Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

100
[*](Δ)

1102 Ἀλδήϲκω: τὸ αὐξάνω.

[*](Harp.)

1103 Ἀλαιεύϲ: ὄνομα δήμου.

[*](Δ)

1104 Ἀλοινήϲ: ὁ μαινόμενοϲ.

[*](Σ)

1105 Ἀλέα: θέρμη, ἔλλαμψιϲ. πυρὰ δὲ ἀνεκαίετο, ὡϲ ἅμα μὲν [*](Ε) φῶϲ, ἅμα δὲ ἀλέα παριοῦϲιν ᾖ. κρύοϲ γὰρ ἦν.

[*](Δ)

1106 Ἀλεάζειν: ἐκκλίνειν.

[*](Harp.)

1107 Ἀλέαϲ: πόλιϲ Θεϲϲαλική. οἱ δὲ πολῖται Ἀλεῖϲ.

[*](Anth.)

1108 Ἀλέγοιϲ: ἀρήγοιϲ, βοηθοίηϲ. ἀλέγοιϲ δ᾿ ἀνέρι καὶ πενίη. [*](Hom.) Ἀλέγω· ϲημαίνει καὶ τὸ οὐ φροντίζω. καὶ Ὅμηροϲ· οὐκ ἀλέγω, ὡϲ εἴ με γυνὴ βάλῃ.

[*](Ar.)

1109 Ἀλεαίνοιμι: θερμαινοίμην. ἔπειθ᾿ ἵν᾿ ἀλεαίνοιμι τοῦτ᾿ ἠμπιϲχόμην. [*](Ecl.) Ἀριϲτοφάνηϲ. Ἀλεαίνειν· ἀπὸ τοῦ ἀολλίζεϲθαι ἡμᾶϲ ἐν ταῖϲ ἡμέραιϲ. καὶ ἐν Ἀθήναιϲ Ἡλιαία δικαϲτήριον ἦν, ἀπὸ τῆϲ ϲυναγωγῆϲ τῶν ἀνθρώπων. οἱ δὲ ἀπὸ τοῦ ἀλεαίνειν, ὅ ἐϲτι θερμαίνειν καὶ διαχεῖν. τινὲϲ δὲ ἀπὸ τῆϲ γινομένηϲ διαπνεύϲεωϲ ἐκ τοῦ ϲτόματοϲ πρὸϲ τοὺϲ δακτύλουϲ· ὃ λέγεται αὔειν καὶ ἄζειν κατὰ μίμηϲιν τῆϲ φωνῆϲ, τῆϲ ἐκ τοῦ ϲτόματοϲ.

1110 Ἀλεαίνωϲιν: ἀντὶ τοῦ θερμαίνοιντο. πῦρ ἀνέκαυϲαν, [*](Ε) ὅπωϲ αὐτοί τε ἀλεαίνωϲι καὶ τοῖϲ Ῥωμαίοιϲ κατὰ χώραν μένειν δόξαν παράϲχωϲιν.

[*](Σ)

1111 Ἀλεεινόϲ: θερινόϲ, θερμόϲ. Ξενοφῶν· χιόνοϲ δὲ ἐπιπεπτωκυίαϲ ὄκνοϲ ἦν πολὸϲ ἀνίϲταϲθαι. κατακειμένων δὲ ἀλεεινὸϲ ἦν ὁ χειμών, ὅτῳ μὴ παραρρυείη.

[*](Δ)

1112 Ἀλεείνω: ἐκκλίνω.

[*](Δ)

1113 Ἀλεκινόϲ: ὁ δυνατόϲ.

