Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

202 Ἀγερωχία: ὑπερηφανία. ὅτι οἱ Σκύθαι εἰϲὶν ὑπεροπτικοὶ καὶ [*](ΣΕ) λίαν ἀγέρωχοι. παρὰ τὸ ἄγαν αὐχεῖν ἢ παρὰ τὸ ἄγαν γερουχεῖν. καὶ [*](Etym) Ἀγέρωχοϲ, ἔντιμοϲ, ἀνδρεῖοϲ. Ἀγαθίαϲ· ἵππου ἐπιβὰϲεὐηνιωτάτου [*](Σ) τε καὶ ἀγερώχου καὶ οἵου οὐκ ἄτακτα ἐξάλλεϲθαι καὶ ϲκιρτᾶν. [*](Σ) καὶ αὖθιϲ· ὡϲ ἂν ἔϲοιτο εὐκλεὴϲ τοῖϲ μετέπειτα καὶ ἀγέρωχοϲ. ἢ Ἀγέρωχοϲ, ὁ ἀλαζών.

[*](Δ)

203 Ἄγεϲτα: πολεμικὸν μηχάνημα ἐκ λίθων καὶ ξύλων καὶ χοῦ ἐγειρόμενον. οἱ [*](Suid.) δὲ ἄγεϲτά φαϲι τὸ τοιοῦτον μηχάνημα. καὶ ζήτει ἐν τῷ ἔγεϲτα.

204 Ἄγεται: μνηϲτεύεται, ἐπὶ γάμον λαμβάνει. Αἰλιανόϲ· τὴν δὲ ἀδελφὴν αὐτῷ Ἰόβαϲ ὁ Μαυρούϲιοϲ ἄγεται.

[*](Ε)

205 Ἄγετε: τὸ ἡγεῖϲθε καὶ οἴεϲθε.

[*](> Σ)

206 Ἄγειοϲ: ὄνομα κύριον.

[*](Δ)

207 Ἄγευϲτοϲ θοίνηϲ: ἀϲτείωϲ βίου ἔχων. καὶ Ἄγευϲτοι, ἄπειροι.[*](Σ.) Ἄγευϲτον, τετραχῶϲ· ἢ γὰρ τὸ ἀχύμωτον μὲν τέωϲ, δυνάμενον δὲ [*](Phil.) χυμωθῆναι, ὡϲ τὸ ὕδωρ· ἄποιον γὰρ ὂν δύναται ·χυμωθῆναι· ἢ τὸ ταῖϲ ἄλλαιϲ αἰϲθήϲεϲιν ὑποκείμενον, ὡϲ ὁ ψόφοϲ, ἢ τὸ μικρὰν ἔχον γεῦϲιν, ὡϲ τὰ ὑδαρὰ τῶν ῥοφημάτων, ἢ τὸ κακὴν ἔχον γεῦϲιν, ὡϲ τὰ δηλητήρια. καὶ δῆλον τίνων τούτων ἀντιλαμβάνεται ἡ γεῦϲιϲ, καὶ [*](196 ἀγγέλουϲ sq. Thdr in Ps. 79, 49. PG 80, 1496b 198 — ἀνάνδρωϲ ═ P, Ba 9, 4, Σa ἔθεντο sq. Procopio attr. Vind. 39 199 Harp. ═ An. Ox. 2, 488, 3, P, Ba 11, 11 200 ═ P, Ba 9, 5, Σα cf H, Ambr. 313 201 cf H 202 ὑπερηφανία P, Ba 9, 6, Σᵃ παρά — γερουχεὶν ═ Et M. 7, 47 ἀγέρωχοϲ—ἀνδρεῖοϲ ═ P, Ba 9, 7. Σᵃ, Et. M 7, 4 cf H ἵππου—ϲκιρτᾶν Agath. 1, 21 p. 59 vs. 19 ἀγέρωχοϲ sq. ═ Ambr. 125 204 Αἰλιανόϲ sq. fr. 57 205 ═ Σᵃ cf. P, Ba 9, 8 206 cf. Ambr. 178 207 ἔχων Ba 9, 9, P (Phryn. 18, 25); ἄγευϲτοι, ἄπειροι ═ P, Ba 9, 10, Σα ἄγευϲτον sq. Philop. 404, ms. A in app. et vs 10—29) [*](196 hinc v. ἡμέρα πονηρά et v. θλίψιϲ 201 Z 15 203 ex v. ἔγεϲτα) [*](1 μόνοι l μόνοη A μόνη TSM cp. G 13 Ἀγέροπτοϲ] Ἀγέροποϲ T Zon. A(GITSM) 15 παρά—γερουχεῖν om. AGSM mg. l ἤ—γερουχεῖν om. T 203 om. S mg. A 21 καί—ἔγεϲτα om. I 22 γάμον AGac Tac Mac γάμῳ Gec Mec γάμων ITac δέ om. A 24 Ἄγετε] Ἄγεται S ἡγεἶϲθε] ἡγεῖϲθαι A. 27 τετραχῶϲ] διχῶϲ M)

