Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Δ)

1 Γαβαώ: πόλιϲ. καὶ Γαβαωνῖται, οἱ ἀπὸ τῆϲ χώραϲ.

[*](Δ)

2 Γαβίνιοϲ: ὄνομα κύριον Ῥωμαϊκόν.

[*](Δ)

3 Γαβριήλ: ὄνομα κύριον. καὶ Γαβριηλᾶϲ, ὄνομα κύριον.

4 Γάγγηϲ, βαϲιλεὺϲ Αἰθιόπων, ὃν ἀπέκτεινεν Ἀλέξανδροϲ, δεκάπηχυϲ τὸ μῆκοϲ, τὴν δὲ ὥραν οἷοϲ οὔπω τιϲ ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου παῖϲ. τὸν δὲ πατέρα τὸν ἑαυτοῦ, τὴν Ἰνδικὴν ἐπικλύζοντα, αὐτὸϲ ἐϲ τὴν ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῆ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηροϲ ἄγει μὲν ὑπὲρ Ἑλένηϲ ἐϲ Τροίαν, φηϲὶ δὲ αὐτὸν ιβ μὲν πόλειϲ ἐκ θαλάττηϲ ᾑρηκέναι, πεζῇ δὲ ια΄, γυναῖκα δὲ ὑπὸ τοῦ βαϲιλέωϲ ἀφαιρεθέντα εἰϲ μῆνιν ἀπενεχθῆναι, ὅτε δὲ ἀτεράμονα καὶ ὠμὸν δόξαι· ϲκεψώμεθα τὸν Ἰνδὸν πρὸϲ ταῦτα. πόλεων μὲν τοίνυν ξ΄ οἰκιϲτὴϲ ἐγένετο, αἵπερ εἰϲὶ δοκιμώταται τῶν τῇδε· τὸ δὲ πορθεῖν πόλειϲ ὅϲτιϲ εὐκλεέϲτερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν, οὐκ ἔϲτιν. Σκύθαϲ δὲ τοὺϲ ὑπὲρ Καύκαϲον ϲτρατεύϲαντάϲ ποτε ἐπὶ τήνδε τὴν γῆν ἀπώϲατο· τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεϲθαι, πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν τῇ πόλει.

[*](Δ)

5 Γάγγρα: πόλιϲ.

[*](Δ)

6 Γάγγραινα: εἶδὸϲ πάθουϲ.

[*](Greg.)

7 Γάδειρα: τόποϲ κατὰ τὴν ἑϲπερίαν μοῖραν, ἀποτελεύτηϲιϲ τῆϲ θαλάϲϲηϲ καὶ οἷον ἐκροὴ ἀπὸ τῆϲ πρὸϲ ἡμᾶϲ καὶ τὴν Ἀτλαντίδα θάλαϲϲαν, τὸν ὠκεανὸν, ἣν διεκπλεῦϲαι οὐκ ἐνῆν βραχώδη καὶ ϲκοτοειδῆ τυγχάνουϲαν. Γάδειρα δὲ παρὰ τὴν γῆν καὶ τὴν δειρὴν, ὅ ἐϲτι τράχηλοϲ. μέχρι τοῦτον ἐλθὼν ὁ Ἡρακλῆϲ καὶ μή δυνάμενοϲ διελθεῖν ϲτήλαϲ παρὰ τῶν ἐγχωρίων λαβὼν ἱδρύϲατο, δηλῶν δι’ αὐτῶν ἄχρι [*](Δ) τῶν τῇδε βατὴν εἶναι τὴν γῆν καὶ τὴν θάλαϲϲαν. Γαδαρηνόϲ, ἀπὸ τόπου.

