Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1059 ἦ που τὸν ἐφέσπερον: τὸν Αἰγάλεων φησι· καὶ γὰρ τοῦτο ἐπʼ ἐσχάτων ἐστὶ τοῦ δήμου τούτου· καταλέγουσι δὲ χωρία παρʼ ἃ μάλιστα εἰκάζουσι τὴν [*](4 Ἴστρον] fr. 21 (I p. 421). — 5 περὶ] π L, πέμπτῳ Elmsl, ἐν τῷ α 1 (πρώτῳ Langius. ἀκεσόδωρος L, corr. Reisigius coll. Plut. Them. 15; Muell II p. 464. — 8 δὲ omisit Lasc. — 10 εἰς add Lasc. Ἐρεχθέος L, corr. Tricl — 11 εὑρεῖν] ἐρεῖν L. — 13 Ἄνδρων] Atthidis VIII fr. 11 (II p. 351; cf. I p. 374) οὐ τὸν] αʹ addit Siebelisius; τὸν in τοῦτον mutat Muellerus. — 14 τὴν add. Lasc. — 18 καὶ 〈σ΄〉 ἱεροφάντην Meinekius. — 19 ὀρειβάταν Lasc., ὀρσεβόαν Neuius. — 20 ὀρῶν] ὅρων (ex ὀρῶν) L, ὀρέων Lasc.)

447
συμβολὴν γενέσθαι τοῖς περὶ τὸν Κρέοντα καὶ Θησέα· πέτρας δὲ νιφάδος ἂν εἴη λέγων τὴν οὕτω λεγομένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων λόφον ἃ δὴ περιχώριά φασιν εἶναι καθάπερ Ἴστρος ἐν τῇ πρώτῃ τῶν ἀτάκτων ἱστορεῖ οὕτως, ἀπὸ δὲ τῆς χαράδρας ἐπὶ μὲν λείαν πέτραν· καὶ μετʼ ὀλίγα, ἀπὸ τούτου δὲ ἕως Κολωνοῦ παρὰ τὸν χαλκοῦν ὀδὸν προσαγορευόμενον ὅθεν πρὸς τὸν Κηφισὸν ἕως τῆς μυστικῆς εἰσόδου εἰς Ἐλευσῖνα· ἀπὸ ταύτης δὲ βαδιζόντων εἰς Ἐλευσῖνα τὰ ἐπαριστερὰ μέχρι τοῦ λόφου τοῦ πρὸς ἀνατολὰς τοῦ Αἰγάλεω· ἤτοι οὖν τὴν καλουμένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων· ὁ δὲ νοῦς, ἆρα ἐπὶ τὸν ἕσπερον χῶρον τῆς λείας πέτρας προσπελάζουσιν;

τὸν ἐφʼ ἕσπερον ἐπὶ τὸν ἕσπερον.

1060 πελῶσ᾿ γράφε πελάζουσι.

1061 Οἰάτιδος ἐκ νομοῦ: Οἴα δῆμος τῆς Ἀττικῆς ὅθεν καὶ τὸ Οἴηθεν· ἐκ νομοῦ δὲ πάλιν χωρίου Ἀττικοῦ οὕτω καλουμένου ἐν νέμουσιν· ἐς νεμήσεως παρακειμένης.

1065 ὁ προσχώρων ὁ Κρέων.

ἀντὶ τοῦ ἐπιχωρίων.

1066 Θησειδᾶν τῶν Ἀθηναίων, ἁπλούστερον δὲ Θησειδᾶν φησι τῶν Ἀττικῶν τῶν ὑπὸ Θησέα τεταγ- μένων.

[*](3 περίχωρα Br., πλησιόχωρα Schneidew. Iahn. annal. 67 p. 508. — 4 Ἴστρος] fr. 6 (Ι p. 418). — 5 ἐπὶ μὲν] ἔπιμεν Elmsl. — 7 ὁδὸν add Dind. — 13 προσπελάσουσι Tricl — 15 πελάσουσι Dind.; sed cf. schol. Electr. v. 495. — 16 Οἴα] ,,usi- tatior nominis forma est Ὄα cum adverbio Ὄαθεν Dind.; cf. Hesych. v. Οἰάτιδος ἐκ νομοῦ. — 18 ᾦ] ἡ L, corr. Br. — 19 παρακειμένηςι σ L; οὕτω 〈Δίδυμος〉 M. Schmidt Didym. p. 94 (cf. p 269). — 23 θησιδᾶν (ut in textu) L, corr. Lasc.)
448

1068 τὸ ἑξῆς, πᾶσα δʼ ὁρμᾶται ἄμβασις.

