Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

515 μὴ πρὸς ξενίας μὴ πρὸς τῆς σῆς ξενίας ἀναπτύξῃς μου τὰ ἀναιδῆ ἔργα· ἢ οὕτω, μὴ τὰς προξενίας σου ἐπὶ ἔργα ἀναιδῆ καταγάγῃς οἱονεὶ μὴ κατὰ τὴν προξενίαν τὴν σὴν ἔργων γένοιο φαύλων ἀκροατὴς ἀναπτύξαι καὶ φανερῶσαι τὰ κατὰ ἐμὲ βουληθείς.

516 τό τοι πολύ: τὸ ἀδιάλειπτον κακόν, τὸ κατὰ τὴν πήρωσιν χρῄζω ἀκοῦσαι.

518 στέρξον, ἱκετεύω: στέρξον ἃ λέγω καὶ μὴ ἀποστραφῇς τὴν αἰτίαν εἰπεῖν ὅ ἐστι πρόσδεξαί με.

520 κἀγὼ γὰρ πείσομαι δῆλον ὅτι εἰς ὅ βούλει.

524 ἀλλʼ ἐς τί; ἀλλʼ ἐς τί χωρήσει σοι τὰ πράγματα;

525 οὐδὲν ἴδρις οἷον οὐδὲν εἰδυῖα ἡ πόλις ἐνἐδησέ με τῇ τοῦ γάμου ἄτῃ.

εἰδυῖα.

537 ἐπιστροφαὶ συναθροίσεις, πλῆθος.

539 ἐδεξάμην δῶρον: τὸν γάμον τῆς μητρός, φησίν, ἀντὶ τῆς λύσεως τοῦ αἰνίγματος δῶρον ἐδεξάμην ὅ μήποτε ὤφελον λαβεῖν· ἀντὶ δὲ τοῦ εἰπεῖν μήποτε ὤφελον ἐγὼ παρὰ τῆς πόλεως ἐξαίρετον ἰδεῖν οὕτως εἴρηκεν

  • ἐπωφέλησα πόλεος ἐξελέσθαι.
  • [*](Fol. 103 b)

    547 καὶ γὰρ ἄλλους ἐφόνευσα: τοὺς παρόντας σὺν τῷ Λαΐῳ ἢ ὡς ἄλλους φονεύσας ἀθῷός εἰμι καὶ οὐ γέγονα ἔνοχος τῷ μύσει οὕτως καὶ ἐπὶ τοῦ πατρός· οὐ γὰρ ὁδεῖν.

    [*](1 ξενείας in lemm. (ξενείας in textu) L. — 2 οὕτω] οὐ L, corr. Elmsl. προξεξενίας primo ξε deleto L, — 3 οἱονεὶ] οἷον εἰ pr. L. — 11 ἐστὶ (ἐσ, τὶ in textu) L. — 19 et 20 ὄφελον utrobique L, corr. ind. ἰδεῖν] λαβεῖν Tricl.)
    429

    551 πολλῶν ἀκούων: χρηστὸς ὁ Θησεὺς τὸ ἧθος εἰσάγεται· καὶ ἔχει καὶ ἐκὶ τοῦτο τῆς οἰκονομίας δεξιώτατα.

    558 προστροπὴν ὠφέλειαν.

    562 τὸ δεύτερον ὡς ἀντὶ τοῦ ὅτι.

    566 μ᾿ οὐ μὴ οὐ.

    567 ἔξοιδ᾿ ἀνὴρ ὤν ὅτι ἄνθρωπος.

    581 προσφορὰ ἀντὶ προσθήκη, πρόσδοσις.

    δηλώσεται ἀντὶ δηλωθήσεται.

    583 τὰ λοίσθι᾿ αἰτῇ] γράφε τὰ λοῖσθ᾿ ἄρ᾿ αἰτῇ τοῦ βίου.

    584 τοῦ ζῆν ἢ ἐπιλέλησαι ἢ οὐ φροντίζεις.

    585 ἐνταῦθα γάρ μοι κεῖνα: διὰ τοῦ τέλους καὶ τὰ μέσα τοῦ βίου εὐτυχήσει· προσδοκῶν γὰρ σὺ ὠφεληθήσεσθαι παρ᾿ ἐμοῦ ὅμοῦ ὅταν ἀποθάνω ἀποθάνω ζῶντά με γηροβοσκήσεις.

    586 βραχὺ δῶρόν με αἰτεῖς τὸ ἐν Ἀθήναις θάψαι σε.

    593 γνώμη.