Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

1122 Ὅτι Ἀλέξανδροϲ φιλήκοοϲ ἦν, εἴπερ τιϲ ἄλλοϲ, τῶν μουϲικῶν. Τιμόθεοϲ [*](Suid.) γὰρ ὁ αὐλητὴϲ ἔτι πρόϲθεν, ὅν ποτε αὐλοῦντα λέγουϲι τῆϲ Ἀθηνᾶϲ τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐϲ τοϲόνδε ἐκπλῆξαι Ἀλέξανδρον τοῖϲ μέλεϲιν, ὡϲτε μεταξὺ ἀκούϲαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα· τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βαϲιλικὰ αὐλήματα. οὗτόϲ τε δὴ ὁ Τιμόθεοϲ ἀνεληλύθει πρὸϲ αὐτὸν ϲπουδῇ μετάπεμπτοϲ γενόμενοϲ.

1123 Ὅτι οὖτοϲ ὁ μέγαϲ Ἀλέξανδροϲ, νικήϲαϲ ναυμαχίαν Λακεδαιμονίουϲ καὶ [*](Suid.) τειχίϲαϲ τὸν Πειραιᾶ καὶ ἑκατόμβην θύϲαϲ πάνταϲ εἱϲτίαϲεν Ἀθηναίουϲ.

1124 Ἀλέξανδροϲ ὁ Μαμαίαϲ· ϲὺν τῇ μητρὶ ἄρξαϲ ὑπ᾿ ἐκείνῃ [*](EV) πάντα διῴκει, ἥτιϲ πανταχόθεν ἐφρούρει τὴν ἀρχήν. δικάζειν τε οὖν αὐτὸν ἔπειθεν ἐπὶ πλεῖϲτον, ὡϲ ἂν ἐν τούτοιϲ ἀϲχολούμενοϲ μὴ ἔχοι καιρὸν ἐϲ τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. ὑπῆρχε δὲ αὐτῷ καὶ φυϲικὸν ἦθοϲ πρᾶον καὶ ἥμερον ἔϲ τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπέϲ. ἐϲ τεϲϲαρεϲκαιδέκατον οὖν ἔτοϲ ἄρξαϲ τῆϲ βαϲιλείαϲ, ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίϲταιϲ αἰτίαιϲ ὑποπεϲόντων, ὡϲ μετὰ τὴν Μάρκου τελευτὴν τὴν βαϲιλείαν θαυμάζειν Ἀλεξάνδρου. ᾐτιᾶτο δὲ καὶ τὴν μητέρα καὶ πάνυ ἤϲχαλλεν ὁρῶν αὐτὴν οὖϲαν φιλοχρήματον καὶ πολλὰ ἐξ ἐπηρειῶν θηϲαυρίζουϲαν. πολλὰ δὲ ὑπ᾿ αὐτῆϲ ἠναγκάζετο πράττειν· ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντωϲ ἡ μήτηρ. ἥτιϲ ἀπῆγε τῶν αἰϲχρῶν καὶ ἀπρεπῶν τοῖϲ βαϲιλεῦϲιν ἔργων, διδαϲκάλουϲ τε πάϲηϲ παιδείαϲ λάθρα μετεπέμπετο· ὁ δὲ παλαίϲτραιϲ τε καὶ γυμναϲίοιϲ ἔχαιρε καὶ τοὺϲ διδαϲκάλουϲ ἀπεϲόβει. ἐϲ τοϲοῦτον δὲ ἐξώκειλεν, ὡϲ [*](1121 vs. 7 ὅτι —μετήλλαξεν lo. Antioch. fr. 42, FHG 4, 555 cf. EI 63, 2 — 3 1124 vs. 32 μήτηρ lo. Antioch. fr. 140, FHG 4, 593 ═ EV 1, 193, 16 — 27 ἀπῆγε sq. lo. Antioch. fr. 138 ═ EV 1, 192, 28 —193, 12 cf. Herodian. hist.) [*](1122 ex v. Τιμόθεοϲ Θερϲάνδρου cf. v. ὀρθιαϲμάτων 1123 ex 731 1124 hinc v. Μαμαίαϲ) [*](1 τ΄] τῷ A ταῖϲ S 2 μεταρυθμίϲαι GM Exc. μεταρυθμῆϲαι A μεταρριθμήϲαι A(GITSM) l μεταρριθμήϲαϲ S 13 οὕτωϲ om. AGIT 1122 om. GT mg. A 14 ὅτι] ὅτι ὁ S 15 ὄρθιον ISM v. Τιμόθεοϲ v. ὀρθιαϲμάτων, ὀρθρίον A 16 τοϲόνδε A Sac v. Τιμόθεοϲ v. ὀρθιαϲμάτων, τοϲοῦτον ISec ὥϲτε A v. Τιμόθεοϲ, ὡϲ ISM cf. v. ὀρθιαϲμάτων 18 τε] δέ S 1123 om. GT mg. A post 1124 S 20 ναυμαχίαν Al, 731, ναυμαχίᾳ SM 24 ἔπειθεν] ἔπειθον A ἔχοι] ἔχειν GIT)