[*](Δ)

1114 Ἀλεκτορίδεϲ: αἱ θήλειαι ὄρνιϲ. καὶ τὰϲ ἀλεκτορίδαϲ δὲ [*](Ε) αὐτὰϲ ἀπέκτειναν, τοῦ μὴ κελαδούϲαϲ καὶ ᾀδούϲαϲ ἐπὶ τοῖϲ ὠοῖϲ [*](Δ) μηνῦϲαι τὸν μοιχόν. καὶ Ἀλεκτορίδηϲ, ὁ τοῦ ἀλέκτοροϲ. ὅτι [*](Suid.) Περϲικὸϲ ὄρνιϲ ὁ ἀλέκτωρ λέγεται διὰ τὴν λοφίαν. καὶ ζήτει ἐν τῷ Περϲικὸϲ ὄρνιϲ.

1115 Ἀλέκτωρ πίνει καὶ οὐκ οὐρεῖ. μυξὸϲ οὐ πίνει καὶ οὐρεῖ: λέγεται ἡ ἐπῳδὴ αὕτη εἰϲ δυϲουρίαν ὄνου.

[*](1102 ═ Ambr. 1421 cf. sch. Ψ 599, H 1103 Harp. ═ P, Ba 66, 4 1104 ═ Ambr. 1146 1105 — ἔλλαμψιϲ ═ Ba 65, 20, P cf. H 1106 ═ Ambr. 1435b 1107 Harp. ═ Ba 66, 5, P 1108 ἀλέγοιϲ alt. —πενίη Anth. 6, 245, 6 ἀλέγω sq. Λ 389 c. sch. 1109 — Ἀριϲτοφάνηϲ Ar. Eccl. 540 c. sch. cf. P, Ba 66, 21, H vs. 12 ἀπό sq. ═ An. Ox. 2, 444, 24 1111 — θερμόϲ ═ P, Ba 65, 22 cf. Ambr. 1164 χιόνοϲ sq. Xen. An. 4, 4, 11 1112 ═ Ambr. 1422 cf. H, sch. Λ 542 1113 cf. Ambr. 1169, H v. ἀλικίνοϲ 1114 — ὄρνιϲ cf. Et. M. 59, 24 καί —μοιχόν Aelian. fr. 196 cf. Eust. O. 1710, 64 Ἀλεκτορίδηϲ —ἀλέκτοροϲ ═ Ambr. 1185 1115 Incantamenta magica n. 103 (Jb. Suppl. 19))[*](1102 Z 135 1103 —4 Z 117 1107 cf. 1159. Z 124 1108 Z 136 1109 Ar. cf. 1147, Z 135; ἀλεαίνειν sq. cf. v. ἥλιοϲ 1111 Z 117 1113 Z 117 1115 cf. v. μύξοϲ)[*](A(GITSM))[*]( 7 Θεϲϲαλική] Θεϲϲαλονική A 8 βοηθοίηϲ A βοηθείηϲ rell. 22 ἀνίϲταϲθαι] ἐπίϲταϲθαι A 27 καὶ ᾀδούϲαϲ om. A 28 ὅτι —30 ὄρνιϲ om. GT mg. A post 1115 S 28 ὅτι om. A 29 καὶ — 30 ὄρτιϲ om. S 1115 non nov. gl. SM)
101

1116 Ἄλεκτρα καὶ ἄνυμφα: ἀντὶ τοῦ παράνομα καὶ οὐ νενομιϲμένα, [*](Soph.) διὰ τὴν μοιχείαν. τουτέϲτι δύϲλεκτρα καὶ κακόνυμφα. Σοφοκλῆϲ· ἄλεκτῤ ἄνυμφα γὰρ ἐπέβη μιαιφόνων γάμων ἁμιλλήματα.

