Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

1823 Ἀναγεῖϲ. διὰ μὲν τοῦ α τοὺϲ ἀνάγνουϲ, διὰ δὲ τοῦ ε τοὺϲ [*](Harp.) ἐνόχουϲ ἄγει καὶ μιάϲματι. οὕτωϲ Αἰϲχίνηϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ.

1824 Ἀναγινωϲκομἐνουϲ: ἀντὶ τοῦ ἀναπειθουμένουϲ. οὕτωϲ [*](Harp.) Ἀντιφῶν καὶ Ἰϲαῖοϲ καὶ Ἡρόδοτοϲ.

1825 Ἀναγκαία τράπεζα: ἡ εὐτελὴϲ καὶ πενιχρά. καὶ Σοφοκλῆϲ φηϲίν· ὦ δέϲποτ᾿ Αἶαν, τῆϲ ἀναγκαίαϲ τύχηϲ οὐκ ἔϲτιν οὐδὲν [*](Soph.) μεῖζον ἀνθρώποιϲ κακόν. διπλῶϲ φηϲι τὸ ἀναγκαῖον, ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύϲιν ἀκολουθίαν τινὰ ἐχόντων, ὡϲ εἰ εἴποιμεν, ἀναγκαίωϲ τὸ πῦρ ξανθὸν καὶ τὸ γάλα λευκόν, ποτέ δὲ ἐπὶ τοῦ ἐξ ἀνάγκηϲ γινομένου, ὡϲ καὶ νῦν ἀναγκαίαϲ τύχηϲ τῆϲ βίαϲ φήϲι, τουτέϲτι τῆϲ δυϲτυχίαϲ· καὶ Ἰάμβλιχοϲ· τὴν δὲ ἅλυϲιν, οὐ γάρ ἐϲτιν ἡμῖν [*](E) ἀναγκαία, προϲέπεμψά ϲοι.

1826 Ἄνάγκῃ οὐδὲ θεοὶ μάχονται.

[*](Suid.)

1827 Ἄναγκαῖον: οὕτωϲ καλεῖται τὸ αἰδοῖον, ἐπεὶ τῆϲ ἀνάγκηϲ ἐϲτὶ ϲυμβόλαιον. οἱ δὲ πρὸϲ ἀλκὴν ἐτράποντο ἐκ τοῦ ἀναγκαίου. ἀντὶ τοῦ δι᾿ ἀνάγκαϲ. Ἰϲαῖοϲ δὲ ἀναγκαῖον τὸ δεϲμωτήριον [*](harp.) καλεῖ. Καλλιϲθένηϲ δὲ ἀνωγαίων εἶπε καὶ οὕτωϲ δεῖ μᾶλλον λέ- [*](1819 οἴκημα ═ Ambr. 2095 1821 ἔνθα —πίπτοντεϲ Anth. 7, 244, 3 ἀναγέλλω sq. ═ Synt. Laur. et Gud. 1822 οὐ—ἀνδρῶν Proc. h, a. 25, 3 ἀνάγειν sq. Harp. ═ P; Lys. fr. 62; Dinarch. fr. 89,6 1823 Harp. P 1824 Harp. ═ P cf. Bk. 215, 27; Antiph. 2 β 7; lsae. fr. 144 1825 ὧ —δυϲτυχίαϲ Soph. Al. 485 — 6 c. sch. τήν sq. Iambl. fr 17 1827 - ϲυμβόλαιον Artem. 1, 45 cf. Eust 0. 1968, 40 οἴ —ἀναγκαίου Dam. (?) fr. 184 Ἰϲαῖοϲ (fr. 52)—λέγεϲθαι Harp ═ P; Callisth fr. 48) [*](1819 οἴκημα Z 187 ἀνάγαιον alt. sq. ex 2582 cf. 2550 1820 Z 196 1821 Z 178 1822 Z 196 1823 hinc v. ἐναγεῖϲ 2; Z 167 1824 Vind. 6. Z 196 1825 ζ 178 1826 ex 1828 1827 Artem. hinc v. αἰδοῖον. harp cf. 1892; binc 25821 Alex. cf. v. κυρίωϲ 2) [*](1 Ἀνάγαιον pr.] Ἀνώγαιον GI Ἀνόγαιον M ἀνάγαιον alt. —2 ϲαφέϲτερον A(GITFSM) om. GTF mg. l ἀνάγαιον alt. AM ἀνώγαιον l ἀναγέων δὲ S καί — 2 ϲαφέϲτερον om. S 2 o lA om. M καὶ ζήτει— ϲαφέϲτερον om. l 5 καί — δοτικῇ hic A, post 1819 M, mg. l om. rell. καί A om. lM 16 Δἶαν] γρ. Αῖαϲ ss. M 18 εἰ FM om. AGIT 1826 ex SM 25 ϲυμβόλαιον] γρ. ϲύμβολον ss. M ═ Artem. Eust. 26 ἀνάγκαϲ] ἀνάγκηϲ FSM ac 27 ἀνωγαίων IFS ἀνώγεων GTM ac cf. v. ἀνώγεον AM ec ἀνώγαιον Phot. ζήτει ἐν τῷ ἀνώγεων ϲαφέϲτερον mg. add. M δὲῖ] δή A cf. Harp.)

