Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

479 τρισσάς γε κηγὰς ἀντὶ τὸ ὕδωρ ἀπὸ τριῶν πηγῶν.

τὸν τελευταῖον τὸν ὕστερον κρατῆρα.

481 ὕδατος, μελίσσης: ὕδατος καὶ μέλιτος· ἀπὸ γὰρ τοῦ ποιοῦτος τὸ ποιούμενον· καὶ ἐν Ἐρασατῖς

  • γλώσσης μελίσσης τῷ κατερρυηκότι·
  • βούλεται δὲ λέγειν τὸ μελίκρατον.

    μελίσσης μέλιτος.

    λείπει ὁ καὶ.

    μηδὲ προσφέρειν μέθυ ἄοινοι γὰρ αἱ θεαί.

    482 ὅταν δὲ τούτων γῆ: ὅταν δὲ τὲ τὰς χοὰς χέωμεν ἐπὶ γῆς τί χρή με ὕστερον δρᾶσαι;

    483 τρὶς ἐννέα: τρὶς ἐννέα τιθεὶς κκλῶνας ἐλαίας ταύτας ποιοῦ τὰς εὐχάς.

    485 ἡδέως ἀκούσαιμι τῶν εὐχῶν· μέγιστον γὰρ ταύτας μαθεῖν.

    486 ὥς σφας καλοῦμεν: ὠς καλοῦμεν αὐτὰς Εὐμενίδας οὕτως αὐτὰς καλῶν κἀξευμενῶν καὶ ἵλεως ποιούμενος ἱκέτευε αὐτὰς δέχεσθαί σε τὸν ἱκέτην ἐπὶ σωτηρίᾳ· ἀπὸ τῶν στέρνων ἀντὶ μὴ ἐξ ἐπιπολῆς ἀλλ᾿ ἀνδιαθέτως.

    488 οἷον ἢ σὺ ταῦτα ποίει ἢ ἄλλος τις ὴρέμα καὶ ταῦτα ποιείτω.

    489 ἄπυστα φωνῶν: ἀνήκουστα ἀντὶ ἠρέμα καὶ [*](3 ἀπὸ] ἐπὶ L, corr. Meinekius. — 9] fr. 160. — 13 ἄοιονοι] v. 100. — 15 ἐπὶ τῇ γῇ 1. — 21 καὶ ἐξευμενίζων 1. — 23 ἀπὸ] ἐπὶ L, corr Elmsl. ἐξεπιστο L, corr. Tricl.)

    426
    συντόμως· τοῦτο ἀπὸ τῆς δρωμένης θυσίας φησὶ ταῖς Εὐμενίσι φησί· μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι καὶ διὰ τοῦτο οἱ ἀπὸ Ἡσύχου θύουσιν αὐταῖς καθάπερ Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην φησὶν οὕτω, τὸ δὲ τῶν εὐπατριδῶν γένος οὐ μετέχει τῆς θυσίας ταύτης, εἶτα ἑξῆς, τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, δὴ γένος ἐστὶ περὶ τὰς σεμνὰς θεάς, καὶ τὴν ἡγεμονίαν ἔχουσι καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν Ἡσύχῳ ἱερόν, ἥρω τοῦτον οὕτω καλοῦντες· διὰ γὰρ εὐφημίαν --- οὗ τὸ ἱερόν ἐστι παρὰ τὸ Κυλώνειον ἐκτὸς τῶν ἐννέα πυλῶν· καὶ Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ θεῶν ιζ΄ περὶ τοῦ τῶν Ἡσυχιδῶν γένους καὶ τῆς ἱερᾶς φησι· καὶ Καλλίμαχος
  • νηφάλιαι καὶ τῇσιν ἀεὶ μελιηδέας ὅμπας
  • λῄτειραι καίειν ἔλλαχον Ἡσυχίδες.
  • 491 δράσαντι ὡς καθαρθέντι.

    492 ἄλλως δὲ μὴ καθαρθέντι.

    495 οὐχ ὁδωτά: οὐκ ἐν ὁδῷ οὐδὲ ἀνυστὰ οἷον οὐ βαδιστέα μοι οὐδὲ πρακτέον ταῦτα· λείπομαι γὰρ τῆς πράξεως ὑπὸ δύο κακῶν, τῷ τε μὴ δύνασθαι καὶ τῷ μὴ ὁρᾶν.

