Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

101 Ἄβυδοϲ: πόλιϲ. ἐπὶ ϲυκοφάντου τάττεται ἡ λέξιϲ, διὰ τὸ [*](ΔΣ) δοκεῖν ϲυκοφάνταϲ εἶναι τοὺϲ Ἀβυδηνούϲ. καὶ ἐπίρρημα, Ἀβυδόθι,[*](Δ) ἐν Ἀβύδῳ. καὶ Ἄβ υδον φλυαρίαν, τὴν πολλήν. καὶ Ἀβ υ - [*](Σ) δηνὸϲ, ὁ ἀπὸ Ἀβύδου.

[*](Δ)

102 Ἀβ ύρβηλον: ἀναίϲχυντον, ἀπεχθέϲ. καὶ Ἀβύρβηλοϲ, ὁ [*](Σ) πολὺϲ, ὁ μέγαϲ ἢ ὁ κατακορήϲ. λέγεται δὲ Ἀβέρβηλοϲ καὶ ὁ ἀκα [*](Σ+Δ) τάϲτατοϲ. ὡϲ καὶ πρὸ ὀλίγων γέγραπται.

103 Ἀβ υρτάκη: ὑπότριμμα βαρβαρικὸν, καταϲκευαζόμενον διὰ πράϲων [*](Σ) καὶ καρδάμων καὶ ῥόαϲ κόκκων καὶ ἑτέρων τοιούτων, δριμὺ δηλονότι. Θεόπομποϲ Θηϲεῖ· ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων [*](89 ═ P, Ba 5, 1 9 cf B 91 Philostr. 4, 27 92 νύξ ═ Ambr .76, Et Gud. 93 P. Ba 5, 3. H cf Ambr. 46 94 ═ P cf. Ba 5, 5 95 cf. H 96 ═ P. Ba 5, 6 98 ἁβροῦ ═ Zen. l 4 Ἀβρώνειοϲ cf. Ambr. 21, 62 99 ═ P. Ba 5, 7 cf. B 100 cf. Zen. I 1 101 — πολιϲ ═Ambr. 82 ἐπί— Ἀβυδηνούϲ P, Paus Att fr 2 ex Eust. l. 357,1 ἐπίρρημα —Ἀβύδῳ ═Ambr. 1 1 Ἄβυδον — πολλήν Ba 5,9 cf. P Ἀβυδηνόϲ sq. cf. Ambr. 38 102 — ἀπεχθέϲ cf. Ba 5, 8, H, P, Ambr. 84 πολύϲ cf. Ba 5, 8, P, H, Et. M. 4, 52 103 Ba 6,12. Ael. D. fr 3 ex Eust. O. 1854, 18, cf. P, Et. M. 5, 1; Theopomp. fr. 17 (1, 737 K., Men. com. fr. 280) [*](89 Z 10 90 Z 11 91 Z 10 94 Z 10 95 Z 11 97 Z 7 99 Z 11 101 Z 6 102 cf. 34 103 cf Z 8) [*](5 παρά βροτῶν om. AS, περιϲϲόν supra add. M 23 Ἀβύδῳ] Ἀβύδων A A(GITSM) Ἄβυδον] Ἄβυθον A Phot 26 ὁ μέγαϲ —κατακορήϲ om S ἢ ὁ κατακορήϲ om. M 27 ὡϲ —γέγραπται om AS ss. M 29 ῥόαϲ] ῥοιᾶϲ γρ. ῥόαϲ M 30 ἥξει mss. Eust. ἵξῃ Ba ἵξει Bhd.)

14
πλείϲτων ποιεῖται καὶ πράϲων ἀβυρτάκη. ἐϲτι καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου τοὔνομα.

[*](Ar.)