164
[*](Phil.) γεϲθαι. Ἀναγκαῖόν ἐϲτιν, ὅπερ ἀληθὲϲ ὂν οὐκ ἔϲτιν ἐπιδεκτικὸν τοῦ ψεῦδοϲ εἶναι· ἢ ἐπιδεκτικὸν μέν ἐϲτι, τὰ δὲ ἐκτὸϲ αὐτῷ ἐναντιοῦται πρὸϲ τὸ ψεῦδοϲ εἶναι, οἷον ἡ ἀρετὴ ὠφελεῖ. οὐκ ἀναγκαῖον δέ ἐϲτιν, ὃ καὶ ἀληθέϲ ἐϲτι καὶ ψεῦδοϲ οἷόν τε αὐτὸ εἶναι, τῶν ἐκτὸϲ μηδὲν ἐναντιουμένων· οἷον περιπατεῖ Δίων. ὅτι Δημὸκριτοϲ ὁ Ἀβδηρίτηϲ φηϲί, μηδὲν ἐκ τοῦ μὴ ὄντοϲ γίνεϲθαι μηδὲ εἰϲ τὸ μηδὲν ὂν φθείρεϲθαι. καὶ τὰϲ ἀτόμουϲ δὲ ἀπείρουϲ εἶναι κατὰ μέγεθοϲ καὶ πλῆθοϲ, φέρεϲθαι δὲ ἐν τῷ ὅλῳ δινουμέναϲ καὶ οὕτω πάντα τὰ ϲυγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν. εἶναι γαρ καὶ ταῦτα ἐξ ἀτόμων τινὰ ϲυϲτήματα, ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωττα διὰ ϲτερρότητα. πάντα δὲ κατὰ ἀνάγκην γίνεϲθαι, τῆϲ δίνηϲ αἰτίαϲ τῆϲ γενέϲεωϲ οὔϲηϲ πάντων, ἣν ἀνάγκην λέγει. διαιρεῖ δὲ τὰ ὄντα εἰϲ τὸ εἶναι ἢ ἐξ ἀνάγκηϲ εἶναι, ὡϲ τὸν ἄνθρωπον ζῷον εἶναι. ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκηϲ ἐϲτίν· ὁμοίωϲ ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι. τὰ δὲ ἐνδεχομένωϲ, καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡϲ ἐπὶ τὸ πλεῖϲτον ὡϲ τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράϲκοντα πολιοῦϲθαι, τὰ δὲ ἐπ᾿ ἔλαττον, ὡϲ τὰ τούτοιϲ ἀντικείμενα, τὸ τὸν ἄνθρωπον τετραδάκτυλον ἢ ἑξαδάκτυλον εἶναι. ἔϲτι γὰρ ἐν τούτοιϲ οὕτωϲ καὶ ταῦτα. ἢ τὸ μὴ πολιοῦϲθαι γηρῶντα τὸν ἄνθρωπον ἢ μὴ, ἀποδημεῖν ἢ λούεϲθαι ἢ μή.

