Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1164 τὸ ἑξῆς, φασὶν αὐτὸν μολόντʼ αἰτεῖν ἐς λόγους σοι ἐλθεῖν.

1171 ὁ προστάτης ὁ ἱκέτης, ὁ προσεστηκὼς τῷ [*](Fol. 111 a) βωμῷ.

1173 πρὸς τὸν Θησέα φησίν. ὧδε παῖδα αὐτὸν κέκληκεν.

1178 εἰκαθεῖν παραγωγῶς ἀντὶ τοῦ εἴκειν.

1181 οὐχ ὡς οὐκ ἂν πεισθησομένου τῷ Θησεῖ τοῦ Οἰδίπου οὕτως ἐδέησεν αὐτῷ καὶ τῆς ἐκ τῆς θυγατρὸς παρακλήσεως ἀλλʼ αὐξήσεως χάριν καὶ τοῦτο παρείληφεν τὸ πρόσωπον ὁ Σοφοκλῆς· ἀμέλει γοῦν πρὸς τὸν Θησέα ἀποκρίνεται ὡς ἐκείνῳ πεπεισμένος.

1185 τὸ ἑξῆς, οὐ γὰρ μή σοι συμφέροντα λέξεται πρὸς βίαν σε παρασπάσει γνώμης, θάρσει· τὸ δὲ λέξεται ἀντὶ τοῦ· λέξει, ὁ Πολυνείκης δῆλον ὅτι.

[*](3 ὄντα οὐ δεῖ πράγματα κακίζειν L, correxi. — 4 δεῖ] ἀεὶ L, omisit Suid. v. πρᾶγος — 6 καὶ inclusi. — 12 φησιν L. corr. Lssc. μολόντʼ ἐλθεῖν (deletum) αἰτεῖν L. — 16 αὐτὸν] sc. τὸν πρόστροπον (Polynicem), non, ut Elmsl. ait, Theseum. — 23 ἀποκρίνεται] sc. Oedipus v. 1204 sqq.)
450

1194 ἐξεπᾴδονται καταπραῦνονται.

1195 τὰ περὶ τὴν πήρωσιν λέγοι ἄν· οὐ γὰρ τὰ ἐξ ἀρχῆς πραχθέντα ὀνειδίζει ἂν αὐτῷ ἀλλʼ ἀπὸ τῆς ἄγαν ὀργῆς ἀπέβη· τούτου γὰρ αὐτὸν ἀποτρέπειν βούλεται.

1203 τίνειν ἀντὶ τοῦ ἀμείβεσθαι.

1209 σὺ δὲ σὲ δέ.

1210 σῶν ἀντὶ τοῦ σῷον.

[*](Fol. 111 b)

1211 ὅστις τοῦ πλέονος μέρους. κατάδηλός ἐστιν ὁ χορὸς ἐν ταὐτῷ ἀναφωνῶν καὶ ἀλληγορῶν περὶ τῆς τῶν ἀνθρώπων ἀπληστίας καὶ ἔοικε τῷ παρʼ Ἡσιόδῳ

  • νήπιοι οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός·
  • τείνει δὲ ταῦτα εἰς τὴν δυσποτμίαν Οἰδίπου.

    1219 ὁπότʼ ἄν τις γράφε ὅπου ὅτʼ ἄν τις. ἐς πλέον πέσῃ: ἐς πλέον τοῦ προσήκοντος. ἀφανῆ τὰ τέρποντα γίνεται καὶ πᾶσιν ἄδηλα.

    1220 τοῦ θέλοντος ἀντὶ τοῦ μετρίου, τοῦ ἱκανοῦ. οὐδʼ ἔπι κόρος. ταῦτα καθʼ ἑαυτόν· φησὶ δὲ ὁ χορός, τῷ πλεονεκτεῖν ἐθέλοντι παρὰ τὸ καίριον καὶ τὸ μέτριόν ἄχορος ἐστιν οὗτος ἰσοτέλεστος, ὁμοίως ἀποθνήσκουσιν οἱ τοιοῦτοι· τὸ ἐξῆς δὲ ἰσοτέλεστος θάνατος, τὰ δὲ ἄλλα διὰ μέσου βῆναι κεῖθεν ὅθενπερ ἥκει ὡς τάχιστα:. τούτου ἐστὶ τὸ ἑξῆς, οἷον οὐδὲ ἔπεστιν αὐτοῖς κόρος ἰσοτέλεστος τοῦ Ἅιδου· τότε γὰρ ὁ τοιοῦτος κόρος λαμβάνει τέλος ὅτε ἂν ὁ Ἅίδης ἐπέλθῃ.