104 Ἄβυϲϲον: ἣν οὐδὲ βυθὸϲ χωρῆϲαι δύναται· Ἴωνεϲ δὲ τὸν βυθὸν [*](Etym.) βυϲϲόν φαϲιν. ὅθεν δοκεῖ λέγεϲθαι καὶ βυϲϲοδομεύειν, παρὰ τὸ δύνω, τὸ ὑπειϲέρχομαι, κατὰ τροπὴν βύω, βύϲω, βέβυϲμαι, βέβυϲαι, βυϲὸϲ καὶ ἀβύϲϲοϲ, οὗ οὐδεὶϲ εἰϲέρχεται διὰ τὸ βάθοϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· εὐθὺϲ γὰρ ἐπὶ [*](Ar.) λίμνην μεγάλην ἥξειϲ πάνυ ἄβυϲϲον. καὶ οὐδετέρωϲ φηϲὶν ὁ αὐτόϲ ἕωϲ ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυϲϲον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύϲουϲιν. [*](Thdr.) ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυϲϲον καλεῖ τὴν ὑγρὰν οὐϲίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδαϲι περιέχεται μεγάλοιϲ καὶ μικροῖϲ πελάγεϲιν, εἰκότωϲ περιβόλαιον αὐτῆϲ εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυϲϲοϲ ἄβυϲϲον ἐπικαλεῖται, ὁ αὐτὸϲ προφήτηϲ φηϲίν· τὰ ϲτρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθουϲ ὑπερβολὴν τροπικῶϲ. ὡϲ ἔν ἀβύϲϲῳ τινὶ ὑποβρύχιοϲ ἐγενόμην. [*](Ps.) Ἄβυϲϲοϲ οὖν ὑδάτων πλῆθοϲ πολύ.

[*](EV)

105 Ἄβυϲϲοϲ· ἱερὸν ἦν τῆϲ Περϲεφόνηϲ πολὺν χρυϲὸν ἐκ παντὸϲ τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον. ἐν ᾧ χρυϲόϲ τιϲ ἄβυϲϲοϲ, ἀόρατοϲ τοῖϲ πολλοῖϲ κατὰ γῆϲ κεκρυμμένοϲ.

[*](Δ)

106 Ἀγά γηϲ: αὐθυπότακτον. καὶ ἀγάγωμεν.

[*](Syn.)

107 Ἀγάζω· γενικῇ.

[*](Σ)

108 Ἀγαθά· ἐπὶ τῶν πρὸϲ ἀπόλαυϲιν καὶ εὐωχίαν ϲιτίων καὶ ποτῶν [*](Prov.) ἐχρήϲατο Ξενοφῶν τῇ λέξει. καὶ Ἀγαθὰ Κιλίκων, λείπει τὸ ἔχει. Κιλίκων δὲ ὄνομα κύριον. εὔποροϲ δὲ ἦν.

[*](Harp.)

109 Ἀγά θαρχοϲ· ὄνομα κύριον. ἦν δὲ ζωγράφοϲ ἐπιφανὴϲ, Εὐδήμου υἱὸϲ, τὸ δὲ γένοϲ Σάμιοϲ.

[*](Prov)

110 Ἀγαθὴ καὶ μάζα μετ’ ἄρτον: ἐπὶ τῶν τὰ δευτερεῖα διδόντων ἢ αἱρουμένων. μάζα ὀξεῖαν ἔχει· ἐπάνω γὰρ θέϲει μακρᾶϲ περιϲπωμένη οὐ τίθεται· ὁ δὲ Ἀριϲτοφάνηϲ περιϲπᾶ τὴν μάζαν· αἶρ’ αἶρε μάζαν ὡϲ τάχιϲτα κανθάρῳ.

[*](Harp.)

111 Ἀγαθῆ ϲ Τύχηϲ νεώϲ. οὐκ ἄδηλον τὸ ϲημαινόμενον.