[*](Anth.)

1828 Ἀνάγκη· ἐν Ἐπιγράμμαϲι· ἴδ᾿ ὡϲ ἐδίδαξεν ἀνάγκα πάνϲοφοϲ. [*](Prov.) ἐξευρεῖν ἔκλυϲιν ἀΐδεω. καὶ παροιμία· ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. παρεγγυᾷ, ὅτι δεῖ τοῖϲ παροῦϲιν ἀρκεῖϲθαι. ὅμοιον τῷ· ἂν μὴ παρῇ κρέα, ταρίχῳ ϲτερκτέον.

1829 Ἄναγκαῖον τοῦ ἐκ περιουϲίαϲ διαφέρει· καὶ ζήτει ἐν τῷ ἐκ περιουϲίαϲ.

[*](Σ)

1830 Ἀνάγκηϲ ἄτρακτον: τὸν ἄξονα λέγει.

[*](Soph.)

1831 Ἄναγνοϲ: μιαρόϲ. ἆρ᾿ οὐχὶ πᾶϲ ἄναγνοϲ; εἴ με χρὴ φυγεῖν.

[*](Rhet.+EV)

1832 Ἀλναγνωϲθείϲ: ἀναπειϲθείϲ. ὁ δὲ ἀναγνωϲθεὶϲ ὑπὸ τῆϲ γυναικὸϲ ἔργον οὐχ ὅϲιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίϲων ἀνὴρ Θηβαῖοϲ.

[*](Σ)

1833 Ἀνάγνωϲιϲ: ἀναγνώριϲιϲ ἢ ἀνάπειϲιϲ. Ἡρόδοτοϲ. καὶ [*](Rhet.) Ἀναγινώϲκειν παρὰ ῥήτορϲιν ἐπὶ τοῦ ἀναπείθειν. ἔϲτι γὰρ ἀναγινώϲκειν τὸ γνῶναι διαλεχθέντα.

[*](1827 vs. 1 ἀναγκαῖον —Δίων Laert. 7, 75; ὅτι Δημόκριτοϲ —vs. 12 λέγει Laert. 9,44—45; διαιρεῖ sq. Alex. Aphr. 177, 19 —27 1828— ἀΐδεω Anth. 6, 219, 23 24 ἀνάγκῃ sq. cf. Zen. I 85 1830 ═ P; I ═ Pl. Rep. 10, 616 c 1831 Soph. OT 823 c. sch 1832 ἀναπειϲθείϲ cf. ad 1833, H; ὁ sq. Hdt. 4, 154, 2 — 3 EV 2, 14, 12 —14 1833 — ἀνάπειϲιϲ ═ Ba 82, 9, Σᵃ, P Ἡρόδοτοϲ 1, 116, 1)[*](1828 hinc 1826. 2544. v. τάριχα 1832 Z 196. Hdt. cf. v. B 185; hinc v. Θεμίϲων 1838 Z 178, 196)[*](A(GITFSM))[*]( 1 ἐπιδεκτικόν] ἐπιδεικτικόν GIT 2 ἐπιδεκτικόν] ἐπιδεικτικόν GF 6 μηδὲν ὄν M μὴ δέον rell. 10 εἶναι] οὖν M 12 οὔϲηϲ] οὔϲαϲ A om. S 18 τό om. AGFM 1829 ex M 31 Θηβαῖοϲ] Θηραῖοϲ v. Βάττοϲ)
165

1834 Ἀνάγω: τὸ φέρω· αἰτιατικῇ.

[*](Synt.)