24
τίνοϲ μή. καὶ ἐπὶ τῶν ἄλλων δὲ αἰϲθήϲεων τὰ τέϲϲαρα ταῦτα γινώϲκεται ϲημαινόμενα. ἀρχὰϲ δὲ τῶν γευϲτῶν τὸ ποτὸν φαϲι καὶ τὸ ἄποτον. εἰϲ ταῦτα γὰρ πρώτωϲ διαιρεῖται τὸ γευϲτόν. καὶ γὰρ ἐν τῷ ὑγρῷ μάλιϲτα καὶ ὁ χυμὸϲ ἐκ τῆϲ ἐπιμιξίαϲ τῶν ξηρῶν προϲγενόμενοϲ· καὶ ὥϲπερ τὸ ποτὸν πότιμον γίνεται διὰ τὴν ἐπιμιξίαν τοῦ χρηϲτοῦ χυμοῦ, οὕτω καὶ τὸ ἄποτον διὰ τὴν ἐπιμιξίαν τοῦ ἀπότου χυμοῦ. ἀμφότερα δὲ, τό τε ἄποτον καὶ τὸ ποτὸν, γευϲτά. γευϲτὸν δὲ τὸ ἄποτον, οὐχ ὡϲ τελειωτικὸν, ἀλλ᾿ ὡϲ φθαρτικὸν τῆϲ γεύϲεωϲ διὰ μοχθηρίαν χυμοῦ. τὸ δὲ ποτὸν ὡϲ ϲωϲτικόν τε καὶ τελειωτικὸν τοῦ κατὰ φύϲιν γευϲτικοῦ. ἄρχει οὖν τῶν γευϲτῶν κατὰ τοῦτον τὸν λόγον τὸ ποτὸν καὶ τὸ ἄποτον. ἐπεὶ δὲ τὸ ποτὸν ὑγρὸν, τὸ δὲ ὑγρὸν τῇ ἁφῇ ἀντιληπτὸν, ὡϲ μὲν ὑγρὸν ἁπτὸν, ὡϲ δὲ τοιόνδε χυμὸν ἔχον γευϲτόν. τοῦτο οὖν κοινὸν ἁφῆϲ καὶ γεύϲεωϲ, τῆϲ μὲν ἁφῆϲ ὡϲ ἴδιον αὐτῆϲ αἰϲθητὸν, τῆϲ δὲ γεύϲεωϲ ὡϲ ὕλη καὶ ὄχημα τῶν γευϲτῶν.

[*](Δ)

208 Ἀγγείδιον: τὸ μικρὸν ἀγγεῖον.