[*](104 φάϲιν sch. Ar. Ran. 138 ὅθεν —βάθοϲ cf. Et. M. 4, 44 εὐθύϲ— vs. 7 ἄβυϲϲον Ar. Ran. 137 —8; ἕωϲ —ἀπέκειτο sch. Ar. Lys. 173 vs 9 ἄβυϲϲον —Δαβίδ Thdr. in Ps. 103, 6, PG 80, 1697 a—b; vs.12 ἄβυϲϲοϲ —τροπικῶϲ Thdr. in Ps. 41, 8, PG 80, 1173a vs. 15 ἄβυϲϲοϲ sq. ═An Ox. 2, 428, 28 105 Dionys. Hal. 20, 9, 2 EV 2, 82, 20 — 22 106 ═ Ambr. 367 107 ═ Bk. 121, 30 108 — λέξει P, Ba 6 22; Χen. An. 4, 4, 9 ἀγαθὰ Κιλίκων sq. ═ Ζen. l 3 109 Harp. ═ P, Ba 6, 20 110 — διδόντων ═Zen. I 12 αἶρ sq. Ar. Pac. 1 111 Harp. ═ P)[*](104 hinc v. περιβολαῖον 105 cf. v. Πύρροϲ I 108 cf. ν. Κιλίκων 109 Ζ 13 110 vs. 27 μάζα sq. cf. ν. et v. αἴρε et v αἴρειν)[*](A(GITSM))[*]( 1 πλείϲτων] πλεῖϲτον A Ba, πλείϲτη Kock 4 ὅθεν — 6 βάθοϲ om A S mg M (sigl. ad vs. 7 οὐδετέρωϲ) ὅθεν —βυϲϲοδομεύειν om. M 5 βυϲόϲ GIT Et. βυϲϲόϲ M οὗ GIT ἥν M 6 εἰϲέρχεται GIT Et. εἰϲδύεται Μ 11 εἰκότωϲ] ἄβυϲϲον add. Μ 15 ἄβυϲϲοϲ—πολύ om. S 19 αὐθυπότακτον] ἀνθυπαρκτικά A 23 δέ] δὲ καί GTM 27 μάζα—29 κανθάρῳ om. S mg. A M. ἔχει om A 28 ὠϲ—κανθάρῳ om. A)
15

112 Ἀγαθίαϲ· ϲχολαϲτικὸϲ, Μυριναῖοϲ, ὁ γράψαϲ τὴν μετὰ Προ [*](Hesy.) κόπιον ἱϲτορίαν τὸν Καιϲαρέα, τὰ κατὰ Bελιϲάριον καὶ τὰϲ ἐν Ἰταλίᾳ καὶ ἐν Λιβύῃ πράξειϲ, τουτέϲτι τὰ κατὰ Nαρϲῆν ἐν Ἰταλίᾳ καὶ τὰ ἐν Λαζικῇ καὶ Βυζαντίῳ. οὗτοϲ ϲυνέταξε καὶ ἕτερα βιβλία ἔμμετρά τε καὶ καταλογάδην, τά τε καλούμενα Δαφνιακά, καὶ τὸν Κύκλον τῶν νέων Ἐπιγραμμάτων, ὃν αὐτὸϲ ϲυνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. ϲυνήκμαϲε δὲ Παύλῳ τῷ Σελεντιαρίῳ καὶ Μακεδονίῳ τῷ ὑπάτῳ καὶ Τριβουνιανῷ ἐπὶ τῶν Ἰουϲτινιανοῦ χρόνων.

113 Ἀγα θικά: τὰ ϲπουδαῖα.

[*](Σ)

114 Ἀγαθοεργία. Δαμάϲκιοϲ· ὡϲ δὲ ἑνὶ λόγῳ τὸ πᾶν ϲυλλαβεῖν, [*](Δ) ὅπερ ἔφη ὁ Πυθαγόραϲ ὁμοιότατον ἔχειν τῷ θεῷ τὸν ἄνθρωπον, τοῦτο ϲαφῶϲ ἐπὶ τῶν ἔργων αὐτὸϲ ἐπεδείκνυτο, τὴν ἀγαθοεργὸν προθυμίαν καὶ τὴν ἐϲ πάνταϲ ἐπεκτεινομένην εὐεργεϲίαν, μάλιϲτα μὲν τὴν ἀναγωγὴν τῶν ψυχῶν ἀπὸ τῆϲ κάτω βριθούϲηϲ παντοίαϲ κακίαϲ · ἔπειτα καὶ τὴν ϲωτήριον τῶν ϲωμάτων ἐκ τῆϲ ἀδίκου ἢ ἀνοϲίου ταλαιπωρίαϲ· τὸ δ’ οὖ τρίτον, ἐπεμελεῖτο τῶν ἔξω πραγμάτων, ὅϲη δύναμιϲ.

115 Ἀγαθοεργοί: αἱρετοὶ κατ’ ἀνδραγαθίαν. ἐκ τῶν Ἐφόρων.