1835 Ἀναγωγή: ὁ τῶν νηῶν ἔκπλουϲ. καὶ γίνεται ἀναγωγὴ τῶν [*](Δ) νηῶν οὐ κατὰ τὸ πλῆθοϲ οὕτω τῆϲ ἐπιβαινούϲηϲ αὐτῷ ϲτρατιᾶϲ ἢ [*](Ε) κατὰ τῶν ὅπλων λαμπρότητα ἢ τὴν ἄλλην ὑπὲρ τὸ ἀναγκαῖον ἐϲ κάλλοϲ παραϲκευήν. καὶ αὖθιϲ· οἱ δὲ καταϲκεψάμενοι τὰ κατὰ τὴν [*](EL) Αἴγυπτον ἐπὶ Κύπρου κἀκεῖθεν ἐπὶ Συρίαϲ τὴν ἀναγωγὴν ἐποιήϲαντο.

1836 Ἀναγωγία. ὁ δὲ δι᾿ ἀναγωγίαν ταῦτα ἐπαϲχε. τουτέϲτιν [*](Δ) ἀπαιδευϲίαν. ἔχων ϲτρατὸν ὑπὸ μέθηϲ καὶ ἀναγωγίαϲ ἠμελημένον [*](Ε) καὶ διεφθαρμένον.

1837 Ἀνάγωγοϲ. ὁ μὴ τυχὼν τῆϲ δεούϲηϲ ἀναγωγῆϲ.

[*](Σ)

1838 Ἀναγωγότερον: ἁμαρτητικώτερον, ἀτακτότερον.

[*](Σ)

1839 Ἀναγώγῳ: φιληδόνῳ, ἐκλελυμένῳ.

[*](Σ)

1840 Ἀναγώνιϲτοϲ: ὁ μὴ ἀγωνιϲάμενοϲ. Ξενοφῶν.

[*](Σ)

1841 Ἀνάγραπτον: τὸ ἀναγεγραμμένον ἢ τὸ φανερῶϲ γεγραμμένον [*](Σ) ἡ τὸ πᾶϲιν ἐγνωϲμένον. ϲφᾶϲ τε ὑπακούειν κελεύων Ἀβάροιϲ καὶ [*](EL) ἐϲ φόρου ἀπαγωγὴν ἔϲεϲθαι ἀναγράπτουϲ.

1842 Ἀναγυράϲιοϲ: δῆμόϲ ἐϲτιν Ἀναγυροῦϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ, [*](Harp.) ἧϲ ὁ δημότηϲ Ἀναγυράϲιοϲ. καὶ Ἀναγυράϲιοϲ δαίμων. καὶ [*](Σ) τέμενοϲ Ἀναγύρου ἐν τῷ δήμῳ τῶν Ἀναγυραϲίων. Ἀλναγυράϲιοϲ δαίμων, ἐπεὶ τὸν παροικοῦντα πρεϲβύτην καὶ ἐκτέμνοντα τὸ ἄλϲοϲ ἐτιμωρήϲατο Ἀνάγυροϲ ἥρωϲ. Ἀναγυράϲιοι δὲ δῆμοϲ τῆϲ Ἀττικῆϲ. τούτου δέ τιϲ ἐξέκοψε τὸ ἄλϲοϲ. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτιϲ μὴ δυναμένη ϲυμπεῖϲαι τὸν παῖδα διέβαλεν ὡϲ ἀϲελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωϲεν αὐτὸν καὶ ἐγκατῳκοδόμηϲεν. ἐπὶ τούτοιϲ καὶ ὁ πατὴρ ἑαυτὸν ἀνήρτηϲεν, ἡ δὲ παλλακὴ εἰϲ φρέαρ ἑαυτὴν ἔρριψεν. ἱϲτορεῖ δὲ Ἱερώνυμοϲ ἐν τῷ περὶ τραγῳδιοποιῶν ἀπεικάζων τούτοιϲ τὸν Εὐριπίδου Φοίνικα.