Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

937 καταρρῶγες κοιλώδεις τόποι.

938 ὑμῖν ταῦτα λέγω· οὐ γὰρ οἶδα πρὸς ἄλλον ὅν τινα ἀποδύρομαι.

939 τοῖς εἰωθόσιν λείπει τὸ κλύειν ἐμοῦ.

944 φήνασθαι δεῖξαι.

946 ἐναίρων νεκρὸν σφάττων νεκρὸν κατὰ τὴν παροιμίαν.

947 ἄλλως μάτην.

[*](Fol. 90 b)

950 ἐν σαυτῷ γενοῦ φρόνιμος ἕσο.

952 δίπυλον δίθυρον.

953 τόξων γυμνός, τὴν διὰ τῶν τόξων μοι γινομένην οὐκ ἔχων τροφήν· ἄνευ τροφῆς οὖν ἀντὶ τῶν τόξων.

[*](18 οἶδα ἄλλον πρὸς ὅν τινα Br. — 19 ἀποδύρωμαι? — 27 τόξων γυμνὸς lemma est in L, corr. Lasc.)
380

954 αὖ θανοῦμαι γράφε αὐανοῦμαι ἀντὶ τοῦ ξηρανθήσομαι.

957 ἐγὼ εἰωθὼς ἐσθίειν τὰ θηρία βρωθήσομαι νῦν παρʼ αὐτῶν.

959 ῥύσιον τίσω ἐνέχυρον, ἀμοιβὴν ἐκτίσω· Ὅμηρος

  • ῥύσιʼ ἐλαυνόμενος.
  • 962 γνώμην μετοίσεις μετανοήσεις.

    964 προσχωρεῖν ὑποχωρεῖν, πεισθῆναι.

    968 ἐκκλέψας ἀπατήσας.

    971 τὰ αἰσχρὰ παρʼ ἑτέρων μαθών.

    972 νῦν δὲ ἄλλοις δοὺς τὰ κακὰ οἷς εἰκὸς ἔκπλει τὰ ἐμὰ ἐμοὶ δούς.

    975 οὐκ εἶ; οὐκ ἔρχῃ;

    978 πέπραμαι πεπραγμάτευμαι.

    982 οὐδʼ ἢν θέλῃ ὁ Νεοπτόλεμος.