[*](Σ)

116 Ἀγαθ οθέλεια: ἡ τῶν ἀγαθῶν ἐκλογή. οὐκ ἀρκεῖ τοῖϲ [*](Δ) πράγμαϲιν ἡ ἀγαθοθέλεια μόνον, ἀλλὰ δεῖ καὶ ῥώμηϲ καὶ ἐπιϲτρεφείαϲ.

117 Ἀγαθοκλῆϲ· οὗτοϲ ἐγένετο τύραννοϲ καὶ, ὥϲ φηϲι Τίμαιοϲ, [*](EV) κατὰ τὴν πρώτην ἡλικίαν κοινὸϲ πόρνοϲ, ἕτοιμοϲ τοῖϲ ἀκρατεϲτάτοιϲ, κολοιὸϲ, τριόρχηϲ, πάντων τῶν βουλομένων τοῖϲ ὄπιϲθεν ἔμπροϲθεν γεγονώϲ. ὃϲ ὅτε ἀπέθανε, τὴν γυναῖκα φηϲὶ κατακλαιομένην αὐτὸν οὕτω θρηνεῖν· τί δ’ οὐκ ἐγὼ ϲέ; τί δ’ οὐκ ἐμὲ ϲύ; ὅτι δὲ ἐκ φύϲεωϲ ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλον. εἰϲ γὰρ τὰϲ Συρακούϲαϲ παρεγενήθη φεύγων τὸν τροχὸν, τὸν καπνὸν, τὸν πηλὸν, περί τε τὴν ἡλικίαν ὀκτωκαίδεκα ἔτη γεγονὼϲ, καὶ. μετά τινα χρόνον ὁρμηθεὶϲ ὑπὸ τοιαύτηϲ ὑποθέϲεωϲ, κύριοϲ μὲν ἐγενήθη πάϲηϲ Σικελίαϲ, μεγίϲτοιϲ δὲ κινδύνοιϲ περιέϲτηϲε Καρχηδονίουϲ, τέλοϲ ἐγγηράϲαϲ τῇ δυναϲτείᾳ , κατέϲτρεψε τὸν βίον βαϲιλεὺϲ προϲαγορευόμενοϲ.

[*](112 cf. sch. Anth. Pal. ed. lacobs, Animadv. in Anth. 1, 1, p. Ll. 113 ═ P, Ba 6, 26 114 Dam. fr. 237 115 ἀνδραγαθίαν Tim. ═ P. ἐκ sq. locus dubius 116 οὐκ sq. Dam. fr 20; sed forte Polyb. 117 Polyb 12, 15, 2 —7 ═ EV 2, 131, 25 —132, 8)[*](112 hinc ν. Τριβουνιανόϲ 114 cf. Ζ 24 115 Ζ 13, Eudem. 116 Ζ 26 117 cf. v. τριόρχηϲ, Ζ 13)[*](1 ϲχολαϲτικόϲ in A m. sec Μυριναῖοϲ F Μυριναῖοϲ S Μυρηναῖοϲ A M A(GITFSM) Σμυρηναῖοϲ G Σμυρναῖοϲ ΙΤ 5 Δαφνιακά AΙMce cf. Anth. 6, 80, 1 Δαφνικά GΙΥΡ TS Mac 6 ὅν] ὧν Mce 14 ἀναγωγὴν] ἀναγωγόν M ἀναγωγικόν Toup. 19 οὐκ —20 ἐπιϲτρεφείαϲ om. S 21 φηϲί] λέγει A 24 φηϲί A Exc. φαϲί rell)
16
[*](phil)

