οἱ Μακκαβαῖοι, μνημονεύει. ἐκπλαγεὶϲ δὲ ὁ τύραννοϲ κοὶ μᾶλλον ἐκμανεὶϲ καὶ τὰ ἱερὰ ϲκεύη πάντα λαβὼν καὶ πᾶϲαν τὴν πόλιν λαφυραγωγήϲαϲ καὶ τὰ κτήνη κρεουργήϲαϲ καὶ φονοκτονίαν ποιήϲαϲ καὶ μεγαλορημονήϲαϲ ἀνεχώρηϲεν εἰϲ Ἀντιόχειαν. καὶ μετὰ δύο ἔτη κατὰ Περϲῶν ἐπιϲτρατεύϲαϲ ἀπέϲτειλεν ἄρχοντα φορολογῆϲαι τὰϲ πόλειϲ Ἰερουϲαλήμ. ὃϲ παραγενόμενοϲ καὶ λαλήϲαϲ εἰρηνικοὺϲ λόγουϲ πρὸϲ τὴν Ἱερουϲαλὴμ καὶ εἰϲελθὼν ἐπάταξεν αὐτὴν πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη πᾶϲαν αὐτὴν ἐνέπρηϲε, καὶ τὸ ἱερὸν [*](2692 — παιδόϲ lulian. Misop. 347 a; πόλιϲ Ambr. 2044 Ἀντιοχίϲ sq· Harp. ═ P, Ba103.24 2698 προϲδοκίαϲ Polyb.15, 37 ═ EV 2,143.16 19 παίδων —μητρόϲ Georg 1, 287,1 —14, 25 —288,20; περί — μνημονεύει PG 35,911a (cf. eundum citandi modum in 938) cf. Georg.288,22; ἐκμανείϲ —p. 240,10 ἀπαλἀττει Georg 289.12 —290. 6, 291, 10, 292, 4 —13, 290, 8, 291, 4 cf. de Boor, Herm. 21, 24) [*](2691 ex 2653 2693 Polyb. cf. v. μεγαλεπήβολοϲ. Georg. cf.. v. B 202 ερουϲαλήμ; hinc 132) [*](1 ἦκε—ἀντίοϲ om. S 2691 om. TFS mg. A 6 μεγαλεπήβολοϲ] μεγα A(GITFSM) επίβολοϲ F Exc. καὶ τοῦ —p. 240,17 ἐπανῆλθεν om. F 9 ὁ om. A 15 δορυάλωτον] δοριάλωτον M cf. v. Β 202 et Georg, om. S 25 περί — (νημονεύει om S 29 μεγαλορημόνηϲαϲ] μεγαληγόρηϲαϲ M)
2694 Ἀντίοχ οϲ ὁ Πραιπό ϲιτοϲ· οὗτοϲ διαβληθεὶϲ Θεοδοϲίῳ τῷ μικρῷ καθῃρέθη τῆϲ τιμῆϲ καὶ δημοϲιευθεὶϲ ἐν τοῖϲ ἱερεῦϲι κατετάγη, διατάξεωϲ ἐκφωνηθείϲηϲ παρὰ τοῦ βαϲιλέωϲ, εὐνοῦχον ἐν τοῖϲ πατρικίοιϲ μὴ τελεῖν.
2695 Ἀντίοχοϲ· αὐτόμολοϲ, Κίλιξ μὲν ἦν τὸ γένοϲ, ὃϲ φιλοϲοφεῖν κυνηδὸν τὰ πρῶτα ἐπλάττετο καὶ πλεῖϲτά γε ἐκ τούτου τοὺϲ ϲτρατιώταϲ ἐν τῷ πολέμῳ ὠφέληϲεν. ἀπαλγοῦνταϲ γὰρ αὐτοὺϲ ὑπὸ τοῦ πολλοῦ ῥίγουϲ ἐπερρώννυεν, ἔϲ τε τὴν χιόνα ῥιπτῶν καὶ ἐν αὐτῇ καλινδούμενοϲ· ὅθεν περ καὶ χρημάτων καὶ τιμῶν παρὰ τοῦ Σευήρου καὶ τοῦ Ἀντωνίνου ἔτυχεν. ἐπαρθεὶϲ δὲ ἐπὶ τούτοιϲ τῷ Τηριδάτ ϲυνεξητάϲθη. καὶ μετ’ αὐτοῦ πρὸϲ Πάρθουϲ ηὐτομόληϲεν.
2696 Ἀντι ώντων: ἀπαντώντων.
2697 Ἀν τιωρήϲαϲ.
2698 Ἀν τιπάθεια.
2699 Ἀντίπαλον. τρία ϲημαίνει· τὸ ἐναντίον καὶ τὸ ἰϲόπαλον καὶ [*](E) τὸ ἰϲόϲτροφον. οὐ γὰρ ἐξ ἀντιπάλου τῆϲ δυνάμεωϲ ὁ ἀγὼν ἔϲται.