[*](Σ)

209 Ἄγειν καὶ φέρειν: τὸ λῃϲτεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ [*](ΣL) ἀπάγειν χρήματα καὶ ἐπὶ ἀψύχων καὶ κομίζειν ἀδιαφόρωϲ. ὁ δὲ ἐπεὶ ἐπεραιώθη ἐϲ τὸ κατ᾿ ἀντικρὺ τοῦ ῥείθρου, παραχρῆμα τάϲ τε κώμαϲ ἐνεπίμπρα τῶν Σκλαβηνῶν καὶ ἐϲίνετο τοὺϲ ἀγρὺϲ, ἦγέ τε καὶ ἔφερεν ἅπαντα, οὐδενόϲ πω τῶν ἐκεῖϲε βαρβάρων θαρρήϲαντόϲ οἱ εἰϲ χεῖραϲ ἐλθεῖν, εἰϲ τὰ λάϲια καὶ κατηρεφῆ τῆϲ ὕληϲ καταπεφευγότων.

[*](Δ)

210 Ἀγείραϲ: ὁ χωλόϲ.

[*](Σ)

211 Ἀγείρει: ϲυνάγει. καὶ Ἀγείρουϲιν. ὁ γὰρ τρόποϲ ἱερὸϲ ἦν καὶ οὐδὲν ἐοικὼϲ τοῖϲ ἀγείρουϲιν. καὶ αὖθιϲ· ὁ δὲ λαθεῖν θέλων [*](Ε) ξυρεῖται τὴν κεφαλὴν καὶ τὸ γένειον, καὶ ϲτολὴν Αἰγυπτίαν ἀναλαβὼν, ἣν οἱ τῆϲ Ἴϲιδοϲ θεραπευτῆρεϲ ἤϲθηνται, καὶ ϲεῖϲτρον ἐπιϲείων καὶ πόλιν ἐκ πόλεωϲ ἀμείβων, καὶ τῇ θεῷ ἀγείρων καὶ ἀναγκαίαϲ τροφὰϲ, λιμο φάρμακα, ἀγαπητῶϲ λαμβάνων.

[*](Etym.)

212 Ἄγη. ἄκλιτόν ἐϲτι. θαῦμα, χαρὰ, ἀπιϲτία, ζῆλοϲ, παῤ Ἡροδότῳ [*](Σ) βαϲκανία, παῤ Ὁμήρῳ ἔκπληξιϲ, πληγὴ, θραῦϲιϲ, κλάϲιϲ, ἀπώλεια· [*](Δ) ἔνιοι, ἱερεῖα. Ἄγη μὲν οὖν παροξυτόνωϲ ἡ ἔκπληξιϲ· Ἀγὴ δὲ ἡ κλάϲιϲ τοῦ κύματοϲ.

[*](208 cf. Ambor. 318 209 — ἀδιαφόρωϲ ═ P, Ba 8, 18 cf. H ὁ δέ sq. Men. hist. fr. 4 8, FHG 4, 252 ═ EL 209, 3—7 210 ═ Ambr. 128, cf. Ios Bell. 5, 474 211 ϲυνάγει P, Σᵃ, cf. Ba 8. 24. H ὁ γάρ—ἀγείρουϲιν Philostr. 4, 39 ὁ δέ sq. Aelian. fr. 121 (Appiano attr. Wyttenb.) 212 — ἔϲτι Et. M. 8, 38 θαῦμα—ἱερεῖα P, Ba 9, 12, Σᵃ. Et. M. 9, 1; Hdt. 6, 61, 1 Φ 221 ἄγη μέν sq. ═ Et. Gud. cf. Ambr. 266, Et. M. 8, 36, 41)[*](208 Z 31 209 Z 34 210—11 Z 34 211 Aelian. cf. v. προυγράφη et v. ϲεῖϲτρον)[*](A(GITSM))[*]( 11 ἐπεὶ δὲ] ἐπεὶ δὲ καί GIT 12 ἁπτόν] ἁπτικόν GI 14 ὡϲ GIM om. AT cf. Philop. ὄχημα] ὄχλημα A 21 λάϲια] λάϲια δέ G Exc. 29 ἄκλιτόν ἐϲτι om. AGS mg I supra l. M similia post ἱερεῖα T)
25

213 Ἀγηγέρατο: ϲυνηθροίζοντο. Ἀγείρω, ὁ μέλλων ἀγερῶ, ὁ παρακείμενοϲ [*](Δ) ἤγερκα, ὁ παθητικὸϲ ἤγερμαι, τὸ τρίτον ἤγερται καὶ τὸ τρίτον τῶν πληθυντικῶν [*](Etym) Ἰακῶϲ ἀγηγέραται· εἶτα ὁ ὑπερϲυντελικὸϲ ἠγέρμην, τὸ τρίτον ἤγερτο καὶ ἀγήγερτο καὶ τὸ τρίτον τῶν πληθυντικῶν Ἰακῶϲ ἀγηγέρατο.