104
δὴ πάντα τὰ ἀπὸ τῆϲ ϲκηνῆϲ καὶ τῶν δημοϲίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰϲ ἀρχὰϲ τὰϲ μεγίϲταϲ. διὰ τοῦτο ἐμυϲάττοντο αὐτόν.

[*](Hesy.)

1125 Ἀλέξανδροϲ, Ἱεραπόλεωϲ ἐπίϲκοποϲ, καὶ μάρτυϲ. ἔγραψε Τί καινὸν εἰϲήνεγκε Χριϲτὸϲ εἰϲ τὸν κόϲμον, κεφάλαια θ΄, λόγοϲ νοημάτων γέμων.

[*](Ε)

1126 Ἀλέξανδροϲ, Ἀντιοχείαϲ ἐπίϲκοποϲ· ἐπὶ Ἰωάννου τοῦ Χρυϲοϲτόμου· ὃϲ ϲυμβαίνουϲαν εἶχε τῇ ἀρχιερωϲύνῃ τὴν πολιτείαν. ἐν ἀϲκητικῇ γὰρ παλαίϲτρᾳ τὸν πρὸ τῆϲ ἐπιϲκοπῆϲ διατελέϲαϲ χρόνον καὶ γυμναϲάμενοϲ ἐπὶ πλεῖϲτον ὤφθη γενναῖοϲ ἀγωνιϲτήϲ, καὶ λόγῳ παιδεύων καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον· ὃϲ Πορφύριον διεδέξατο. ἐκεῖνοϲ μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν· ὁ δὲ Ἀλέξανδροϲ ἀϲκήϲει καὶ φιλοϲοφίᾳ καὶ ἀκτήμονι βίῳ καὶ τῷ ῥεύματι τῆϲ γλώττηϲ καὶ μυρίοιϲ ἑτέροιϲ πλεονεκτήμαϲι χάριτοϲ.

[*](Hesy.)

1127 Ἀλέξανδροϲ Αἰτωλόϲ· ἐκ πόλεωϲ Πλευρῶνοϲ, υἱὸϲ Σατύρου καὶ Στρατοκλείαϲ, γραμματικόϲ. οὗτοϲ καὶ τραγῳδίαϲ ἔγραψεν, ὡϲ καὶ τῶν ἑπτὰ τραγικῶν ἕνα κριθῆναι, οἵπερ ἐπεκλήθηϲαν ἡ Πλειάϲ.

[*](Hesy.)

1128 Ἀλέξανδροϲ Αἰγαῖοϲ· φιλόϲοφοϲ Περιπατητικόϲ, διδάϲκαλοϲ Νέρωνοϲ τοῦ βαϲιλέωϲ, ἅμα Χαιρήμονι τῷ φιλοϲόφῳ. υἱὸν δὲ ἔϲχε Καίλινον ὄνομα. οὗτοϲ ἐκάλει τὸν Νέρωνα πηλὸν αἵματι πεφυρμένον. κακῶν μαθητῶν, ὡϲ οἶμαι, κακίονεϲ οἱ διδάϲκαλοι· διδακτὴ γὰρ ἀρετὴ καὶ κακία ἀϲκητή. ἔϲτι δὲ καὶ ἕτεροϲ Ἀλέξανδροϲ Ἀφροδιϲιεύϲ, φιλόϲοφοϲ. καὶ ἄλλοϲ, ὁ Νουμηνίου, ϲοφιϲτήϲ. καὶ ἄλλοϲ, Κλαύδιοϲ χρηματίϲαϲ, ϲοφιϲτήϲ. καὶ ἕτεροϲ, ὁ Καϲίλωνοϲ, ϲοφιϲτήϲ, ἀδελφὸϲ Θὐϲεβίου τοῦ ϲοφιϲτοῦ, μαθητὴϲ δὲ Ἰουλιανοῦ. καὶ ἄλλοϲ Ἀλέξανδροϲ, Ἀλεξάνδρου, δικηγόρου, Κίλιξ, Σελευκεύϲ, ϲοφιϲτήϲ, ὃϲ ἐπεκλήθη Πηλοπλάτων.