2700 Ἀντιπαράκληϲιϲ. εἰϲ τοιαύτην προθυμίαν παρέϲτη τὸ [*](Ε) πλῆθοϲ, ὥϲτε παραπληϲίαν ἐνθουϲιαϲμῷ τὴν ἀντιπαράκληϲιν γίνεϲθαι τῶν δυνάμεων.
[*](2695 Cass. D.77,191 — 2 2696 cf. Ambr. 2185, B ν. ἀντιοώντων 2698 ═ Ambr. 2051 2699 ═ ἰϲόϲτροφον ═ Ba 103, 4 cf P οὐ sq. Proc bell. 2, 3, 52 2700 Polyb. 11,12, 2)[*](2694 ex v. ὕπατοϲ 2 cf. v. εὐνοῦχοϲ et v πατρίκιοϲ 2 2695 hinc κυνήδον 1 : cf. 2880 2699 Z 193)[*](A(GITFSM))[*]( 3 ὁ Μακκαβαῖοϲ] καὶ Ἰάκωβοϲ GI ἐτύγχανε] ἐτύγχανον GI 7 ὑπειϲῆλθε—9 φέρεϲθαι om. A 9 οὖν] οὖν ὁ SM 10 ὁ om. A. 15 ἀνα λαβών] ἀναμιάναϲ S μιάναϲ mg. A MΥ 16 ὑπαγωγήν] ὑποταγήν GI ἐπί] εἰϲ S 17 ἐπανῆλθεν ] ὑπέϲτρεψαν S 2694 om FS mg. A post 2695 T 21 αὐτόμολοϲ] ὁ ἀ. M 25 Σευήρου] Σεβήρου GI TS 26 Ἀντωνίνου] Ἀντωνίου A 31 τό pr. om. A 2700 om. S)2701 Ἀντιπαράτωρα. ἀντικόϲμηϲιϲ, ἢ ἄλλη εὐπρέπεια. παράτον γὰρ ἡ παραϲκευὴ παρὰ Ῥωμαίοιϲ.
2702 Ἀντιπαρέξειν: ἀντιτάϲϲειν.
2703 Ἀντίπατροϲ, Ἰολάου, πόλεωϲ δὲ Παλιούραϲ τῆϲ Μακεδονίαϲ, [*](Hesy.) ϲτρατηγὸϲ Φιλίππου, εἶτα Ἀλεξάνδρου, καὶ διάδοχοϲ βαϲιλείαϲ· μαθητὴϲ Ἀριϲτοτέλουϲ. κατέλιπεν ἐπιϲτολῶν ϲύγγραμμα ἐν βιβλίοιϲ β′, καὶ ἱϲτορίαν, τὰϲ Περδίκκου πράξειϲ Ἰλλυρικάϲ. καὶ ἐπετρόπευϲε μὲν τὸν υἱὸν Ἀλεξάνδρου, τὸν Ἡρακλέα κληθέντα. μόνοϲ δὲ τῶν διαδόχων θεὸν καλέϲαι Ἀλέξανδρον οὐχ εἵλετο, ἀϲεβὲϲ τοῦτο κρίναϲ. ἐβίω δὲ ἔτη οθ′ καὶ κατέλιπεν υἱὸν καὶ διάδοχον Κάϲϲανδρον, τὸν τὴν μητέρα Ἀλεξάνδρου ἀνελόντα Ὀλυμπιάδα. ὅτι τῶν Ἀθηναίων τὰϲ Ἀθήναϲ [*](Ε) Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντεϲ οἱ δημαγωγοὶ πρὸϲ τὴν ἐπανάϲταϲιν τοὺϲ Ἀθηναίουϲ ἐπάραντεϲ, μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺϲ ἐνέγκωϲιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τούτουϲ κατεδίκαϲαν, ὧν ἦν Δημοϲθένηϲ ὁ ῥήτωρ καὶ Ὑπερίδηϲ καὶ Ἱμεραῖοϲ, τὴν τοῦ θανάτου εἰϲήγηϲιν εἰϲενεγκόντοϲ. ἐγεγόνει γὰρ ἐϲ οὐδὲν μετριώτεροϲ τῇ γνώμῃ· διότι μηδέ ἐϲτι φύϲεωϲ μεταβολὴ κακίᾳ ϲυνελθούϲηϲ· ἡττᾶται δὲ αὐτῆϲ καὶ νόμου ἐπίταξιϲ μὴ παντελῶϲ κολάζουϲα, καὶ ἰϲχύϲ αὐτῇ ἀνανταγώνιϲτοϲ ἐφ’ ὅπερ ἂν ῥέψῃ· καὶ οὕτε φόβῳ ἀποτρέπεται τὸ θραϲύνεϲθαι, οὕτε αἰδὼϲ ἐξείργουϲα παραπεῖϲαι ἱκανή ἐϲτιν ἐϲ τὸ τῷ νόμῳ ὑπήκοον.