Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

26 ἐν ἐρωτήσει ὁ λόγος, βούλει μάθω τίς ὁ πρὸ τοῦ ἄστεος τόπος;

ἧ ἆρα.

27 ἐξοικήσιμος ἀντὶ τοῦ ἐνοικήσιμος.

28 οἴομαι δὲ δεῖν | οὐδέν: οὐ δεῖν τοῦ μὴ ἐλθοῦσαν ἐρωτῆσαί με· ἰδοὺ γὰρ ἀνὴρ πάρεστι παῤ οὗ εἰσόμεθα· οἷον οὐκέτι δεῖν ἔοικε προϊοῦσαν μανθάνειν περὶ τοῦ τόπου· καλῶς δὲ τὰ τῆς οἰκονομίας ἵνα μὴ μόνος ὁ Οἰδίπους ἀπολειφθῇ.

30 ἦ δεῦρο κατʼ ἐρώτησιν.

31 χὤτι σοι λέγειν; καὶ ὅπερ σοι λέγειν εὔκαιρον νομίζεις λέγε· ἀκούσεται γάρ.

33 ὑπέρ τ᾿  ἐμοῦ τουτέστιν ὑπὲρ ἀμφοῖν ὁρώσης.

34 οὕνεχ᾿  ἡμῖν αἴσιος: ὅτι αἴσιος ἡμῖν σκοπὸς ἀφῖξαι ὥστε φράσαι περὶ ὧν ἀγνοοῦμεν· ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν.

35 προσήκεις ἦλθες.

[*](1 μακροτάτην L, corr. Lasc. — 6 χρεῖα L, corr. Lasc. — 16 μὴ delevit Elmsl.; προελθοῦσαν Lasc., μετελθοῦσαν Langius. — 25 οὕνεκ’ (ut in textu) L, corr. Lasc.)
399

τῶν ἀντὶ τούτων.

δηλοῦμεν λέξομεν.

36 πρὶν νῦν τὰ πλείονα ἀπόστηθι πρῶτον τῶν ἀβάτων καὶ τότε ἐράώτα.

37 οὐχ ἁγνόν: οἷον σοὶ οὐχ ἁγνὸν εἰ μὴ μόνοις ἱερεῦσιν· ἢ οἷον οὐκ ἀνειμένον καὶ βατόν.

38 τοῦ τίνος;

39 ἄθικτος οὐδʼ οἰκητός: Φύλαρχός φησι δύο αὐτὰς εἶναι τά τε Ἀθήνῃσιν ἀγάλματα δύο, Πολέμων δὲ τρεῖς αὐτάς φησιν.

42 τὰς πάνθʼ ὁρώσας Εὐμενίδας: Ἐπιμενίδης Κρόνου φησὶ τὰς Εὐμενίδας

  • ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη
  • Μοῖραί τʼ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι,
  • Ἴστρος δὲ ἐν τῇ δ' μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει ἣν νομίζεσθαι γῆν· ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι τὸ ὄνομα ἐπὶ Ὀρέκτῃ· τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι εὐμενεῖς αὐτῷ γενομένας κριθέντι νικᾶν παρʼ Ἀθηναίοις καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄιν μέλαιναν ἐν Κερυνείᾳ τῆς Πελοποννήσου· Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων.

    [*](8 Φύλαρχος] Muell. fragm. 76 (I p. 356) — 9 Ἀθήνῃσιν] sic L; v. Elmsl. ad Eurip. Med. v. 466. Πολέμων] ἀντιγραφῶν τῶν πρὸς Τίμαιον libr. IV fr. 42 (III p. 127) — 11 Ἐπιμε- νίδης] Kinkel. Theog. fragm. 9. — 14 μοῖραι δʼ L, corr. Lasc. ἀδάματοι vel ἀκάματοι Meinek. αἰολόμορφοι Reisigius, αἰολό- δειροι Heynius, νηλεόδωροι (i. e. νηλεόποινοι) Mein. — 15 Ἴστρος] Ἀττικῶν libr. IV fr. 5 (Muell. I p. 419). Eὐωνύμην] Δὐνομίην vel Εὐρυνόμην Duentzerus; cf. etiam Schoemann. Aesch. Eum. p. 60. — 17 αὐτὰς] αὖ L), αὐτὰς Suid v Εὐμε- νίδες. — 20 καρυνία L, corr. 0. Muellerus. Φιλήμων] Mein. fr. CXXXI (IV p. 66.)
    400

    43 χ.

    νιν ἀντὶ αὐτὰς διὸ τὸ χ.

    ἄλλα δʼ ἀλλαχοῦ καλά: παρʼ ὅσον ἄλλοι ἄλλοις ὀνόμασι καλοῦσιν αὐτάς. ἄλλα ὀνόματα παρʼ ἄλλοις καλὰ νομίζονται, παρʼ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας.

    [*](Fol. 97b)

    44 ἀλλʼ ἵλεως μέν: ἵλεῴ μοι αἱ Εὐμενίδες· ἐγὼ γὰρ οὐκ ἀναστήσομαι ἐντεῦθεν.

    46 τί δʼ ἐστὶ τοῦτο; ἀντὶ διὰ τί οὐκ ἀνίστασαι; ξυμφορᾶς ξύνθημα. σύμβολόν μοι τῆς συμφορᾶς τὸ καταντῆσαί με εἰς Ἐρινύων ἱερόν.

    48 πρὶν γ᾿  ἂν ἐνδείξω τί δρῶ ἕωςʼ οὗ τῇ πόλει ἐνδείξω τί χρὴ ποιεῖν.

    50 προστρέπω ἱκετεύω.

    55 ὁ πυρφόρος θεὸς ὁ φαιστος.

    56 Τιτὰν Προμηθεύς: περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι Ἀπολλόδωρος γράφει οὕτω τῇ περὶ --- συντιμᾶται δὲ καὶ ἐν Ἀκαδημείᾳ τῇ Ἀθηνᾷ καθάπερ ὁ Ἥφαιστος· καὶ ἔστιν αὐτοῦ παλαιὸν ἵδρυμα καὶ βωμὸς ἐν τῷ τέλει τῆς θεοῦ· δείκνυται καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον ἐν ἧ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου· πεποίηται δέ, ὡς καὶ Λυσιμαχίδης φησίν, ὁ μὲν Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος ἐν δεξιᾷ σκῆπτρον ἔχων ὁ δὲ Ἥφαιστος νέος καὶ δεύτερος· καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος.

    [*](18 Ἀπολλόδωρος] Muell. fr. 32 (I p. 434). θεῶν supplet et libri numerum et nomen operis excidisse coniicit Muellerus. — 19 ἀκαδημίρ L, corr. l. — 20 αὐτοῦ] αὐτῷ l. — 21 τέλει] τεμένει Br. δείκνυται 〈δὲ〉 καὶ Elmsl. - 23 Λυσιμαχίδης] fragmentum omisit Muellerus III p. 336.)
    401