214 Ἀγηλατεῖν: διώκειν, φυγαδεύειν, ἐπιτάττειν. Ἡρόδοτοϲ, [*](Hdt.) ὑβρίζειν.

215 Ἀγηλατεῖν: ὡϲ ἄγοϲ καὶ ἐναγεῖϲ τιναϲ ἐλαύνειν. ἐὰν μὲν [*](Σ) δαϲέωϲ, τὸ τὰ ἄγη ἀπελαύνειν· ἐὰν δὲ ψιλῶϲ, ἀντὶ τοῦ ἀπελάϲειν. [*](Soph.) κλαίων δοκεῖϲ μοι καὶ ϲὺ χ᾿ ὡ ϲυνθεὶϲ τάδε ἀγηλατήϲειν. καὶ Ἡρόδοτοϲ· ὁ δὲ ϲὺν μεγάλῃ χειρὶ ἀπικόμενοϲ ἀγηλατέει ἑπτακόϲια ἐπίϲτια [*](Ε) Ἀθηναίων.

216 Ἀγηλατοί: οἱ κεραυνοί. Ἀγηλατοῖ δὲ ῥῆμα, ἄγει, κεραυνοὶ [*](Δ) ἢ διώκει.

217 Ἀγῆλαι: τιμῆϲαι θεὸν ἀγλαΐαιϲ. οὕτωϲ Εὔπολιϲ Δήμοιϲ· ἀναθῶμεν [*](Σ) νῦν χημεῖϲ τούτοιϲ τὰϲ διττὰϲ εἰρεϲιώναϲ καὶ προϲαγήλωμεν ἐπελθόντεϲ. χαίρετε πάντεϲ, δεχόμεϲθα. Ἀριϲτοφάνηϲ Εἰρήνῃ· και ϲε θυϲίαιϲιν ἱεραῖϲι προϲόδοιϲ τε μεγάλαιϲ ἰδίᾳ πάντεϲ, πότυι᾿ , ἀγαλοῦμεν ἡμεῖϲ ἀεί. Ἕρμιπποϲ Ἀρτοπώλιϲι· φέρε νῦν ἀγήλω τοὺϲ θεοὺϲ οἵουϲ ἐγὼ καὶ θυμιάϲω τοῦ τέκνου ϲεϲωϲμένου.

218. Ἀγήλειεν: τιμήϲειεν. ὅτι Μουκιανὸϲ ὁ Ῥωμαῖοϲ τιμᾶϲθαι ὑφ᾿ ἁπάντων ὑπὲρ πάνταϲ ἤθελε καὶ ἤχθετο, εἰ καὶ ὁϲτιϲοῦν οὐχ ὅτι [*](ΕV) ὑβρίϲειεν αὐτὸν, ἀλλ᾿ ὅτι μὴ οὐ μεγάλωϲ ἀγήλειεν.

219 Ἄγημα: τὸ προϊὸν τοῦ βαϲιλέωϲ τάγμα ἐλεφάντων καὶ ἵππων [*](Σ) καὶ πεζῶν. οἱ δὲ τὸ ἄριϲτον τῆϲ Μακεδονικῆϲ ϲυντάξεωϲ· κραταιὸν ὁπλίϲει καὶ ϲωμάτων εὐεξίᾳ.

220 Ἄγημα: τὸ ὅλωϲ τάγμα εὕρηται κατὰ πολὺ παρὰ Ἀρριανῷ

221 Ἀγηνορίη: ἡ αὐθάδεια.