118 Ἀγα θόν: κοινῶϲ μὲν τό τι ὄφελοϲ, ἰδίωϲ δὲ ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείαϲ· ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆϲ ἀγαθὸν τριχῶϲ λέγεϲθαι. οἷον τὸ ἀγαθὸν, ἀφ’ οὐ ϲυμβαίνει, ὡϲ τὴν πρᾶξιν καὶ τὴν ἀρετήν. ὑφ’ οὐ δὲ, ὡϲ τὸν ϲπουδαῖον τὸν μετέχοντα τῆϲ ἀρετῆϲ. ἢ οὕτωϲ· τὸ ἀγαθὸν, τὸ τέλειον κατὰ φύϲιν λογικοῦ, ἢ ὡϲ λογικοῦ. τοιοῦτο δ’ εἶναι τὴν ἀρετὴν ὡϲ μετέχοντά τάϲ τε πράξειϲ τὰϲ κατ’ ἀρετὴν, καὶ τὸ ϲπουδαίουϲ εἶναι. ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροϲύνην καὶ τὰ παραπλήϲια. ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ ἐκτόϲ, τὰ δὲ οὕτε περὶ ψυχὴν οὔτε ἐκτόϲ. τὰ μὲν περὶ ψυχὴν ἀρετὰϲ καὶ τὰϲ κατὰ ταύταϲ πράξειϲ· τὰ δὲ ἐκτὸϲ τό τε ϲπουδαίαν ἔχειν πατρίδα καὶ ϲπουδαῖον φίλον καὶ τὴν τούτων εὐδαιμονίαν. τὰ δὲ οὐκ ἐκτὸϲ οὔτε περὶ ψυχὴν τὸ αὐτὸν ἑαυτῷ εἶναι ϲπουδαῖον καὶ εὐδαίμονα. ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικὰ καὶ ποιητικά. τὸν μὲν οὖν φίλον καὶ τὰϲ ὑπ’ αὐτοῦ προϲγινομέναϲ ὠφελείαϲ ποιητικὰ εἶναι ἀγαθά· θάρϲοϲ δὲ καὶ φρόνημα καὶ ἐλευθερίαν καὶ τέρψιν καὶ εὐφροϲύνην καὶ ἀλυπίαν καὶ πᾶϲαν τὴν κατ’ ἀρετὴν πρᾶξιν τελικά. ποιητικὰ δὲ καὶ τελικὰ, καθὸ μὲν ποιοῦϲι τὴν εὐδαιμονίαν, ποιητικά ἐϲτιν ἀγαθά· καθὸ δὲ ϲυμπληροῦϲιν αὐτὴν, ὥϲτε μέρη αὐτῆϲ γενέϲθαι, τελικά · οἷον φίλοϲ καὶ ἐλευθερία καὶ τέρψιϲ. ἔτι τῶν περὶ ψυχὴν ἀγαθῶν τὰ μέν εἰϲιν ἕξειϲ, τὰ δὲ διαθέϲειϲ, τὰ δὲ οὕτε ἕξειϲ οὕτε διαθέϲειϲ. διαθέϲειϲ μὲν αἱ ἀρεταί, ἕξειϲ δὲ τὰ ἐπιτηδεύματα, οὔτε δὲ ἕξειϲ οὔτε διαθέϲειϲ αἱ ἐνέργειαι. κοινῶϲ τῶν ἀγαθῶν μικρὰ μέν ἐϲτιν εὐτεκνία καὶ εὐγηρία. ἁπλοῦν δέ ἐϲτιν ἀγαθὸν ἐπιϲτήμη. καὶ ἀεὶ μὲν παρόντα αἱ ἀρεταί, οὐκ ἀεὶ δὲ οἷον χαρὰ, περιπάτηϲιϲ. πάν δὲ ἀγαθὸν λυϲιτελὲϲ εἶναι καὶ ϲυμφέρον καὶ δέον καὶ χρήϲιμον καὶ εὔχρηϲτον καὶ καλὸν καὶ ὠφέλιμον καὶ δίκαιον καὶ αἱρετόν. ἀγαθὸν δέ ἐϲτι τὸ πᾶϲιν ἐφετόν. ἀγαθόν οὖν ἐϲτιν, εἰϲ ὃ πάντα ἀνήρτηται, αὐτὸ δὲ εἰϲ μηδέν.

[*](phil.)