1069 ἀμπυκτήρι᾿ φάλαρα πώλων.

1076 τάχ᾿  ἐνδώσειν τὰν δεινά τάχα ἐνδώσει, φησίν, ὁ Κρέων τὴν πολλὰ δεινὰ τλᾶσαν τὰς παρθένους ἀπὸ τῆς ἑτέρας δηλῶν ὡς καὶ κατωτέρω τῷ ὁμοίῳ σχήματι χρῆται· δύναται δὲ καὶ ἑτέρα προσῳδία εἶναι τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν.

1077 δεινὰ τὰ σὰ δεινά.

[*](Fol. 110a )

1094 διπλᾶς ἀρωγὰς τουτέστι τῇ διπλῇ ἀρωγῇ λέγει τῇ πόλει καὶ τοῖς πολίταις· νῦν δὲ διὰ τοῦ στέργω σημαίνει μὲν οἷον προσίεμαι τελευτᾷ δὲ εἰς ἴσον τῷ προσκαλοῦμαι.

1096 ἔτι χορός.

1113 ἐμφύντε ἀντὶ τοῦ ἐμφῦσαι.

1114 τοῦδε (τοῦ) τε.

1119 ἰδίως ἐσχημάτισε καὶ τὸν λόγον, μὴ προσθαύμαζέ μου τὸ λιπαρές, τὸ λίαν προσκεκαθικὸς τῆς ψυχῆς τοῖς τέκνοις, τὸ δὲ ἐχόμενον οὐ καταλλήλως εἶπεν· οὐ γάρ φησιν ἀέλπτως φανέντων ἐμοὶ τῶν τέκνων μηκύνω τὸν λόγον ἀλλὰ τὰ τέκνα φανέντα εἶτα μηκύνω τὸν λόγον.

πρὸς τὸ λιπαρὲς πρὸς τὸ κελεύειν εἰ μακρηγορήσω. λιπαρὲς ἀρέσκον.

[*](Fol. 110 b)

1138 μέλου ἀντὶ τοῦ ἐπιμελοῦ.

[*](2 cf. Hesych. v. ἀμπυκτήρια: τὰ φάλαρα. — 3 ἀνδώσειν (ἂν δ. in textu) L, ἐνδώσειν Turneous. — 4 δεινὰ τλᾶσαν] δε ἀνατλᾶσαν L, corr. Tricl. τὰς παρθένους] τὴν| παρ L, corr. Br. — 5 κατωτέρω] v. 1102. — 7 τὰν δεινὰ τλασᾶν δεινὰ δʼ εὑροῦσαν L, corr. Br. — 12 τῷ] τὸ L, corr. Lasc. προκαλοῦμαι L, corr. Br. — 13 ἐπιχ L, corr. Dind. — 16 καὶ omitt. Lasc. — 20 τὰ add. A.)
449

1140 θαυμάσας ἔχω ἀντὶ τοῦ ἐθαύμασα Ἀττικῶς.

1148 ἁγὼν οὗτος.

1153 ἄνθρωπον δέ, φησίν, ὄντα οὐ δεῖ πρᾶγμά τι κακίζειν δεῖ.

1156 καθʼ ὑπόθεσιν ἱκετεύει ὁ Πολυνείκης πρὸς αὐτοὺς παραγενέσθαι καὶ τὸν Οἰδίπουν κατά τι λόγιον ἐμπεσὸν ὅτι πρὸς οὓς ἂν γένοιτο ὁ Οἰδίπους κρατήσουσι τῆς βασιλείας· τοῦτο οὖν ἀγγέλλει ὁ Θησεύς.

ἔμπολιν ἐν τῇ αὐτῇ πόλει οἰκοῦντα.

1159 ἔκυρον ἀντὶ τοῦ ἐκύρουν, ταὐτὸν τῷ ἐτύγχανον.