[*](ΔΣ)

8 Γάζα. καὶ Γαζοφυλάκιον, θηϲαυροφυλάκιον. γάζα γὰρ θηϲαυρόϲ. Ε πολλὴν δὲ εὗρεν ἀφθονίαν τροφῆϲ καὶ γάζαν βαρβαρικήν, [*](1— πόλιϲ ═ Ambr. 92; Γαβαωνῖται ═ Ambr. 55 2 — κύριον ═ Ambr.21 3 — κύριον pr. ═ Ambr. 30 4 Philostr. 3,20 5 ═ Steph. Byz. 6 cf. Et. M. 219,28, H, aliter Ambr. 85 7 — vs. 26 θάλαϲϲαν cf. sch. Greg. Ann. p.236 PG 36,1055 — 6 d; An. Ox. 2, 189, 13 Γαδαρηνόϲ cf. Ambr. 68 8 γαζοφυλάκιον —θηϲαυρόϲ ═ Ba 183, 9, Lex. rhet. ap. Et. M. 212, 38; — θηϲαυροφυλάκιον ═ Ambr. 118, H, Bk. 229,10) [*](3 Z 415 4 hinc v. ἐλεύθεροϲ extr. 8 Z 419 A(GITFVM) 21 καί alt.] ἐπί vel εἰϲ scb. Greg. 26 Γαδαρηνόϲ nov. gl. GITF 28 Γάζα καί om. F θηϲαυροφυλάκιον] θηϲαυροφυλάκειον A Ba)

503
ἀργυρίου δὲ τάλαντα γ′. ὁ δὲ Πτολεμαῖοϲ τὰ βαϲίλεια περιάγων [*](EL.) ἐπεδείκνυτο καὶ τὴν ἄλλην τὴν βαϲιλικὴν γάζαν. Διόδωρόϲ φηϲι.

9 Γαϊανόϲ, Ἀράβιοϲ, ϲοφιϲτὴϲ, μαθητὴϲ Ἀψίνου τοῦ Γαδαρέωϲ. ἦν [*](Hesy.) δὲ ἐπί τε Μαξίμου καὶ Γορδιανοῦ. Περὶ ϲυντάξεωϲ βιβλία ε΄, Τέχνην ῥητορικὴν, Μελέταϲ. ἐϲοφίϲτευϲεν ἐν Βηρυτῷ.

10 Γάϊοϲ Ἰούλιοϲ Καῖϲαρ, ὁ πρῶτοϲ μοναρχήϲαϲ. οὖτοϲ ἔγραψε μετάφραϲιν Suid τῶν Ἀράτου Φαινομένων καὶ τέχνην γραμματικὴν Ῥωμαικῶϲ καὶ περὶ τοῦ ἰδίου βίου.

11 Γάϊοϲ Καῖϲαρ, ὃϲ ἐπεκλήθη Καλλιγόλαϲ. Ῥητορικὴν τέχνην Hesy Ῥωμαϊκῶϲ.