[*](Hesy.)

1129 Ἀλέξανδροϲ ὁ Μιλήϲιοϲ· ὃϲ Πολυΐϲτωρ ἐπεκλήθη καὶ Κορνήλιοϲ, διότι Κορνηλίῳ Λεντούλῳ αἰχμαλωτιϲθεὶϲ ἐπράθη καὶ αὐτῷ παιδαγωγὸϲ ἐγένετο, εἶτα ἠλευθερώθη. ἦν δὲ ἐν Ῥώμῃ ἐπὶ τῶν Σύλλα χρόνων καὶ ἐπὶ τάδε. ἀνῃρέθη δὲ ἐν Λαυρενταῖϲ ὑπὸ πυρὸϲ τῆϲ οἰκίαϲ φθαρείϲηϲ· καὶ ἡ γυνὴ αὐτοῦ Ἑλένη μαθοῦϲα τὸ ϲυμβὰν ἀπήγξατο. ἦν δὲ γραμματικὸϲ τῶν Κράτητοϲ μαθητῶν. οὗτοϲ ϲυνέγραψε βίβλουϲ ἀριθμοῦ κρείττουϲ. καὶ Περὶ Ῥώμηϲ βιβλία ε΄. ἐν τούτοιϲ λέγει, ὡϲ γυνὴ γέγονεν Ἐβραία Μωϲώ, ἧϲ ἐϲτι ϲύγγραμμα ὁ παῤ Ἐβραίοιϲ νόμοϲ.

[*](1125 — μάρτυϲ Phot. bibl. 291b 26 1126 Thdr. h e. 5, 35, 1 3 1128 vs. 25 Ἀλέξανδροϲ sq. cf. Philostr. v. soph. 2, 5, p. 246)[*](1129 hinc v. Μωϲώ)[*](A(GITSM))[*]( 9 γυμναϲάμενοϲ] γυμνωϲάμενοϲ A 10 τόν] τῶν A 19 Καίλινον Κάλινον S Καίλιον pr. 20 κακῶν] ϲχόλιον ss. et mg. M 21 ἀϲκητή] ἀϲκητική lM Ἀφροδιϲιεύϲ] Ἀφροδιϲεύϲ A cf. 3424 1129 om. T mg. ad 1124 A Ἀλέξανδροϲ Μιλήϲιοϲ· ζήτει ϲχόλιον ὀπίϲω textu A; post 1123 add. καὶ ἕτεροϲ Ἀλέξανδροϲ Μιλήϲιοϲ post 1128 S; post 1124 M cf. Wentzel TU 13, 61 27 ὅϲ om. GI 29 τῶν] τῷ A 32 Κράτητοϲ] Κρατήτου A μαθητῶν] μαθημάτων GI βίβλουϲ AGI βιβλία M ἀριθμοῦ AM ἀριθμῷ GIS 33 κρείττουϲ AGl κρείττω SM περί] παρά A 34 παρ᾿] παρὰ τοῖϲ GI)
105

1130 Ἀλέξαϲθαι: ἐπαμύνειν. Ξενοφῶν· πολὺ γὰρ διέφερεν ἐκ [*](Ε) χώραϲ ὁρμωμένουϲ ἀλέξαϲθαὶ ἢ προπορευομένουϲ ἐπιοῦϲι τοῖϲ πολεμίοιϲ μάχεϲθαι.

1131 Ἀλέξαι: βοηθῆϲαι. Ἀλλέξαι δὲ ἐπιλέξαι.

[*](Δ)

1132 Ἀλέξειν: ἀποτρέπειν.

[*](Σ)

1133 Ἀλεξήϲοντα: βοηθήϲοντα.

[*](Σ)

1134 Ἀλεξητῆρα: βοηθόν.

[*](Σ)

1135 Ἀλεξιάρη γῆ: ἡ τοῖϲ ἀνδράϲι βοηθοῦϲα.

[*](Δ)

1136 Ἀλεξιβέλεμνον: τὸν τὰ βέλη ἀπερύκοντα. ἐν Ἐπιγράμμαϲι· καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ ϲτέρνοιο χιτῶνα.

[*](Anth.)

1137 Ἀλεξίκακον: ἀλεξιφάρμακον, ἀντιφάρμακον. κακίαϲ καθαρτικὸν [*](Δ) καὶ θεραπευτικόν. καὶ Ἀλεξίκακε, τουτέϲτιν ἀποτρόπαιε, [*](Σ) ὁ τὰ δεινὰ ἀπείργων.

[*](Ar.)