    [*](2 τὰ add Lasc. — 3 ἂν omis. Lasc ἃ add. Doeder- linus. — 7 δὲ σὲ L, corr. Doederl. — 11 παρʼ addidi — 12 Op. v. 40. οὐδʼ L. ὅσον l. — 15 ἀφανῆ κ. ἑ.] ad τέρποντα v. 1218 recte refert A. — 20 ἄχορος inclusi. οὖτος] sc. ὁ θά- νατος. — 22 βῆναι — τάχιστα delevit Br. — 23 τοῦτο L, correxi.)
    451

    οὐ παύσονται τοῦ κόρου πρὶν εἰς θάνατον ἔλθωσιν. κοῦρος οἶμαι κόρος.

    1223 ἄλυρος: ἐπεὶ ἐν θανάτῳ οὐχ ὑμνοῦσιν ἢ μετὰ θάνατον οἱ τοιοῦτοι οὐχ ὑμνοῦνται.

    1225 μὴ φῦναι τὸν ἅπαντα: πάνυ ἄριστον ἀνθρώποις τὸ μὴ φῦναι· παρὰ τὸ λεγόμενον

    ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον.

    1226 τὸ δ᾿, ἐπεὶ φανῇι τούτου τὸ ἐξῆς, ἐπεὶ δὲ φανῇ τὸ βῆναι ἐκεῖθεν ὅθενπερ ἥκει ὡς τάχιστα παρὰ πολύ τῶν ἄλλων δεύτερόν ἐστιν, ἐκείνου, τοῦ μὴ φῦναι καθόλου.

    1229 ὡς εὖτ’ ᾶν τὸ νέον παρῇ. ὡς ἡνίκʼ ἂν νηπιότης παρῇ (ταύτας γάρ φησι κούφας ἀφροσύνας) οὐδὲν ἐπιλογίζεται τῶν δεόντων· ἰδίως δὲ αὐτὸ ἐξήνεγκεν ὡς εἰ ἔλεγεν, τῷ γὰρ νέῳ ἀφροσύνη πάρεστιν.

    1231 τίς πλάγχθη: τοῦτο ἰδίως ἐξήνεγκεν, βούλεται δέ τι τὸ τοιοῦτο σημαίνειν, τίς ἂν πλαγχθείη τῶν πολλῶν μόχθων;

    τίς ἔξ τοῦ πολύμοχθος εἶναι ἐπλανήθη;

    1232 τίς οὐ καμάτων ἔνι; φόνοι: ταῦτα ὑποκριτικῶς εἴρηται κατὰ τοιαύτην ὑπόκρισιν καθʼ ἥν ἐμφαίνεται πρότερον μὲν ὅταν εἴπῃ τίς πλάγχθη τῶν μόχθων τῶν πολλῶν; ὑπακουόμενον τὸ τοιοῦτο οὐδείς, πάλιν δὲ ὅταν ἑξῆς ἐπιζεύξῃ τίς οὐ καμάτων ἔνι; τὸ πᾶς· βούλεται γὰρ καὶ νῦν κατὰ τὸ ὅμοιον λέγειν, οὐδείς ἐστι κάματος ὅς οὐκ ἔνεστιν.

    [*](7 Theog. v. 425 (Bergk. p. 512 ubi πάντων pro ἀρχήν); scholium omisit Bergk. — 8 τούτου] τοὺ L, τοῦτο Lasc, corr. Elmsl. — 17 τὸ inclusi. πλαγχθείη 〈ἔξω〉 τῶν Doederl. — 20 ὑποκριτικῶς] ὑπεροπτικῶς L, correxi coll. schol El. v. 164.)
    452