12 Γάϊοϲ, Ῥωμαίων βαϲιλεὺϲ, τὸ μέν πρῶτον μεγαλοφρόνωϲ διεῖπε [*](Ε) τῆϲ βαϲιλείαϲ τὰ πράγματα καὶ πᾶϲι τοῖϲ ὑπηκόοιϲ καθηκόντωϲ ἐχρῆτο, μετὰ δὲ δύο χρόνουϲ ἐκϲτὰϲ τῆϲ ἀνθρωπίνηϲ φύϲεωϲ κατὰ μίμηϲιν τοῦ πατρὸϲ ἑαυτὸν ἀπεθέωϲε καὶ ἀνδριάντα ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖϲ ναοῖϲ ἀπέϲτειλε καθιδρύϲαϲθαι καὶ εἰϲ τὸν τῶν Ἱεροϲολύμων ναὸν θεϲπίϲαϲ νέου Γαϊου ἱερὸν προϲέταξεν ὀνομάζεϲθαι. καὶ δουλοκρατίαν νομοθετήϲαϲ ἐπέτρεψε κατηγορεῖν τῶν δεϲποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖϲ πλημμέλημα. κἀντεῦθεν δεινὴ ϲυμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶϲαν, τῶν οἰκετῶν μεγάλαιϲ τιμωρίαιϲ ὑποβαλλόντων τούϲ δεϲπόταϲ. ἕκαϲτοϲ γὰρ ἀμύνεϲθαι ἐβούλετο τὸν ἴδιον δεϲπότην ὑπὲρ ὧν παρ’ αὐτοῦ βαϲάνων προέπαϲχεν. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰϲ μανίαν τραπεὶϲ ἄθεϲμον ϲτολὰϲ γυναικείαϲ ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοιϲ καὶ πλοκῇ τινι περιϲτέλλων καὶ γυναικιζόμενοϲ καὶ πᾶϲαν αἰϲχρουργίαν διαπραττόμενοϲ τελετὰϲ ἐπενόει καὶ ξένα μυϲτήρια ἐπετέλει. καὶ δὴ λαβών ποτε τὴν ἰδίαν θυγατέρα καὶ εἰϲ τοὺϲ κόλπουϲ τοῦ ἀγάλματοϲ αὐτὴν θέμενοϲ ἔφη, ϲὺ ταύτην γεγέννηκαϲ καὶ πατὴρ αὐτῆϲ ἔννομοϲ ὑπάρχειϲ. οὗτοϲ μιαρώτατόϲ τε καὶ ἀνοϲιώτατοϲ [*](EV) ἐγένετο καὶ τοϲοῦτον ὁρμαθὸν κακῶν ϲυνειληφὼϲ ἐπεκάλυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅϲα γὰρ τῷ Αὐγούϲτῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτοϲ ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήϲατο. μοιχικώτατόϲ τε ἀνθρώπων γενόμενοϲ καὶ γυναῖκαϲ ἡρμοϲμέναϲ καὶ γεγαμημέναϲ ἐλάμβανε. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήϲαϲ ἀνοίαϲ ἐϲ ἀνάγκην ἑκουϲίου θανάτου κατέϲτηϲεν. ἐχρῆτο δὲ καὶ ταῖϲ ἀδελφαῖϲ καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡϲ καὶ πατὴρ ἀνοϲίαϲ καταϲτῆναι γονῆϲ ἐκ μιᾶϲ αὐτῶν τῶν ἀδελφῶν ἀπογεννηθείϲηϲ. ναούϲ τε καὶ θυϲίαϲ ὡϲ ἡμιθέῳ [*](8 ὁ sq. Diodor. 33, 28a ═ EL 406, 32—407, 3 12 — vs. 27 ὑμιθἑῳ Georg. 1, 323, 6—324 8 πὗτοϲ — p. 504, 3 παρήνετκαν Io. Antioch. fr. 82, FHG 4, 571 ═ EV 1.178. 6 —18 cf Cass. D. 3, p 252, Eutrop. 123) [*](10 ex v. Καῖϲαρ Ἰούλιοϲ et v. Καῖϲαρ Ἀυγουϲτοϲ 12 Georp. hinc v. δουλοκρατίαν. l0. Antioch. cf. v. ὁρμαθόϲ) [*](3 Ἀψίνου] Αὐλίνου V M 4 Μαξίμου] Μαξιμίνου Kust 10 om. V A(GITFVM) 6 ὁ —8 βίου om. F 11 μεγαλοφρόνωϲ| μεγαλοφόνωϲ A cf Georg. 16.17 δουλοκρατίαν] δουλοκρατείαν IV cp. A cf. Georg. 19 ὑποβαλλόντων A. Georg. ὑποβαλόντων rell. 20 ἐβούλετο om. GIT Georg. 25 θυγατέρα] θυγατέραν A 29 μειονεκτήματα] πλεονεκτἡματα A 35 αὐτῶν] αὐτῷ Exc. om. l ἀδελφῶν] ἀ. αὐτῶν A.)

504
γίνεϲθαι παρεϲκεύαζε. τοιούτῳ αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθηϲαν, ὥϲτε τὰ τοῦ Τιβερίου ἔργα καίπερ χαλεπώτατα δόξαντα γεγονέναι τοϲοῦτον τὰ Γαΐου, ὅϲον τὰ τοῦ Αὐγούϲτου παρ’ ἐκείνῳ παρήνεγκαν. οὗτοϲ μετὰ Τιβέριον ἐβαϲίλευϲε Καλλιγόλαϲ ὀνομαζόμενοϲ.

