Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

886 φίλον τὸ αἴρεσθαι ὑπὸ τούτων.

891 πρὸ τοῦ δέοντος πρὸ τοῦ καιροῦ.

ἱκανὸς γὰρ αὐτοῖς γενήσεται ὁ πόνος ἐπὶ τῇ νηὶ συνεῖναί μοι καὶ συνναίειν ἐμοί.

893 ἵστασο καὶ ἀντιλαμβάνου.

895 τοὐνθένδε τὸ μετὰ ταῦτα.

ἀδημονεῖ ἐννοῶν ὅτι μέλλει ἐξαπατᾶν τὸν Φιλοκτήτην καὶ ἀπάγειν εἰς τὴν Ἴλιον, οὐκέτι ἐπὶ τὴν πατρίδα καθάπερ ἐπηγγέλλετο.

898 τοῦ περὶ τίνος;

899 πάθους λέγει τῆς ἀπορίας ἀντὶ ἀπορῶν τυγχάνω.

900 οὐ δή σε ἐρωτηματικῶς.

[*](Fol. 90 a)

902 φύσιν λείπει ἡ εἰς.

903 ἐκείνην, φησί, λέγω δυσχέρειαν προσεῖναι τῷ ἀνδρὶ τῷ ξένον τι τῆς αὐτοῦ διανοίας διαπραττομένῳ.

904 τοῦ φυτεύσαντος τοῦ Ἀχιλλέως.

907 οὔκουν ἐν οἷς γε δρᾷς ἐν οἷς πράττεις οὐκ ἔσῃ αἰσχρός.

[*](6] ad v. 877 adscriptum in L, corr. Br. — 12 γὰρ addidit G. — 18 ἐπιγείλατο (ἐπηγγείλατο Lasc.) l. v. 524 sqq. — 22] ad v. 901 adscriptum in L, corr. /no)
379

909 ἃ μὴ δεῖ τὰ ἀληθῆ.

λέγων αἴσχιστʼ ἐπῶν ἀπατῶν.

910 εἰ μὴ γὼ κακὸς γνώμην ἔφυν εἰ μὴ κακῶς καὶ ἀνοήτως βουλεύομαι.

912 οὐχ ὅτι καταλείψω σε ἄχθομαι ἀλλʼ ὅτι λυπηρῶς καὶ οὐ κατὰ τὴν σὴν γνώμην μέλλω σε ἄγειν· ἐπὶ Τροίαν δέ φησιν.

919 κακοῦ τῆς νόσου.

921 πολλὴ γάρ ἐστιν ἀνάγκη ταῦτα διαπράξασθαι.

925 τῶν κρατούντων γὰρ φροντίζω μᾶλλον ἢ σοῦ διὸ οὐ δώσω σοι ταῦτα.

927 ὦ πῦρ σὺ παρὰ τὸ ὄνομα· καλεῖται γὰρ Πύρρος.

935 οὕτως μοι πάλιν προσέχει ἀναιδῶς ὡς μὴ ἐάσων καὶ δώσων τὰ βέλη.

936 ξυνουσίαι συνδιαγωγαί.