119 Ἀγαθόν. ὁμώνυμόϲ ἐϲτι φωνή. κατηγορεῖται δὲ τὰ ι′ γένη τοῦ ἀγαθοῦ, τουτέϲτιν αἱ ι κατηγορίαι. καὶ τὸ μὲν ποιεῖν, ἐπεί ἐϲτί τινα ἀγαθὰ ὡϲ ποιητικά, λέγεται γὰρ τὸ ἀγαθοῦ ποιητικὸν ἀγαθόν, οἷον τὸ ὑγιείαϲ ποιητικὸν ἢ ἡδονῆϲ καὶ ὅλωϲ ὠφέλιμον, τὸ γὰρ ἐν τῷ ἐδεϲματι ἀγαθὸν ὡϲ ποιητικὸν ἀγαθοῦ ἀγαθόν· τὸ δὲ ποιητικὸν ὑπὸ τὴν τοῦ ποιοῦ κατηγορίαν. ποτὲ δὲ τὸ ποιὸν ἐπὶ ψυχῆϲ· ὅταν γὰρ κατηγορήϲωμεν τὸ ἀγαθὸν ψυχῆϲ λέγοντεϲ αὐτὴν ἀγαθὴν, τὸ ποιὰν αὐτὴν [*](118 vs. 27 αἱρετόν Laert. 7, 94 — 98; 27. 28 ἀγαθόν —ἐφετόν Alex. Aphr. 93, 8 119 vs. 30 τὸ μὲν ποιεῖν sq. Alex. Aphr. 105, 25 — 106, 14) [*](118, 119, 121 —2 scb. B rec. in E 320) [*](A(GOTSM))[*]( 1 ἰδίωϲ] ἰδικῶϲ GIT 6 μετέχοντα τάϲ S Laert. μετέχον τὰϲ T μετέχονταϲ rell., sch 11 τελικά sec καὶ τ. S 15 προϲγινομέναϲ] προγινομέναϲ A 21. 22 διαθέϲειϲ μέν —23 διαθέϲειϲ om. A S mg S: ιξειϲ δέ — διαθέϲειϲ 33 ὑγιείαϲ] ὑγείαϲ TM Alex. sch.)

17
εἶναι ϲημαίνομεν, οἷον ϲώφρονα ἢ ἀνδρείαν ἢ δικαίαν· ποιότητοϲ δὲ παρουϲία τὰ ποιά. ὁμοίωϲ καὶ ἀνθρώπου· ὅταν γὰρ τὸ ἀγαθὸν κατηγορήϲωμεν, τὸ ποιὸν αὐτὸν εἶναι ϲημαίνομεν· οἷον ϲώφρονα, ἀνδρεῖον, δίκαιον, φρόνιμον. ἐνίοτε δὲ τὸ ἀγαθὸν τὸ ποτὲ ϲημαίνει· τὸ γὰρ ἐν τῷ προϲήκοντι καιρῷ γενόμενον ἀγαθὸν λέγεται ϲημαίνει δὲ ἀγαθὸν καὶ τὸ ποϲόν· τὸ γὰρ μέτριον καὶ μὴ ὑπερβάλλον μήτε ἐνδέον εἴη ἂν ποϲὸν, καθόϲον τοϲοῦτόν τι λέγεται. καὶ ὡϲ οὐϲία τὶ ἀγαθόν· ὡϲ θεὸϲ, νοῦϲ. λέγεται δὲ καὶ ὡϲ πρόϲ τι· τὸ γὰρ ϲύμμετρον οὕτωϲ ἀγαθόν. καὶ ἐν τῷ πάϲχειν, ὡϲ τὸ θεραπεύεϲθαι καὶ διδάϲκεϲθαι. ἔϲτι τι τοῦ ἀγαθοῦ καὶ ἐν τῷ ποῦ, οἷον τὸ ἐν Ἑλλάδι εἶναι, τὸ ἐν ὑγιεινοῖϲ χωρίοιϲ εἶναι, τὸ ἐν ἡϲυχίαν ἔχουϲιν ἢ εἰρήνην. εἴη δ’ ἂν καὶ ἐν τῷ κεῖϲθαι, ὅταν ᾧ μὲν λυϲιτελὲϲ τὸ καθέζεϲθαι, καθέζηται, ᾧ δὲ τὸ ἀνακεῖϲθαι, ἀνάκειται· τῷ πυρέττοντι φέρε εἰπεῖν.

120 Ἀγαθόϲ: παρὰ τὸ ἄγημι, ἄγαμαι, ἀγαϲτὸϲ καὶ ἀγαθόϲ.

[*](Etym.)