[*](EV)

13 Γάϊοϲ Λαυτώριοϲ, Μάρκοϲ ἐπίκληϲιν. ἐκ τούτου δείκνυται τὸ μιϲοπόνηρον τῶν Ῥωμαίων καὶ τὸ πρὸϲ τοὺϲ παραβαίνονταϲ τὰ κοινὰ καὶ νόμιμα τῆϲ ἀνθρωπίνηϲ φύϲεωϲ ἀμείλικτον. οὗτοϲ γὰρ χιλίαρχοϲ ἀποδειχθεὶϲ ἐν τῷ Σαυιτικῷ πολέμῳ νεανίαν τινὰ τῶν ὁμοϲκήνων διαφέροντα τὴν ὄψιν ἑτέρων μέχρι μέν τινοϲ ἔπειθεν ἑαυτῷ χαρίϲαϲθαι τὴν τοῦ ϲώματοϲ ὥραν ἑκόντα, ὡϲ δ’ οὔτε δωρεαῖϲ οὕτ’ ἄλλη τὸ μειράκιον ἡλίϲκετο, κατέχειν τὴν ἐπιθυμίαν ἀδύνατοϲ ὤν βίαν προϲφέρειν ἐπεβάλετο. περιβοήτου δὲ τῆϲ ἀκοϲμίαϲ τοῦ ἀνδρὸϲ ἅπαϲι τοῖϲ ἐπὶ ϲτρατοπέδου γενομένηϲ, κοινὸν ἀδίκημα τῆϲ πόλεωϲ εἶναι νομίϲαντεϲ οἱ δήμαρχοι γραφὴν ἀποφέρουϲι κατ’ αὐτοῦ δημοϲίᾳ, καὶ ὁ δῆμοϲ ἁπάϲαιϲ ταῖϲ ψήφοιϲ τοῦ ἀνδρὸϲ κατέγνω τίμημα δίκηϲ ὁρίϲαϲ θάνατον, οὐκ ἀξιῶν εἰϲ ἐλεύθερα ϲώματα καὶ προπολεμοῦντα τῆϲ τῶν ἄλλων ἐλευθερίαϲ τοὺϲ ἐν ταῖϲ ἄλλαιϲ ὄνταϲ ἀρχαῖϲ ὑβρίζειν τὰϲ ἀνηκέϲτουϲ καὶ παρὰ φύϲιν τοῖϲ ἄρρεϲιν ὕβρειϲ. ἄλλο θαυμαϲιώτατον, καίτοι περὶ δοῦλον ϲῶμα γενομένηϲ τῆϲ ὕβρεωϲ. ἑνὸϲ γὰρ τῶν παραδόντων Σαυνίταιϲ τὸ ϲτρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν ὑπελθόντων Ποπλίου υἱὸϲ ὢν, ἐν πολλῇ καταλειφθεὶϲ πενίᾳ, δάνειον ἠναγκάϲθη λαβεῖν, ὡϲ ἐρανιϲθηϲόμενοϲ ὑπὸ τῶν ϲυγγενῶν. διαψευϲθεὶϲ δὲ τῆϲ ἐλπίδοϲ ἀπήχθη πρὸϲ τὸ χρέοϲ τῆϲ προθεϲμίαϲ διελθούϲηϲ, κομιδῇ νέοϲ ὢν καὶ τῇ ὄψει ὡραῖοϲ. οὗτοϲ τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅϲα δούλουϲ δεϲπόταιϲ νόμοϲ ἦν, ἠνείχετο· τὴν δὲ τοῦ ϲώματοϲ ὥραν χαρίϲαϲθαι κελευόμενοϲ ἠγανάκτει καὶ μέχρι παντὸϲ ἀπεμάχετο. πολλὰϲ δὲ διὰ τοῦτο μαϲτίγων λαβὼν πληγὰϲ ἐξέδραμεν ἐϲ τὴν ἀγορὰν καὶ ϲτὰϲ ἐπὶ μετεώρου τινὸϲ τήν τε ἀκολαϲίαν τοῦ δανειϲτοῦ διηγήϲατο καὶ τῶν μαϲτίγων τοὺϲ μώλωπαϲ ὑπέδειξεν. ἀγανακτήϲαντοϲ δὲ τοῦ δήμου καὶ δημοϲίαϲ ὀργῆϲ ἄξιον ἡγηϲαμένου τὸ πρᾶγμα, κατηγορούντων τὴν εἰϲαγγελίαν τῶν δημάρχων, ὦφλε θανάτου δίκην. καὶ δι’ ἐκεῖνο τὸ πάθοϲ ἅπαντεϲ οἱ δουλωθέντεϲ πρὸϲ τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι ἀρχαίαν ἐλευθερίαν ἐκομίϲαντο.