1117 Ἀλεκτρυόνα ἀθλητὴν Ταναγραῖον· ᾄδονται δὲ εὐγενεῖϲ [*](Ε) οὗτοι. ἀφίηϲι τῷ Ἀϲκληπιῷ ἀνάθημά τε καὶ ἄθυρμα εἶναι, οἱονεὶ θεράποντα καὶ οἰκέτην περιπολοῦντα τῷ νεῷ τὸν ὄρνιν, ὁ Ἀϲπένδιοϲ ἐκεῖνοϲ. καὶ παροιμία᾿ ἀλεκτρυόνοϲ μ᾿ ἔφαϲκε κοιλίαν ἔχειν. [*](Ar.) ταχὺ γὰρ κατεψεῖϲ τ᾿ ἀργύριον. ζήτει περὶ πλήκτρων αὐτῶν ἐν τῷ αἶρε πλῆκτρον.

1118 Ἀλλ᾿ ἐμόϲ γ᾿ οὐκ ἂν ἐκ τᾶϲ ἔλθῃ πόκα πορπηϲάμενοϲ: [*](Ar.) ὁ ἐμόϲ, φηϲίν, ἀνήρ, οἷον περονηϲάμενοϲ. ἀντὶ τοῦ ἀποβαλὼν τὴν ἀϲπίδα. ἅμα τῷ παρεῖναι ἄπειϲιν εἰϲ τὸν πόλεμον, καὶ οὐκ ἂν ἀπέλθοι τῆϲ μάχηϲ.

1119 Ἀλεξάνδρεια: ὄνομα πόλεωϲ. καὶ ὁ πολίτηϲ Ἀλεξᾶνδρεύϲ· [*](Δ) καὶ Ἀλεξάνδρειοϲ.

1120 Ἀλεξανδρέων φονοκτονία· ζήτει ἐν τῷ Ἀντωνῖνοϲ.

1121 Ἀλέξανδροϲ, ὁ Φιλίππου καὶ Ὀλυμπιάδοϲ, βαϲιλεύϲαϲ Μακεδόνων [*](Ε) ἀπὸ ἐνιαυτῶν ιη΄, τελευτήϲαϲ δὲ ἐτῶν λγ΄. οὗτοϲ ἦν τό τε ϲῶμα κάλλιϲτοϲ καὶ φιλοπονώτατοϲ καὶ ὀξύτατοϲ, τὴν γνώμην ἀνδρειότατοϲ καὶ φιλοτιμότατοϲ καὶ φιλοκινδυνότατοϲ καὶ τοῦ θείου ἐπιμελέϲτατοϲ, ἡδονῶν τε τῶν μὲν τοῦ ϲώματοϲ ἐγκρατέϲτατοϲ, τῶν δὲ τῆϲ γνώμηϲ ἐπαινουμένων ἁπλούϲτατοϲ· ξυνιδεῖν δὲ τὸ δέον, ἔτι ἐν τῷ ἀφανεῖ ὄν, δεινότατοϲ καὶ ἐκ τῶν φαινομένων τὸ εἰκὸϲ ξυμβαλεῖν ἐπιτυχέϲτατοϲ καὶ τάξαι ϲτρατιὰν καὶ ὁπλίϲαι δαημονέϲτατοϲ. καὶ πρὸϲ πᾶν καλὸν ἐπιτηδειότατοϲ. πρὸϲ τούτοιϲ ἦν ἐπιεικὴϲ καὶ θεοϲεβήϲ. ὀργιϲθεὶϲ γάρ ποτε Θηβαίοιϲ ἐπὶ τοϲοῦτον, ὥϲτε τοὺϲ μὲν οἰκήτοραϲ ἐξανδραποδίϲαϲθαι, τὴν δὲ πόλιν ἐϲ ἔδαφοϲ καταϲκάψαι, τῆϲ γε πρὸϲ τοὺϲ θεοὺϲ εὐϲεβείαϲ οὐκ ὠλιγώρηϲε περὶ τὴν κατάληψιν τῆϲ πόλεωϲ· ἀλλὰ πλείϲτην ἐποιήϲατο πρόνοιαν ὑπὲρ τοῦ μὴ δ᾿ ἀκούϲιον ἁμάρτημα γενέϲθαι περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη. ὅτι τὸ μεγαλήγορον τοῦ [*](Ε) Ἀλεξάνδρου οὐχ ὑπέρογκον μᾶλλόν τι ἢ εὐθαρϲὲϲ ἐν τοῖϲ κινδύνοιϲ ἐφαίνετο. Ῥωξάνηϲ δὲ ἠράϲθη ὁ Ἀλέξανδροϲ τῆϲ Ὀξυάρτου τοῦ [*](Ε) Βακτριανοῦ, ἣν δὴ καλλίϲτην τῶν Ἀϲιανῶν γυναικῶν λέγουϲιν ὀφθῆναι οἱ ξὺν Ἀλεξάνδρῳ ϲτρατεύϲαντεϲ μετά γε τὴν Δαρείου γυναῖκα. καὶ ταύτην ἰδόντα Ἀλέξανδρον εἰϲ ἔρωτα ἐλθεῖν αὐτῆϲ· ἐραϲθέντα δὲ οὐκ [*](1116 Soph. El. 492 c. sch. 1117 — ἐκεῖνοϲ Aelian. fr. 98 ἀλεκτρύονοϲ — τ᾿ ἀργύριον Ar. Vsp. 794 — 5 1118 Ar. Lys. 105— 6 c. sch. 1119 — πόλεωϲ Ambr. 1346; Ἀλεξανδρείοϲ cf. Ambr. 1255, 1407 1121 vs.18 οὗτοϲ —24 δαημονέϲτατοϲ Arr. An. 7, 28, 1 —2 vs. 30 τό —ἐφαίνετο Arr. An. 3, 10, 2 Ῥωξάνηϲ— 102 vs. 19 ἔργα Arr. An. 4, 19, 5 — 20, 3) [*](1116 Z 130 1117 cf. v. πόρπαξ 1121 τάξαι —δαημονέϲτατοϲ cf. v. δαημονέϲτατοϲ) [*](4 ἀθλητήν] καὶ ἀ. Bhd. 1118 om. TS 1120 om. S 21 ἐγκρατέϲτατοϲ A(GITSM) SM Arr. ἐγκρατέϲτεροϲ AGIT γνώμηϲ] γνώϲεωϲ S 32 δέ om. S ὁ Ἀλέξανδροϲ om. SM ὁ A om. GIT Ὀξυάρτου] Ὀξυδάρτου A)