    497 σφῷν δʼ ἡ ᾿τέρα: εἰρήκεσαν γὰρ ὅτι καὶ ἄλλῳ ἐξῆν ὑπὲρ αὐτοῦ τὸν καθαρμὸν ποιήσασθαι.

    [*](1 φησὶ delevit librarius. — 4 Πολέμων] fr. 49 (III p. 130). — 5 οὐ] ὃ Herm. — 7 περὶ] παρὰ L, corr. l. καὶ inclusi. — 8 ἔχουσι] ἔχει L, correxi. — 9 γὰρ] γοῦν Lasc., τὴν Trici.; lacunam indicavi fort. explendam 〈μετὰ ἡσυχίας τὰ ἱερὰ δρῶσι〉. — 10 Κυλώνειον] κυδώνιον L, corr. O, Muellerus. — 11 Ἀπολλόδωρος] fr. 9 (I p. 429). — 13 ἱερᾶς] πομπῆς addit Herm., ἱερείας Br. — 14] fr. 123. ὄπας L, corr. Tricl. — 15 ἡσυχίδαις L, corr. Bentleins. — 21 τῷ μὴ] τὸ μὴ L, corrxi; τοῦ utrobique Tricl. — 22 εἰρήκεσαν] v. 488. — 23 ἄλλῳ] ἄλλως L, ἄλίοις Tricl, corr. l.)
    427

    499 ἐκτείνουσαν τεταμένως καὶ συντόως δρῶσαν καὶ διακονοῦσαν.

    502 οὐδ᾿ ὑφηγητοῦ δ᾿ ἄνευ ἄνευ χειραγωγοῦ· ἀπὸ κοινοῦ δὲ τὸ ἕρπειν, οὐκ ἰσχύω βαδίξειν.

    504 χρῆσται μ᾿ ἐφευρεῖν: χρείη ἔσται κατὰ συναλοιφὴν χρῆσται. ἀντὶ τοῦ χρείη ἔσται, δηλοῦται δὲ ταὐτὸν τῷ δεήσει· καὶ ἐν Τριπτολέμῳ

  • χρἤσται δέ σ᾿ ἐνθένδ᾿ αὖτις.
  • τοῦτο βούλομαι βαθεῖν] ἔνθα τὸ ὕδωρ ἐστὶν ἡδέως ἂν εἰδείην.

    505 τοὐκεῖθεν ἄλσους: τὸ ἐκεῖθεν τοῦ ἄλσους τούτου· ἐὰν δέ τι τούτων ἀγνοῇς παρά τινος τῶν ἐπιχωρίων τοῦτο μαθήσῃ· σπάνιν γάρ φησιν ἀντὶ τοῦ εἴ τι τῆς εἰδήσεως ἀγνοεῖς περὶ τὸν τόπον.

    508 τοῖς τεκοῦσι γάρ: ὅταν τις ὑπὲρ γονέων πονῇ μὴ ἡγείσθω πόνον εἶναι τὸν κάματον.

    510 δεινὸν μὲν τὸ πάλαι: τῆς Ἰσμήνης ἀποστάσης [*](Fol. 103a) ὁ χορὸς ἐρωτᾷ τὸν Οἰδίποδα καί φησι, τὸ ἐπεγείρειν μὲν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα δυσχερὲς ὅμως δὲ μαθεῖν ἀπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως· καὶ ἔστι παθητκά· Καλλίμαχος

  • τί δάκρυον εὗδον ἐγείρεις;
  • 512 τί τοῦτο; οἶον τί βούλει πυθέσθαι;

    513 τᾶς δειλαίας ἀπόρου: περὶ τῆς ἐγκειμένης 25 σοι ἀλγηδόνος ἡδέως ἂν πυθοίμην· ἔξωθεν δὲ ἡ περί.

    [*](1 συντόμως L, corr. Iuntina. — 3 ad v. 501 adscriptum in L, corr Br. — 5 συναλιφήν L, corr. l; cf. school. v. 1588. — 7 τῷ] τὸ L, corr. l. — 8] fr. 539 ubi αὖθις. ἔνθεν δ᾿ L, corr. Br. — 11 τοῦ κεῖθεν in lemmate L. — 22] fr. 273.)
    428