1138 Ἄλεξιϲ, Θούριοϲ, ὅϲτιϲ πρότερον Σύβαριϲ ἐκαλεῖτο, κωμικόϲ.[*](Hesy.) ἐδίδαξε δράματα ϲμε΄· γέγονε δὲ πάτρωϲ Μενάνδρου τοῦ κωμικοῦ. ἔϲχε δὲ υἱὸν Στέφανον, καὶ αὐτὸν κωμικόν.

1139 Ἀλεξιφάρμακα: ἀλεξητήρια φαρμάκων. Μένανδροϲ Παιδίῳ· [*](Σ) Ἐφεϲία τοῖϲ γαμοῦϲιν οὕτωϲ περιπατεῖ, λέγων ἀλεξιφάρμακα.

1140 Ἀλεξόμενον: ἀμυνοῦντα. τὸν κακῶϲ ἄρξαντα κακῶϲαι θέλειν, καθάπερ ἐπὶ τῶν κατ᾿ ἰδίαν ἀδικημάτων οἱ νομοθέται καὶ δικαϲταὶ πάϲαϲ τὰϲ τῶν ϲυμβαινόντων βλάβαϲ οὐκ ἐπὶ τὸν ἀλεξόμενον, ἀλλ᾿ ἐπὶ τὸν ἄρχοντα χειρῶν ἀδίκων ἀναφέρουϲι. καὶ Ἀλεξομένουϲ [*](Hdt.) παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ἀμυνουμένουϲ ἢ ἐπιβοηθοῦνταϲ. τριτημορὶϲ δὲ τῶν Μαϲϲαγετῶν τοὺϲ περιλειφθένταϲ τῆϲ Κύρου ϲτρατιῆϲ [*](Ε) ἀλεξομένουϲ ἐφόνευε. καὶ Ἀλέξαϲθαι, κωλύειν, ἀπείργειν. οἱ δὲ ἵπποι οὐκ ἦϲαν αὐτῷ χρήϲιμοι ἐϲ τὸ φεύγειν ϲὺν αὐτοῖϲ ἢ [*](Ε) ἐπελαύνονταϲ ἀλέξαϲθαι τοὺϲ πολεμίουϲ. καὶ αὖθιϲ· εὔχετο δὲ ὁ [*](Ε) Κῦροϲ τοϲοῦτον ὑπερζῆν, ἔϲ τε νικῴη τοὺϲ εὖ καὶ κακῶϲ ποιοῦνταϲ ἀλεξόμενοϲ.

1141 Ἀλεωρή: ἔκκλιϲιϲ καὶ φυλακή. πολλοὶ δὲ ὑπὸ χιόνοϲ ἀπέθανον. [*](Hom. + Ε) θανὸν. καὶ οὐδ᾿ ἡτιϲοῦν ἀλεωρὰ ἦν, ἑκάϲτων ἐαυτοὺϲ διαϲῴζειν ἱκανὸν ἡγουμένων.

[*](1130 πολύ sq. Xen. An. 3, 4, 33 1131 cf. H; — βοηθῆϲαι ═ Ambr. 1428 1132 ═ P, Ba 65, 27 1133 P, Ba 65, 29, sch. Z 109 1134 ═ P, Ba 65, 28 cf. sch. Υ 396 1136 καί sq. Anth. 6, 81, 3 1137 ἀλεξιφάρμακον cf. Ambr. 1382 κακίαϲ—θεραπευτικόν P, Ba 65, 30 ἀλεξίκακε sq. sch. Ar. Nu. 1371 1139 ═ P; — φαρμάκων Ba 66, 18; Men. com. fr. 371 1140 τόν— ἀναφέρουϲι fort. Dam. ἀλεξομένουϲ —ἀμυνομένουϲ gl. Hdt.1, 211, 2 τριτημορίϲ — ἐφόνευε Hdt. 1, 211, 2 εὔχετο sq. Xen. An. 1, 9, 11 cf. EV 2, 63, 26 — 7 1141 — φυλακή cf. sch. M 57, Ambr. 1295, H, Ap. S. 22,19 πολλοί sq. Arr. Parth. R p. 17)[*](1130 — 32 Z 135 1135 Z 124 1136 Z 117)[*](17 λεξητήρια ASBa ἀλεξιτήρια GITM Phot. Παιδίῳ M Phot. Παιδών A(GITSM) AGIT 18 οὕτωϲ] οὖτοϲ Mein. 27 ἐπελαύνονταϲ] ἀπελαύνονταϲ M 30 ἔκκλιϲιϲ GTM ἔκκληϲιϲ AlS 31 ἑαυτούϲ] ἑαυτάϲ S ἱκανόν] ἱκανῶν SM)