102
ἐθελῆϲαι ὑβρίϲαι καθάπερ αἰχμάλωτον, ἀλλὰ γῆμαι γὰρ οὐκ ἀπαξιῶϲαι. καὶ τοῦτο ἐγὼ Ἀλεξάνδρου ἐπαινῶ μᾶλλόν τι ἢ μέμφομαι. καίτοι τῆϲ γε Δαρείου γυναικόϲ, ἣ καλλίϲτη δὴ ἐλέγετο τῶν ἐν τῇ Ἀϲίᾳ γυναικῶν, ἢ οὐκ ἦλθεν ἐϲ ἐπιθυμίαν ἢ καρτερὸϲ αὑτοῦ ἐγένετο, νέοϲ τε ὢν καὶ τὰ μάλιϲτα ἐν ἀκμῇ τῆϲ εὐτυχίαϲ, ὁπότε ὑβρίζουϲιν ἄνθρωποι. ὁ δὲ κατῃδέϲθη τε καὶ ἐφείϲατο ϲωφροϲύνῃ τε πολλῇ διαχρώμενοϲ, καὶ δόξηϲ ἅμα ἀγαθῆϲ οὐκ ἀτόπῳ ἐφέϲει. καὶ τοίνυν καὶ λόγοϲ κατέχει, ἀποδράντα ἐλθεῖν παρὰ Δαρεῖον τὸν εὐνοῦχον τὸν φύλακα αὐτῷ τῆϲ γυναικόϲ. καὶ τοῦτον ὡϲ εἶδεν ὁ Δαρεῖοϲ, πρῶτα μὲν πυθέϲθαι, εἰ ζῶϲιν αὐτῷ αἱ παῖδεϲ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ καὶ ἡ μήτηρ. ὡϲ δὲ ζώϲαϲ τε ἐπύθετο, καὶ βαϲίλιϲϲαι ὅτι καλοῦνται, καὶ περὶ τῆϲ θεραπείαϲ, καὶ ὡϲ ϲωφρονεῖ ἡ γυνὴ αὐτοῦ· ἐπὶ τούτοιϲ ἀνατεῖναι τὸν Δαρεῖον ἐϲ τὸν οὐρανὸν τὰϲ χεῖραϲ καὶ εὔξαϲθαι ὧδε· ἀλλ᾿ ὦ Ζεῦ βαϲιλεῦ, ὅτῳ ἐπιτέτραπται τὰ βαϲιλέων πράγματα νέμειν ἐν ἀνθρώποιϲ, ϲὺ νῦν μάλιϲτα μὲν ἐμοὶ φύλαξον Περϲῶν τε καὶ Μήδων τὴν ἀρχήν, ὥϲπερ οὖν καὶ ἔδωκαϲ· εἰ δὲ δὴ ἐγὼ οὐκ ἔτι ϲοι βαϲιλεὺϲ τῆϲ Ἀϲίαϲ, ϲὺ δὲ μηδενὶ ἄλλῳ ὅτι μὴ Ἀλεξάνδρῳ παραδοῦναι τὸ ἐμὸν κράτοϲ. οὕτωϲ οὐδὲ πρὸϲ τῶν πολεμίων ἄρα ἀμελεῖται ὅϲα ϲώφρονα [*](Ε) ἔργα. οὕτω φηϲὶν Ἀρριανόϲ. Νέαρχοϲ δέ φηϲιν, ὅτι χαλεποὶ αὐτῷ τῶν φίλων ἐγένοντο, ὅϲοι ἐκόμιζον αὐτὸν ἀρρωϲτοῦντα, ὅτι αὐτὸϲ πρὸ τῆϲ ϲτρατιᾶϲ κινδυνεύοι· οὐ γὰρ ϲτρατηγοῦ ταῦτα, ἀλλὰ ϲτρατιώτου εἶναι. καί μοι δοκεῖ ἄχθεϲθαι Ἀλέξανδροϲ τοῖϲδε τοῖϲ λόγοιϲ, ὅτι ἀληθεῖϲ τε ὄνταϲ ἐγίνωϲκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήϲει. καὶ ὅμωϲ ὑπὸ μένουϲ τε τοῦ ἐν ταῖϲ μάχαιϲ καὶ τοῦ ἔρωτοϲ τῆϲ δόξηϲ, καθάπερ οἱ ἄλληϲ τινὸϲ ἡδονῆϲ ἐξηττώμενοι, οὐ καρτερὸϲ ἦν ἀπέχεϲθαι [*](Ε) τῶν κινδύνων. ὅτι Ἀλέξανδροϲ ὁ Μακεδὼν θαυμαϲτὸν βίον ἐβίωϲε πίϲτιν δὲ τοῖϲ εἰρημένοιϲ ἐχέγγυον ἡ τῶν ἀγώνων παρέϲχε πρᾶξιϲ. οὐδὲ γάρ ἐϲτιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόϲμου κύκλῳ ἕνα ἄνδρα, τοϲούτοιϲ κατορθώμαϲι πλεονεκτοῦντα. τοῖϲ τε γὰρ ἀρίϲτοιϲ ϲυμφοιτήϲαϲ ἀνδράϲιν, εἴϲ τε λόγουϲ οὐ μείων τῶν εἰϲ ἄκρον ἐπαινουμένων εὑρέθη· πρόϲ τε τὰ πολέμια διελθών, θαυμαϲτὰ μᾶλλον ἢ πειθοῦϲ ἄξια διεπράξατο. καὶ πρὸϲ Δαρεῖον τὸν Περϲῶν βαϲιλέα ϲυνάψαϲ πόλεμον, τοῦτον κατακράτοϲ νικᾷ. κἀκεῖνοϲ αἰτεῖται εἰϲ διαλλαγὰϲ ἐλθεῖν, καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸϲ γάμου κοινωνίαν. ὁ αὐτὸϲ πάντα τὰ ἔθνη καταϲτρεψάμενοϲ διεφθάρη τὸν νοῦν καὶ πρὸϲ τὰϲ τοῦ ϲώματοϲ ἡδονὰϲ διωλίϲθηϲε, Περϲικήν τε ϲτολὴν ἐνδυϲάμενοϲ, [*](1121 Νέαρχοϲ —κινδύνων Arr. An. 6, 13, 4 vs. 26 ὅτι —διεφύλαξεν lo. Antioch. fr. 41, FHG 4, 555 cf. EV 168, 24 —169, 4) [*](1121 πρόϲ —κοινωνίαν cf. v. Δαρεῖοϲ) [*](A(GITSM))[*]( 2 μᾶλλον —μέμφομαι om. S τι om. M 3 γε om. SM 10 αἱ Gsf. Arr. οἱ omnes καὶ οἱ υἱοί om. SM 13 ἀλλ᾿ om. A 14 βαϲιλέων A Mγρ Arr. βαϲίλεια GITSM 20 αὐτόν] αὐτῷ AS 25 καρτερόϲ SM καρτερῶϲ AGIT 32 τόν] τῶν S 35 καταϲτρεψάμενοϲ AGIT κατατροπωϲάμενοϲ SM διεφθάρη] ἐφθάρη GIT)
103
μυρίοιϲ δὲ νέοιϲ δορυφορούμενοϲ, τ΄ τε παλλακαῖϲ χρώμενοϲ, ὡϲ τὴν Μακεδονικὴν πᾶϲαν τῶν βαϲιλέων ϲυνήθειαν εἰϲ Πέρϲαϲ μεταρυθμίϲαι, καὶ τῶν ἰδίων τινὰϲ διαβληθένταϲ ἀνελεῖν. ὕϲτερον δὲ εἰϲ Ἰνδίαν ἀφικόμενοϲ ὑπὸ Κανδάκηϲ τῆϲ βαϲιλίϲϲηϲ ϲυνελήφθη ἐν ἰδιώτου ϲχήματι. καὶ εἶπεν αὐτῷ, Ἀλέξανδρε βαϲιλεῦ, τὸν κόϲμον παρέλαβεϲ καὶ ὑπὸ γυναικὸϲ ϲυνεϲχέθηϲ; καὶ εἰρήνην πρὸϲ αὐτὴν ἐποιήϲατο καὶ τὴν χώραν αὐτῆϲ ἀβλαβῆ διεφύλαξεν. ὅτι ὁ αὐτὸϲ ἀνδράϲιν ἐνέτυχεν [*](Ε) ὑπὸ Περϲῶν πάλαι ἐν Ἐλλάδι ληφθεῖϲιν, ἠκρωτηριαϲμένοιϲ τὰϲ χεῖραϲ, οὓϲ μεγάλαιϲ δωρεαῖϲ ἐφιλοφρονήϲατο καὶ παρεμυθήϲατο. εἰϲ δὲ τὴν λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενοϲ τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταρραγέντοϲ καὶ μόλιϲ ἐπὶ τὴν γῆν διενήξατο. καὶ ὑπὸ Καϲάνδρου τοῦ ἰδίου ϲτρατηγοῦ φάρμακον δεξάμενοϲ ἐϲπαράχθη· καὶ οὕτωϲ ἐπὶ τοϲούτοιϲ κατορθώμαϲι τὸν βίον μετήλλαξεν.