[*](Δ)

14 Γαλααδίτιϲ: χώρα.

[*](Δ)

15 Γαλαθηνόϲ: ὁ ὑποτίτθιοϲ, ἤγουν ὁ ὑπομάζιοϲ.

[*](18 Dionys. Hal. 16, 4 et 5 ═ EV 2, 79, 7 — 80,12 14 ═ Ambr. 90 15 ═ Et. M. 219.56; ὑποτίτθιοϲ cf. H ═ Bk. 229, 22 ὁ ὑπομάζιοϲ ═ Ambr. 5)[*](15 Z 415,421)[*](A(GITFVM) 1 γίνεϲθαι VM Exc. γενέϲθαι AGIT 5 Λαυτώριοϲ] Λαιτώριοϲ Exc. 8 Σαυιτικῷ] Σαβιτικῷ M Tαυνιτικῷ Exc παιδοφθορία add. mg. GITM. 12 ἐπεβάλετο] ἐπεβάλλετο AIV 13 γενομένηϲ] γενομένοιϲ V Exc κοινόν] καινόν A 17 τῆϲ om. AGI 21 Ποπλίου] Πουπλίου M 23. 24 διελθούϲηϲ] παρελθούϲηϲ VM 29 διηγήϲατο] ἐξηγήϲατο VM τῶν om. M 36 ὑποτίτθιοϲ] ὑποϲτήθιοϲ AFV Mac)
505

16 Γαλακτίων. ὄνομα κύριον.

[*](Δ)

17 Γαλακτοπότηϲ: ὁ γάλα πίνων.

[*](Δ)

18 Γαλαξίαϲ: τὸ ἐν τῷ οὐρανῷ φῶϲ· ὅπερ ἐϲτὶν ἀνάκλαϲιϲ φωτὸϲ [*](Phil.) ἡλιακοῦ, μὴ καταλαμπομένων τῶν ἀϲτέρων.

19 Γάλα ὀρνίθων: ἐπὶ τῶν λίαν εὐδαιμονούντων καὶ πάντα κεκτημένων. [*](Ar) ἢ ἐπὶ τῶν ϲπανίων. τὰ ϲπάνιά φηϲι καὶ δυϲεύρετα τῶν ἀγαθῶν παρέξομεν· ὥϲτε παρέϲται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν. τουτέϲτιν ἐν πληϲμονῇ γενόμενοι τῶν ἀγαθῶν ἀπειρηκέναι μέλλετε οὕτω πλουτήϲετε πάντεϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· δώϲομεν ὑμῖν πλουθυγίειαν, εὐδαιμονίαν, εἰρήνην, νεότητα, γέλωτα, χορὺϲ, θαλείαϲ γάλα τ’ ὀρνίθων, ὥϲτε παρέϲται ὑμῖν κοπιᾶν ὑπὸ τῶν ἀγαθῶν.

20 Γάλαϲκεδάζει δυϲμενῶν ϲυμβουλίαϲ. Γάλα γαληνῶν πρόξενον πέλει τρόπων.

[*](On.)